87
μειονεξία δικαιοσύνη. ταῦτα γὰρ ἅπαντα κακίαι ἐντυγχάνουσιν, ἀρετῆς προσωπεῖον περικείμεναι, καὶ τοὺς τὸ ψεῦδος οὖν τῆς κακίας ἐπιτηδεύοντας ἔξω βάλλει τῶν θείων περιβόλων. ἐγώ φησιν Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. μαρτυρῆσαί φησι τὸ διαμαρτύρασθαι οὐκ ἐν κρυφῇ οὔτε ἐν παραβύστῳ, ἀλλὰ ἀκουουσῶν τῶν πανταχοῦ ἐκκλησιῶν, ἵνα μήτις ἄγνοιαν προφασισάμενος ἐθελοκακῶν εἴη πονηρός. ἐγώ φησίν εἰμι ἡ ῥίζα καὶ τὸ γένος ∆αυίδ, καίτοι ὡς πρὸς τὸ 255 φαινόμενον ἀκολουθότερον ἦν εἰπεῖν, ἐγώ εἰμι ὁ ἐκ τῆς ῥίζης ∆αυὶδ ἀναβλαστήσας κλάδος. νῦν δὲ τοὐναντίον ῥίζαν ἑαυτὸν τοῦ ∆αυὶδ κέκληκεν, καὶ οὐ ῥίζαν μόνον ἀλλὰ καὶ γένος, καθὼς πρόσθεν εἴρηται. ῥίζα μὲν καὶ αἰτία τῶν ἁπάντων, μεθ' ὧν καὶ τοῦ ∆αυίδ, καθό ἐστι καὶ νοεῖται Θεός· γένος δέ γε τοῦ ∆αυὶδ καὶ ἐξ αὐτοῦ ἀνατεταλκὼς κατὰ σάρκα, καθό ἐστι καὶ νοεῖται ἄνθρωπος· ὡς εἶναι αὐτόν, τὰ γὰρ αὐτὰ πολλάκις λέγειν ἐμοὶ μὲν οὐκ ὀκνηρόν, τοῖς δὲ ἐντυγχάνουσιν ἀσφαλές, ὥς πού φησι τῶν ἑαυτοῦ λόγων ὁ θεῖος ἀπόστολοςὡς εἶναι οὖν τὸν Ἐμμανουὴλ ἐκ θεότητός τε καὶ ἀνθρωπότητος τελείως ἐχουσῶν ἑκάστῃ τῶν φύσεων κατὰ τὸν οἰκεῖον λόγον, ἀσυγχύτως, ἀτρέπτως, ἀναλλοιώτως, ἀφαντασιάστως. μετὰ δὲ τὴν ἄφραστον ἕνωσιν πεπείσμεθα ἓν πρόσωπον καὶ μίαν ὑπόστασιν καὶ μίαν ἐνέργειαν, κἂν ἡ τῶν φύσεων μὴ ἀγνοῆται διαφορά, ἐξ ὧν τὴν ἀπόρρητον ἕνωσιν πεπράχθαι φαμέν, μὴ δὲ ἡ κατὰ ποιότητα φυσικὴ ἰδιότης κατὰ τοὺς λόγους τοῦ θεσπεσίου πατρὸς ἡμῶν Κυρίλλου. ὁ ἀστήρ φησιν ὁ πρωϊνός· ἢ τὸν ἥλιον λέγει, ἐπεὶ καὶ ἥλιος δικαιοσύνης κέκληται τῷ Μαλαχίᾳ, ἔτι δὲ καὶ τῷ προφήτῃ ψάλλοντι ἔπεσε πῦρ ἐπ' αὐτούς, τουτέστι τοὺς Ἰουδαίων ἀρχιερέαςκαὶ οὐκ εἶδον τὸν ἥλιον, τοῦτον δὴ τὸν τῆς δικαιοσύνης ἥλιον Χριστόνἢ τὸν ἑωσφόρον ἀστέρα. καὶ γὰρ καὶ τοῦτο καλεῖται τῷ Πέτρῳ ἐν δευτέρᾳ ἐπιστολῇ, λέγοντι ἕως οὗ ἡμέρα διαυγάσῃ καὶ φωσφόρος ἀνατείλῃ ἐν ταῖς καρδίαις ὑμῶν. καὶ τὸ πνεῦμά φησι, τουτέστι τὸ προφητικόν, καὶ ἡ νύμφη, 256 ἡ καθόλου καὶ ἐν παντὶ τόπῳ ἐκκλησία, λέγουσιν ἔρχου. τὴν γὰρ τοῦ Κυρίου δευτέραν παρουσίαν ζητεῖν προστετάγμεθα, ἀλλὰ καὶ ἐν εὐχῇ τίθεσθαι· ὁ γάρ τοι λέγων ἐλθέτω ἡ βασιλεία σου πρὸς τὸν Θεὸν τὴν Χριστοῦ βασιλείαν ἐξαιτεῖ, ἥτις καὶ τοῦ Πατρὸς καὶ τοῦ Πνεύματός ἐστι βασιλεία. καὶ ὁ ἀκούων φησὶν εἰπάτω ἔρχου. καὶ πᾶς φησιν ἀκούων τῶν παρόντων λόγων καὶ σὺ δὲ Ἰωάννης, εὐκτὴν ποιοῦ τὴν βασιλείαν τῆς Χριστοῦ παρουσίας. τοῦτο δὲ λέγει, προτρέπων ἅπαντας εἰς τὰ τῆς δικαιοσύνης ἔργα καὶ ἐπιτηδεύματα· οὐ γὰρ ἄν τις δικαιοσύνην ἑαυτῷ μὴ συνεπιστάμενος, εὐκτὴν ποιήσοιτο τὴν Χριστοῦ παρουσίαν, ἐν ᾗ λόγους τῶν αὐτῷ βεβιωμένων ἀπαιτηθήσεται· καὶ ὁ διψῶν φησιν ἐρχέσθω, ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν, ἐν ὅσῳ δέ φησιν ἥξει τῆς ἐμῆς παρουσίας ὁ καιρός, φησὶν ὁ Κύριος τῇ πηγῇ τῆς ζωῆς, τῇ τῆς ἀρετῆς ἐπιτηδεύσει ὑπόθετε τὸ στόμα. καὶ ὅσοι μὴ ἔχετε ἀργύριον, βαδίσαντες ἀγοράσατε, καὶ πίετε ἄνευ ἀργυρίου καὶ τιμῆς. Ἡσαΐας ἡμῖν διακελεύεται, τὰ αὐτὰ τῷ Κυρίῳ προαναφωνῶν. εἴρηται δὲ καὶ ἐν τοῖς φθάσασιν ὅτι τὴν μεθ' ἱδρώτων καὶ πόνων ἀντέκτισιν τῆς ἀρετῆς, δωρεὰν λαμβάνεσθαί φησιν, ἐπεὶ μὴ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν ἀποκαλύπτεσθαι δόξαν εἰς ἡμᾶς, κατὰ τοὺς Παύλου τοῦ σοφωτάτου λόγους. μαρτυρῶ φησιν ἐγὼ πάντι τῷ ἀκούοντι τοὺς παρόντας λόγους· τουτέστι διαμαρτύρομαι μὴ προσθεῖναί τι, ἵνα μὴ ἑαυτῷ ἐπισπάσηται τὰς ἐνταῦθα εἰρημένας πληγάς, μήτε ἀφελεῖν, 257 ὅπως μὴ ἀφαιρεθῇ τῆς μερίδος τοῦ τε ξύλου τῆς ζωῆς καὶ τῆς διαγεγραμμένης ἁγίας πόλεως· ἅπερ ἀμφότερα τῷδε τῷ βιβλίῳ περιέχεται. εἶτα ἀξιόπιστον καὶ αἰδέσιμον τὸν ἑαυτοῦ ποιῶν λόγον ὁ εὐαγγελιστής, ὅρα τί ἐπήγαγεν· ὁ μαρτυρῶν ταῦτα ναὶ ἔρχομαι ταχύ. ὅπερ ὁ Παῦλος πεποίηκεν, εἰπὼν ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἐμῆς ἀναλύσεως ἐφέστηκε, τοῦτο καὶ νῦν αὐτὸς λέγει, ὁ ταῦτα διδάσκων ἐγώ φησι καὶ διαμαρτυρόμενος ἐν αὐτοῖς εἰμι λοιπὸν τοῖς τοῦ παρόντος βίου τέρμασιν, ὡς μηδενὶ τὸν λόγον ἐν ὑποψίᾳ καταλειφθῆναι. τίς γὰρ ἂν