1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

88

πειρασμόν". εἰ δὲ τοῦτο παρεκάλουν οἱ Χριστοῦ ἀπόστολοι καὶ οἱ ἄλλοι δίκαιοι τὸ μὴ πειρασθῆναι, οὐδέποτε ἐπηκούσθησαν, εἴγε ἀληθεύουσιν λέγοντες· "ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι". 9 καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθροῦ. συνκλείομαι εἰς τὰς χεῖρας τῶν ἐπιβουλευόντων, ὅταν ἡττηθῶ ἀπὸ τῶν ἀναγκῶν καὶ τῶν θλίψεων. ὅταν δὲ σωθῶ ἀπ' αὐτῶν, οὐ συνκλείομαι εἰς τὰς χεῖρας αὐτῶν, οὐ πράττω ὅπερ βούλονται κατ' ἐμοῦ ἐπαγαγεῖν. 9 ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. διχῶς καὶ τοῦτο νοητέον. ἡ ἀγωγὴ ἡ κατὰ τὸν περίγειον τόπον καὶ ἡ κατὰ κακίαν λέγεται πλατεῖα εἶναι καὶ εὐρύχωρος. μέγα δέ ἐστιν γενόμενον ἐν ταύτῃ τῇ πλατείᾳ καὶ εὐρυχώρῳ μὴ ὑποσυρῆναι ἀλλὰ στήκειν. ἡ στάσις δὲ παρὰ θεοῦ γίνεται. χαριστηρίως οὖν λέγει· "ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου". οὐκ αἰσθάνονται οἱ πόδες μου θλίψεως περιεστηκυίας. οἱ 142 λέγοντες γοῦν· "τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ; θλῖψις, στενοχωρία"; ἐροῦσιν· "ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας" ἡμῶν. εἰ καὶ ὁ τόπος, ἐν ᾧ γεγόναμεν, καὶ ἡ ὁδός, ἐν ᾗ τυγχάνομεν, στενή ἐστιν, ἀλλὰ εὐρύχωρον αὐτὴν ὁρῶμεν σοῦ πλατύνοντος τὴν θλῖψιν. εὐρυτέραν ὁδὸν τῆς θλίψεως παρέχεις βοηθῶν. 10 ἐλέησόν με, κύριε, ὅτι θλίβομαι. ἀλλὰ λέγεις, ὅτι καὶ μὴν εἶπεν· "ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου". ἵν' ὁ ἅγιος εὔχεται ἀδιαλείπτως· μὴ γὰρ ἕν ἐστιν θλιβηρόν, μὴ γὰρ μία περίστασίς ἐστιν ἐν τῷ βίῳ, μὴ γὰρ εἷς πειρασμός. ἐάν τις οὖν παρακαλέσας ῥυσθῇ ἀπό τινος ἢ ἀπό τινων, πάλιν ὁρᾷ ἄλλα ἐφεδρεύοντα, καὶ πάλιν περὶ ἐκείνων εὔχεται· θλίβουσιν γὰρ αὐτὸν τὰ προσδοκώμενα. ἐπερ · ὡς πρ̣οφήτης προεθεώρει; -τὰ τοιαῦτα μὲν καὶ οὐ προφήτης δύναται προθεωρεῖν. ἐν τόπῳ εἰμί, ἔνθα πολλοὶ κακοί εἰσιν. μισοῦσιν δὲ τὸν ἐκεῖ ὄντα δίκαιον. κἄν ποτε γοῦν ἐπιθῶνται καὶ προσαγάγωσίν τι πάλαισμα ἢ πειρατήριον καὶ γένηταί τις ἔξω αὐτοῦ, εἰδὼς αὐτῶν τὸ ἔπειτα κακὸν ἐπάγρυπνον προσδοκᾷ πάλιν τοιοῦτό τι· "οὐ γὰρ μή", λέγει, "ὑπνώσουσιν, ἐὰν μὴ κακοποιήσουσιν· ἀφῄρηται ὁ ὕπνος αὐτῶν καὶ οὐ κοιμῶνται". ῥυσθεὶς δὲ πολλάκις εὔχεται καὶ περὶ τῶν ἑξῆς. 10 ἐταράχθη ἀπὸ θυμοῦ ὁ ὀφθαλμός μου. ὁ νοῦς μου ἐταράχθη οὐκ ἐν θυμῷ τῷ ἐμῷ, ἀλλ' ἐν θυμῷ τῶν ἐχθρῶν ἢ ἐν θυμῷ τῷ σῷ· θυμοῦσαι γὰρ κατὰ τῶν ἁμαρτανόντων, καὶ ἁμαρτήσας ὑποπέσω τῷ θυμῷ καὶ ταραχθῇ μου ὁ νοῦς. 10 ἡ ψυχή μου καὶ ἡ γαστήρ μου. οὐ μόνος, φησίν, ὁ ὀφθαλμός μου, τουτέστιν ὁ νοῦς, ἐταράχθη ὑπὸ θυμοῦ. δύναται δὲ καὶ τοῦτο· "ἐν θυμῷ ἐταράχθη ὁ ὀφθαλμός μου". ὅτε θυμοῦμαι, ταράττεταί μου ὁ νοῦς· τὰ γὰρ πάθη ταρακτικά εἰσιν τοῦ νοῦ. καὶ ἡ ψυχή μου δὲ ἐταράχθη, ἧς ἐστιν ὁ ὀφθαλμὸς ὁ ταραχθεὶς ὑπὸ τοῦ θυμοῦ. "καὶ ἡ γαστήρ μου"· γαστέρα ὧδε οὐ τὴν τοῦ σώματος λέγει, ἀλλὰ τὴν συνλαμβάνουσαν ἀπὸ τοῦ νυμφίου καὶ τίκτουσαν· "ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν", ὥστε μηκέτι σῴζειν τὰ συνλημφθέντα, ἀλλὰ ἀμβλωθρίδια αὐτὰ ἀπορίπτειν. δύναται δὲ καὶ τοῦτο ὅτι· ἐπειδὴ τὸν γαλήνιον τὴν γαστέρα ποιοῦντα ἄρτον τοῦ οὐρανοῦ οὐκ ἐτράφην, ἀλλὰ ἄλλην τινὰ τροφὴν ἔλαβον βλαπτικήν, δηλητήριον, καὶ ἡ γαστήρ μου τετάρακται. οὐκ ἀφελπίζει οὖν τὴν σωτηρίαν. ἐπερ · τὴν ψυχὴν ταράττεσθαι; -τινὲς βούλονται λέγειν τὴν ψυχὴν τριδύναμον εἶναι· παχύτερον δὲ καὶ μεριστὴν αὐτὴν λέγουσιν. νοῦν δὲ αὐτῆς τὸ λογιστικὸν λέγουσιν· τοῦτο γὰρ ἐπιστήμης ἐστὶν δεκτικόν, τοῦτο γνῶσιν ἔχειν δύναται. τὸ επιθυμητικὸν οὐ δέχεται γνῶσιν, πείθεται δὲ ἐνίοτε τῷ λογιστικῷ, ἐπιπειθές ἐστιν, οὐκ αὐτὸ δὲ ἐπιστήμην ἔχει. καὶ ὥσπερ ὅταν τὰ πνεύματα τοῦ ἀέρος καλῶς πνέῃ, ἐπι πειθὲς γίνεται τῷ κυβερνήτῃ τὸ πλοῖον οὐκ ἔχον κίνησιν τοιαύτην, ἀλλὰ μὴ ἀντιταττόμενον τῇ τέχνῃ τῶν πνευμάτων μὴ ὄντων ἐναντίων, καὶ τὸ επιθυμητικὸν πάλιν πείθεται τῷ λογιστικῷ οὐκ αὐτὸ ἔχον λογισμόν. τὸ λογιστικὸν οὖν οὐκ ἄν τις ἁμάρτοι νοῦν λέγων. ὅλα δὲ ἅμα συνελθόντα ἡ ψυχή ἐστιν. καὶ λάβε