1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

88

ἐπιδιορθώσει ἀσφαλίζεται, λέγων· Οὐχ ὅτι ἐπιζητῶ, λέγων, τὸ δόμα. Ὅπερ εἶπεν ἄνω, Οὐχ ὅτι καθ' ὑστέρησιν λέγω, τὸ αὐτὸ δηλῶν, εἰ καὶ ἐκεῖνο τούτου μεῖζόν ἐστιν. Ἕτερον γάρ ἐστιν ὑστεροῦντα μὴ ζητῆσαι, καὶ ἕτερον ἐν ὑστερήσει ὄντα μηδὲ νομίζειν ὑστερεῖσθαι. Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, φησὶν, ἀλλ' ἐπιζητῶ τὸν καρπὸν τὸν πλεονάζοντα εἰς λόγον ὑμῶν, οὐκ ἐμοῦ. Ὁρᾷς ὅτι ὁ καρπὸς ἐκείνοις τίκτεται; ∆ι' ὑμᾶς ταῦτα λέγω, φησὶ, οὐ δι' ἐμαυτὸν, εἰς τὴν ὑμετέραν σωτηρίαν· ἐγὼ γὰρ οὐδὲν κερδαίνω λαμβάνων· τῶν διδόντων ἐστὶν ἡ χάρις. Τοῖς μὲν γὰρ διδοῦσιν ἐκεῖ φυλάττεται ἡ 62.292 ἀμοιβή· τοῖς δὲ λαμβάνουσιν ἐνταῦθα ἀναλίσκεται τὰ διδόμενα. Πάλιν μετ' ἐγκωμίου καὶ συμπαθείας, καὶ τὸ χρῄζειν. Ἐπειδὴ γὰρ εἶπεν, Οὐ ζητῶ, ἵνα μὴ πάλιν ῥᾳθυμοτέρους ποιήσῃ, φησίν· Ἀπέχω δὲ πάντα, καὶ περισσεύω. Τουτέστι, διὰ ταύτης τῆς δόσεως καὶ τὰ παραλειφθέντα ἐπληρώσατε, ὅπερ μάλιστα προθυμοτέρους ἦν ποιῆσαι. Ὅσῳ γὰρ ἂν ὦσι φιλοσοφώτεροι, ζητοῦσι καὶ τὰς παρὰ τῶν εὖ παθόντων χάριτας οἱ εὖ ποιοῦντες. Ἀπέχω πάντα, καὶ περισσεύω. Τουτέστιν, οὐ μόνον ἀνεπληρώσατε τὰ ἐλλειφθέντα ἐν τῷ παρελθόντι χρόνῳ, ἀλλὰ καὶ ὑπερεβάλετε. Εἶτα ἵνα μὴ δόξῃ διὰ τοῦτο ἐγκαλεῖν, ὅρα πῶς ἐπισφραγίζεται. Ἐπειδὴ γὰρ εἶπεν, Οὐχ ὅτι ἐπιζητῶ τὸ δόμα, καὶ ὅτι, Ἤδη ποτὲ, καὶ ἔδειξεν ὅτι ὀφειλή ἐστι τὸ πρᾶγμα (τοῦτο γάρ ἐστιν, Ἀπέχω)· πάλιν δείκνυσιν ὅτι ὑπὲρ ὀφειλὴν ἔπραξαν, καί φησιν· Ἀπέχω πάντα, καὶ περισσεύω, πεπλήρωμαι. Οὐχ ἁπλῶς, οὐδὲ ἀπὸ διαθέσεως ταῦτα λέγω, ἀλλὰ τί; ∆εξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ' ὑμῶν, ὀσμὴν εὐωδίας, θυσίαν δεκτὴν, εὐάρεστον τῷ Θεῷ. Βαβαὶ, ποῦ τὸ δῶρον αὐτῶν ἀνήγαγεν! Οὐκ ἐγὼ, φησὶν, ἔλαβον, οὐκ ἔλαβον, ἀλλ' ὁ Θεὸς δι' ἐμοῦ. Ὥστε, κἂν ἐγὼ μὴ χρῄζω, μὴ μελέτω ὑμῖν· ἐπεὶ οὐδὲ ὁ Θεὸς ἔχρῃζε, καὶ ὅμως ἀπεδέχετο, οὕτως ὡς μηδὲ παραιτεῖσθαι εἰπεῖν τὴν θείαν Γραφὴν, ὅτι Ὠσφράνθη ὁ Θεὸς ὀσμὴν εὐωδίας, ὅπερ ἦν εὐφραινομένου. Ἴστε γὰρ, ἴστε πῶς διατίθεται ἡμῶν ἡ ψυχὴ ἐπὶ ταῖς εὐωδίαις, πῶς εὐφραίνεται, πῶς γάννυται. Οὐ παρῃτήσατο τοίνυν εἰπεῖν περὶ Θεοῦ ἀνθρώπινον οὕτω ῥῆμα καὶ ταπεινὸν ἡ Γραφὴ, ἵνα τοῖς ἀνθρώποις δείξῃ, ὅτι δεκτὰ τὰ παρ' αὐτῶν δῶρα γέγονεν. Οὐ γὰρ ἡ κνίσσα, οὐδὲ ὁ καπνὸς δεκτὰ ἐποίει, ἀλλ' ἡ προαίρεσις ἡ προσφέρουσα· ἐπεὶ, εἰ τοῦτο ἦν, καὶ τὰ παρὰ τοῦ Κάϊν ἂν ἐδέχθη. Εἶπεν οὖν, ὅτι καὶ εὐφραίνεται, καὶ πῶς εὐφραίνεται· οὐ γὰρ ἂν ἄλλως ἔμαθον οἱ ἄνθρωποι. Ὁ τοίνυν μὴ ἐν χρείᾳ καθεστὼς λέγει οὕτως εὐφραίνεσθαι, ἵνα μὴ διὰ τὸ ἀνενδεὲς ῥᾴθυμοι γένωνται. Καὶ ὅτε λοιπὸν τῆς ἄλλης ἀρετῆς ἀμελήσαντες, ταύταις ἐθάῤῥουν, ὅρα πῶς πάλιν διορθοῦται αὐτοὺς, λέγων· Μὴ φάγωμαι κρέα ταύρων, ἢ αἷμα τράγων πίωμαι; Τοῦτο καὶ Παῦλός φησιν, Οὐκ ἐπιζητῶ τὸ δόμα. Ὁ δὲ Θεός μου πληρώσει πᾶσαν χρείαν ὑμῶν κατὰ τὸν πλοῦτον αὑτοῦ ἐν δόξῃ, ἐν Χριστῷ Ἰησοῦ. δʹ. Ὅρα πῶς καὶ ἐπεύχεται, καθάπερ οἱ πένητες. Εἰ δὲ Παῦλος ἐπεύχεται τοῖς διδοῦσι, πολλῷ μᾶλλον ἡμεῖς μὴ αἰσχυνώμεθα λαμβάνοντες τοῦτο ποιεῖν. Μὴ δὴ λαμβάνωμεν, ὡς αὐτοὶ χρῄζοντες, μηδὲ χαίρωμεν ἡμῶν ἕνεκεν, ἀλλὰ τῶν διδόντων αὐτῶν. Οὕτως ἡμῖν ἔσται μισθὸς καὶ λαμβάνουσιν, ἂν δι' ἐκείνους χαίρωμεν· οὕτως οὐκ ἀγανακτήσομεν, μὴ διδόντων, μᾶλλον δὲ ἀλγήσομεν δι' αὐτούς· οὕτω καὶ προθυμοτέρους ἐργασόμεθα, ἂν διδάσκωμεν, ὅτι οὐχ ἡμῶν ἕνεκεν ταῦτα πράττομεν. Ὁ δὲ Θεός μου, φησὶ, πληρώσει πᾶσαν χρείαν ὑμῶν, ἢ πᾶσαν χάριν, ἢ πᾶσαν χαράν. Ἀλλ' ἂν μὲν ᾖ, Πᾶσαν χάριν, μὴ ταύτην μόνον φησὶ, 62.293 τὴν ἐπὶ γῆς ἐλεημοσύνην, ἀλλὰ πᾶν κατόρθωμα· ἂν δὲ, Πᾶσαν χρείαν, ὅπερ οἶμαι καὶ μᾶλλον λέγεσθαι, τοῦτό ἐστιν ὃ δηλοῦν βούλεται· ἐπειδὴ ἔμπροσθεν εἶπεν, Ἠκαιρεῖσθε, ἐπάγει ἐνταῦθα, ὅπερ ἐν τῇ πρὸς Κορινθίους ποιεῖ λέγων, Ὁ ἐπιχορηγῶν σπέρμα τῷ σπείροντι, καὶ ἄρτον εἰς βρῶσιν