1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

89

παράδειγμα. ἔστιν λαβεῖν ἄνθος. το`̣ ἄνθος ἔχει τοιόνδε χρῶμα, ἀλλ' οὐκ αὐτό ἐστιν τὸ ἄνθος. ἔχει καὶ τοιάνδε ἀποφοράν, ἀλλ' οὐχ ἡ ἀποφορ̣α`̣ τὸ ἄνθος. ἔχει καὶ σχῆμα τοιόνδε. πάντα οὖν ἅμα λαμβανόμενα το`̣ ἄνθος ἐστίν. ὅταν οὖν λέγ̣ωμεν· "3εὐῶδές ἐστιν 143 τὸ ἄνθος"3, μόνον τὶ αὐτοῦ σημαίνομεν, τὸ πνοὴν ἐκπέμπειν ἡδίστην. καὶ πάλιν ἐὰν λέγωμεν αὐτὸ πικρόν, τὸν χυμὸν οὐ μόνον αὐτοῦ μόνον σημαίνομεν. οὔκ ἐστιν δὲ ὁ χυμὸς τὸ ἄνθος, ἀλλὰ ἅμα πάντα τὸ ἄνθος ἐστίν. εἰπὼν οὖν περὶ τοῦ λογιστικοῦ ἢ τοῦ νοῦ ἑαυτοῦ, ὅτι ὑπὸ θυμοῦ τετάρακται, λέγει καὶ ἡ ψυχή. οἶδας ὅτι τοῦ ἡνιόχου κακῶς ὑποσυρέντος καὶ ὅλον τὸ ὄχημα βλάπτεται, καὶ ἀνατραπέντος κυβερνήτου ἀνατρέπεται καὶ τὸ σκάφος. ὁ λεγόμενος οὖν ὀφθαλμὸς οὗτος νοητικὴ δύναμίς τις οὖσα κυβερνᾷ τὴν ὅλην ψυχήν. ἐὰν οὖν οὗτος ταραχθῇ, καὶ ἡ ψυχὴ συνταράττεται. ἐπερ · καὶ ἡ γαστὴρ ἡ γεννητική; -ὅπερ εἶπον δὲ πολλάκις, καὶ νῦν ε᾿̣ρῶ· ἐπὶ τῶν αἰσθητῶν ἕκαστον εἶδός τί ἐστιν καὶ οὐ δύναται ἄλλο τι εἶναι. τὸ φυτὸν οὐ δύναται εἶναι χ̣ρυσός, ὁ χρυσὸς ἄνθρωπος οὐ δύναται. ἐπὶ τῶν νοητῶν δὲ δυνατὸν κατὰ σχέσεις διαφόρους καὶ ἐπινοίας. ἀμε´̣λει γοῦν χθὲς ἔλεγον, ὅτι ἡ ψυχὴ ὅτε ζητεῖ καὶ ζητεῖ γε γνῶναι ἑαυτήν, αὐτὴ ἔχει τὸν λόγον καὶ τοῦ ζητοῦντος καὶ τοῦ ζητουμένου. καὶ ἐὰν γεωργῇ ἑαυτὴν ὡς φυτόν, οὔκ ἐστιν ἄλλο τὸ φυτὸν καὶ ἄλλος ὁ γεωργός, τῇ ἐπινοίᾳ δὲ μόνῃ διαφορὰ εὑρίσκεται. ἐὰν οὖν λέγῃ ὀφθαλμὸν καὶ γαστέρα, ἐνχωρεῖ περὶ τῆς αὐτῆς δυνάμεως ἀμφότερα λέγειν· διὰ τὸ ὁρᾶν λέγεται ὁ νοῦς ὀφθαλμός, διὰ τὸ γεννᾶν καὶ φέρειν εἰς μέσον νοήματα δύναται γαςτὴρ εἶναι. 11 ὅτι ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς. ἐπεὶ ἐξέλιπεν ἐν ὀδύνῃ ἡ ζωή μου-ἐπώδυνον γὰρ αὐτὴν ἀεὶ ἔσχον-, οὐ ποτὲ στένω, ποτὲ δὲ οὔ· ἀεὶ στένω ποθῶν τὴν ἀρετήν, ἀεὶ πονῶ, ἀεὶ ἱδρῶ ὑπὲρ κτήσεως τοῦ ἀγαθοῦ. ἐπεὶ διὰ βίου οὖν τοῦτο πάσχω, τρόπον τινὰ ἡ ζωή μου ἐν ὀδύνῃ ἐξέλιπεν καὶ τὰ ἔτη μου ἐν στεναγμοῖς· διὸ παρακαλῶ σε, ἵνα μηκέτι τοσοῦτον ὑφίσταμαι πόνον· εἰ γὰρ πάλιν πονῶ τηρῶν αὐτό, ἀλλ' οὔκ ἐστιν ὁ πόνος ὁ αὐτὸς τοῦ κτήσασθαί τι καὶ τοῦ τηρῆσαι τὸ ἤδη ὑπαρχθέν. ἐπερ · πῶς εἴδη εἰσὶν καθόλου; -ἐὰν ἀπαιτῇ λόγον ἀνθρώπου, μὴ Σωκράτους ἀποδίδως, μὴ λέγεις ὅτι, φέρε, ∆ίων. "3ζῷον θνητὸν λογικόν ἐστιν"3 τοῦ εἴδους ἐστὶν ὁ λόγος. καὶ ἐὰν τοίνυν λέγω, ὅτι ὁ δίκαιος ἔξω ἀδικίας ἐστίν, οὐ τόνδε τὸν δίκαιον λέγω, ἀλλὰ καθόλου τὸν δίκαιον. ἐπεὶ τοίνυν καὶ ἡ ἀρχὴ τοῦ ψαλμοῦ οὕτως γέγονεν· "ἐπὶ σοί, κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα", περὶ παντὸς ἐλπίσαντος καὶ ἀκαταίσχυντον τέλος ζητοῦντος τῆς προσδοκίας ἐκλάμβανε τὰς λέξεις πάσας· μὴ γὰρ ὁ λέγων ἐνκώμια ῥήτορος τοῦδε ἢ τοῦδε λέγει. 11 καὶ ἠςθένησεν ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν. πτωχείαν πάλιν ὧδε οὐ τὴν στέρησιν τῶν χρημάτων λέγει. ἡ ἰσχὺς ἐνταῦθα πρὸς διαφορὰν ἀσθενείας λέγεται. ἡ ἰσχὺς οὖν ἡ κατὰ ψυχὴν ἐκ πλούτου συνίσταται, ἡ δὲ αἰσθητὴ καὶ σωματικὴ οὐ πάντως· εἰσὶν ἰσχυροὶ μηδὲν κεκτημένοι, καὶ ἀσθενεῖς πολλῶν χρημάτων δεσπόται. ὡς εἴ τις λέγοι καὶ περὶ ἀρετῆς ἢ ἐπιστήμης· "3ἐπεὶ ἐπτώχευσα ἀπὸ τῆς ἀρετῆς καὶ τῆς ἐπιστήμης, ἡ ἰσχύς μου, ἣν ὤφειλον ἔχειν ἐκ τῆς παρουσίας τούτων τῶν ποιοτήτων, ἀσθενὴς γέγονεν"3. "τὰ ὀστᾶ μου ἐταράχθησαν". τὰ ὀστᾶ μέρη εἰσὶν τοῦ σώματος διακρατητικὰ τῶν ἄλλων μερῶν αὐτοῦ. τῶν ὀστῶν ὄντων καὶ νεῦρα δύνανται εἶναι καὶ φλέβια καὶ τὰ ἄλλα. ὅταν οὖν αἱ ἰσχυραὶ δυνάμεις τῆς ψυχῆς ὀστᾶ καλούμεναι ἀσθενήσωσιν, ὅλη αὐτὴ ἐν ἀσθενείᾳ γίνεται. καὶ ὅτι ὀστᾶ οὐ τὰ του῀̣ σώματος λέγει· "πάντα τὰ ὀστᾶ μου ἐροῦσιν· "3κύριε, τίς ὅμοιός σοι"3"; τὰ ὀστᾶ δὲ τοῦ σώματος οὐδ' ὅλως ἔχουσιν ἔννοια̣ν θεοῦ, ἵνα καὶ δυνηθῶσιν 144 εἰπεῖν, εἴ ἐστίν τις ὅμοιος ἢ οὔκ ἐστιν· δεῖ γὰρ πρῶτον γ̣ν̣ῶναι θεόν, εἶτ' οὕτως εἰπεῖν. ἐὰν οὖν λέγῃ· "πάντα τὰ ὀστᾶ μου ἐροῦσιν", τὰς δυνάμεις τῆς ψυχῆς τὰς εὐτόνους καὶ διακρατούσας τὰς ἄλλας αὐτῆς δυνάμεις, τὰς αἰσθητικάς, τὰς φανταστικάς, τὰς