89
χορηγήσαι, καὶ πληθύναι τὸν σπόρον ὑμῶν, καὶ αὐξήσαι τὰ γεννήματα τῆς δικαιοσύνης ὑμῶν. Ἐπεύχεται γὰρ αὐτοῖς, ὥστε εἶναι ἐν ἀφθονίᾳ, καὶ ἔχειν σπείρειν· καὶ ἐπεύχεται οὐχ ἁπλῶς ἐν ἀφθονίᾳ εἶναι, ἀλλὰ, Κατὰ τὸν πλοῦτον αὑτοῦ. Ὥστε καὶ τοῦτο συμμεμετρημένως. Εἰ μὲν γὰρ κατ' αὐτὸν ἦσαν, καὶ οὕτω φιλόσοφοι, καὶ οὕτως ἐσταυρωμένοι, οὐκ ἂν τοῦτο ἐποίησεν· ἐπειδὴ δὲ ἄνδρες ἦσαν, χειροτέχναι, πένητες, γυναῖκας ἔχοντες, παῖδας τρέφοντες, οἰκίας προεστῶτες, καὶ ἀπὸ ὀλίγων καὶ ταῦτα ἔδοσαν, καί τινα εἶχον ἐπιθυμίαν καὶ τῶν παρόντων, ἐπεύχεται συγκαταβατικῶς. Τοῖς γὰρ οὕτω κεχρημένοις οὐδὲν ἄτοπον ἐπεύχεσθαι τὴν αὐτάρκειαν καὶ τὴν ἀφθονίαν. Ὅρα γοῦν τί καὶ ἐπεύχεται· Οὐκ εἶπεν, ὅτι Ποιήσαι πλουσίους καὶ εὐπόρους σφόδρα, ἀλλὰ τί; Πληρώσαι πᾶσαν χρείαν ὑμῶν. Ὥστε μὴ εἶναι ἐν ἐνδείᾳ, ἀλλὰ τὰ πρὸς χρείαν ἔχειν· ἐπεὶ καὶ ὁ Χριστὸς ὅρον εὐχῆς ἡμῖν διδοὺς, τοῦτο τῇ εὐχῇ ἐνέθηκε, διδάσκων ἡμᾶς, Τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον λέγειν, δὸς ἡμῖν σήμερον. Κατὰ τὸν πλοῦτον αὑτοῦ. Τί ἐστι τοῦτο; Κατὰ τὴν δωρεὰν αὑτοῦ· τουτέστιν, ὅ τι εὔκολον αὐτῷ καὶ δυνατὸν, καὶ ταχέως ποιεῖν. Καὶ ἐπειδὴ Χρείαν εἶπον, ἵνα μὴ νομίσωσιν, ὅτι στενοχωρήσει αὐτοὺς, διὰ τοῦτο ἐπήγαγε, Κατὰ τὸν πλοῦτον αὑτοῦ ἐν δόξῃ ἐν Χριστῷ Ἰησοῦ. Οὕτω περισσεύσει ὑμῖν ἅπαντα, φησὶν, ὥστε ἐν δόξῃ αὐτοῦ ἔχειν. Ἢ οὖν τοῦτο λέγει, ὅτι Οὐδενὸς ὑστερεῖσθε· Καὶ χάρις γὰρ μεγάλη, φησὶν, ἦν ἐπὶ πάντας αὐτούς· οὐδὲ γὰρ ἐνδεής τις ὑπῆρχεν ἐν αὐτοῖς· ἢ προτρέπει εἰς δόξαν αὐτοῦ πάντα ποιεῖν· ὡσεὶ ἔλεγεν· Ἵνα εἰς δόξαν αὐτοῦ χρῆσθε τῇ περιουσίᾳ. Τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. Αὕτη δὲ ἡ δόξα οὐχὶ τοῦ Υἱοῦ μόνον, ἀλλὰ καὶ τοῦ Πατρὸς γίνεται. Ὅταν γὰρ ὁ Υἱὸς δοξάζηται, τότε ὁ Πατήρ. Ἐπειδὴ γὰρ εἶπεν εἰς δόξαν Χριστοῦ τοῦτο γενέσθαι, ἵνα μή τις νομίσῃ αὐτοῦ μόνου, ἐπήγαγε· Τῷ δὲ Θεῷ καὶ Πατρὶ ἡμῶν ἡ δόξα, αὕτη ἡ γενομένη δηλονότι τῷ Υἱῷ. Ἀσπάσασθε πάντα ἅγιον ἐν Χριστῷ Ἰησοῦ. Οὐ μικρὸν καὶ τοῦτο· πολλῆς γὰρ εὐμενείας, καὶ τὸ διὰ γραμμάτων αὐτοὺς ἀσπάζεσθαι. Ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί. Καὶ μὴν ἔλεγες, ὅτι Οὐδένα ἔχω ἰσόψυχον, ὅστις γνησίως τὰ περὶ ὑμῶν μεριμνήσει· πῶς οὖν λέγεις νῦν, Οἱ σὺν ἐμοὶ ἀδελφοί, Ἢ τοὺς μετ' αὐτοῦ ἀδελφούς φησι, δηλῶν ὅτι Οὐδένα τῶν μεθ' ἑαυτοῦ ἔχει ἰσόψυχον, οὐ περὶ τῶν ἐν τῇ πόλει λέγων· ποίαν γὰρ ἀνάγκην εἶχον ἐκεῖνοι τὰ τῶν ἀποστόλων ἀναδέχεσθαι πράγματα; ἢ ὅτι οὐ 62.294 παραιτεῖται καὶ τούτους ἀδελφοὺς καλεῖν. Ἀσπάζονται ὑμᾶς πάντες οἱ ἅγιοι, μάλιστα δὲ οἱ ἐκ τῆς Καίσαρος οἰκίας. Ἡ χάρις τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν. Ἀνέστησεν αὐτοὺς καὶ ἀνέῤῥωσε, δεικνὺς ὅτι καὶ τῆς βασιλικῆς οἰκίας τὸ κήρυγμα ἥψατο. Εἰ γὰρ οἱ ἐν τοῖς βασιλείοις πάντων κατεφρόνησαν διὰ τὸν βασιλέα τῶν οὐρανῶν, πολλῷ μᾶλλον αὐτοὺς χρὴ τοῦτο ποιεῖν. Καὶ τοῦτο δὲ τεκμήριον ἦν τῆς Παύλου ἀγάπης, τὸ πολλὰ περὶ αὐτῶν διηγεῖσθαι, καὶ μεγάλα λέγειν, ὅθεν καὶ εἰς πόθον ἤγαγε τοὺς ἐν τοῖς βασιλείοις, ὥστε ἀσπάσασθαι αὐτοὺς τοὺς οὐχ ἑωρακότας. Μάλιστα μὲν γὰρ, ἐπειδὴ ἐν θλίψει ἦσαν οἱ πιστοὶ τότε, πολλὴ ἦν ἡ ἀγάπη. Πῶς; Οἵ τε γὰρ ἀλλήλων διεστηκότες, ἀλλήλοις ἦσαν συγκεκολλημένοι, καὶ οἱ πόῤῥωθεν, ὡς ἐγγὺς ὄντες, ἀλλήλους ἠσπάσαντο, καὶ ὡς περὶ μέλη οἰκεῖα, οὕτω πρὸς ἑαυτοὺς ἕκαστος διετίθετο. Καὶ ὁ πένης γὰρ πρὸς τὸν πλούσιον ὁμοίως διέκειτο, καὶ ὁ πλούσιος πρὸς τὸν πένητα· καὶ οὐδεμία ἦν ὑπεροχὴ, τῷ πάντας ὁμοίως μισεῖσθαι καὶ ἐλαύνεσθαι, καὶ ἐπὶ τοῖς αὐτοῖς. Ὥσπερ γὰρ οἱ ἐκ διαφόρων πόλεων αἰχμάλωτοί τινες ἀναστάντες, καὶ εἰς μίαν ἐλθόντες πόλιν, σφόδρα ἀλλήλοις συμπλέκονται, τοῦ κοινοῦ τῆς συμφορᾶς συγκολλῶντος αὐτούς· οὕτω δὴ καὶ τότε, τῆς κοινωνίας τῶν παθημάτων καὶ τῶν θλίψεων συναπτούσης αὐτοὺς, πολλὴν εἶχον πρὸς ἀλλήλους ἀγάπην.