1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

90

μνημονικάς. καὶ πάλιν· "διεσκορπίσθη τὰ ὀστᾶ μου παρὰ τὸν ᾅδην", οἱ ἐξομολογούμενοι καὶ μετανοοῦντες λέγουσιν. παρὰ τὸν ᾅδην δὲ τοῦτον τὸν εἰωθότα λέγεσθαι οὐ δύναται ὀστᾶ σώματος σκορπισθῆναι. εἰ δὲ καὶ εἶεν, ὡς λέγουσίν τινες, ὑπὸ τὴν σελήνην, οὐ γίνεται ἐκεῖ τὰ ὀστᾶ τῶν νεκρῶν. ἀλλ' ὅταν αἱ τῆς ψυχῆς δυνάμεις αἱ δι' εὐτονίαν ὀστᾶ καλούμεναι ὑπὸ ἁμαρτίαν γένωνται, "παρὰ τὸν ᾅδην ἐσκορπίςθησαν", οὐκέτι σῴζουσιν τὴν ἰδίαν ἁρμονίαν. 12 παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος καὶ τοῖς γείτοσίν μου σφόδρα. ἔλεγον τὸν ψαλμὸν τοῦτον ὡς καὶ τοὺς πρὸ αὐτοῦ καὶ ἐκ προσώπου τοῦ σωτῆρος λέγεσθαι κατὰ τὸν ἄν̣θρωπον. "παρὰ πᾶσιν τοῖς ἐχθροῖς μου ὄνειδος ἐγενήθην". τὸν σταυρὸν αἰνίττεται· λέγει γὰρ ἐν ψαλμῷ ἄλλῳ̣, ὃν ε᾿̣ξ̣έλαβεν ὁ Παῦλος ἐκ προσώπου τοῦ σωτῆρος εἶναι, τό· "οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ". ἐγὼ ἀνεδεξάμην αὐτούς. ὀνειδίζουσίν σέ τινες, ὦ πάτερ ἢ ὦ θεέ, καὶ οὗτοι οἱ ὀνειδισμοὶ ἐπέπεσαν ἐπ' ἐμέ. καὶ θαυμαστὸν οὐδέν· πολλάκις καὶ ἐπιστήμων ὅταν ἴδῃ χλευάζοντας τὴν ἐπιστήμην, εἰς ἑαυτὸν ἕλκει τοὺς ὀνειδισμούς. ἐχθροὶ αὐτοῦ εἰσιν οἱ ἁμαρτάνοντες. τοῦτο δὲ εἴρηται· "εἰ γὰρ ἐχθροὶ ὄντες κατηλλάγημεν". ὁ ἁμαρτάνων ἐχθρός ἐστιν θεοῦ, οὐ θεὸς ἐχθρός ἐστιν ἐκείνου· οὐδενὸς γάρ ἐστιν ὁ θεὸς ἐχθρός. "καὶ τοῖς γείτοσίν μου σφόδρα". γείτονες αὐτοῦ εἰσιν οἱ ἐπαγγελλόμενοι τὴν γραφὴν αὐτοῦ γιγνώσκειν καὶ μετόχους αὐτοῦ λέγοντες ἑαυτούς. "σφόδρα" οὖν· οἷον, φέρε, ἐχθροὶ ἔστωσαν οἱ ἐθνικοί· ἁμαρτάνουσιν γὰρ καὶ ἀσεβοῦσιν. ὄνειδος παρὰ πᾶσιν ἐκείνοις γέγονα, ὡς σταυρὸν ὑπομείνας, ὡς εἰς θάνατον κατελθών. "καὶ τοῖς γείτοσίν μου σφόδρα". ὅταν δὲ οἱ ἐνγίζειν μοι ὀφείλοντες καὶ τὰ οἰκοδομήματα ἑαυτῶν ἐγγύς μου ἔχειν ἐπαγγελλόμενοι τὰ αὐτὰ πράττουσιν τοῖς ἐχθροῖς, σφόδρα παρὰ τούτους ὁ ὀνειδισμὸς γέγονεν. 12 καὶ φόβος τοῖς γνωστοῖς μου. οἱ γιγνώσκοντές με θεωρήσαντές με ταῦτα παθόντα φόβον ἔσχον τὸν ἴσον εὐλαβείᾳ, ἢ φόβον ἔσχον τοῦ μὴ τὰ αὐτὰ παθεῖν. 12 οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ' ἐμοῦ. οἱ θεωροῦντές με πρὸ τούτου τὰ περὶ ἐμὲ γενόμενα θεωρή σαντες ἔξω μου γέγοναν, οὐκ ἀποσταλέντες παρ' ἐμοῦ, ἀλλ' ἔφυγον ἔξω. πᾶς φεύγων τὸν Ἰησοῦν ἔξω αὐτοῦ γίνεται, ἔξω σωτηρίας. 13 ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας. οἱ ὀνειδίσαντές με ἐχθροὶ καὶ σφόδρα τοῦτο ποιήσαντες γείτονες ἀπέβαλόν με ἀπὸ τῆς καρδίας ἑαυτῶν. τῶν δὲ νεκρῶν ταχὺ λήθη γίνεται. λέγουσιν γοῦν ὧδε οἱ συμφορὰς ὑφιστάμενοι ὅτι· "3ἀπ' οὗ ἐτέθη ὁ νεκρός, ἀπαλείφεται"3, λέγει, "3ἀπὸ τῆς ψυχῆς ἡ λύπη"3. σπουδάζουσιν γοῦν τοῦτο ποιεῖν ταχέως οἱ ἄνδρες. "ἐπελήσθην" οὖν "ἀπὸ καρδίας". ἀπέβαλόν με ἀπὸ τῆς καρδίας ἑαυτῶν· οὐ γὰρ εἶχόν με ἀμιγῶς ὡς ὁ ἀπόστολος λέγων· "ζῇ δὲ ἐν ἐμοὶ Χριστός". οὐκέτι ἔζων ἐν αὐτοῖς. ὅταν τις ἔχων τὸν λόγον ἐν ἑαυτῷ μηκέτ̣ι̣ ἐνεργῇ κατ' αὐτόν, τὸ ὅσον εἰς αὐτόν, ἐνέκρωσεν αὐτὸν καὶ ἐν λήθῃ αὐτοῦ γίνεται. τὴν λήθην δὲ οὕτω ἄκουε, μ̣ὴ ὥστε μὴ εἰδέναι, ὅτι ἔσχεν ποτὲ αὐτόν· πολλὰ γὰρ τοιαῦτα καὶ ἐν τῇ συνηθείᾳ καὶ ἐν τῇ γραφῇ λέγεται. πολλάκις γοῦν λέγομεν φίλοις· "3ἤδη ἐπελάθου με"3, μὴ γὰρ τοῦτο λέγοντες, ὅτι "3ὅλως οὐκ ἔχεις ἐν μνήμῃ"3. ἡ γραφὴ δέ· "κάκωσις ὥρας ἐπιλησμονὴν ποιεῖ τρυφῆς". ἄρτι 145 ἐπιλανθάνεται ὁ ὥραν κακωθεὶς τῆς τρυφῆς. καὶ πάλιν· "καὶ ἐπιλήσονται", φησίν, "τῆς θλίψεως ἑαυτῶν τῆς προτέρας, καὶ οὐ μὴ ἀναβῇ αὐτῶν ἐπὶ τὴν καρδίαν". οὕτω νομίζεις, ὅτι ὁ ἔξω θλίψεως γενόμενος ἐπιλανθάνεται αὐτῆς. ἐπερ · "παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος"; -οὐκ εἶπεν "παρὰ πάντας ἀνθρώπους", ἀλλὰ "τοὺς ἐχθρούς μου". ἐχθροὶ δὲ οὐ δικαιοῦντες οἱ φαῦλοι ἄνθρωποι, ἐχθροὶ κατὰ διάθεσιν· αὐτὸς γὰρ οὐδενός ἐστιν ἐχθρός, αὐτοῦ δὲ πολλοί. "ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς". ἐκεῖνοι μισοῦσιν καὶ ἐχθροί εἰσιν. σὺ δέ, φησίν, αὐτοὺς "ἀδελφοὺς" λέγε οὐ φωνῇ, οὐ προφορᾷ, ἀλλὰ