91
διαθέσει, ἢ ἐπιδείκνυσαι πρὸς ἀδελφοὺς τῇ φιλαδελφίᾳ διαθέσει. τοῦτο δέ ἐστιν ἔχθρα τὸ ἀντικειμένην ἔχειν διάθεσιν. ἐὰν δὲ καὶ ὁ σωτὴρ τοῦτο λέγῃ-εἴπομεν ὅτι δύναται καὶ ἐκ προσώπου τοῦ σωτῆρος ὡς ἄνθρωπος λέγεσθαι-, λέγει τοὺς Ἰουδαίους τοὺς ἐχθροὺς αὐτοῦ γεγεν̣ημένους. οὐ πάντες δὲ ἐχθροὶ αὐτοῦ γεγόνασιν· καὶ οἱ ἀπόστολοι γὰρ Ἰουδαῖοι ἦσαν, Ἰσραηλῖται ἦσαν. οὐκ εἶπεν οὖν "παρὰ πάντας τοὺς Ἑβραίους, παρὰ πάντας τοὺς Ἰσραηλίτας", ἀλλὰ "τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος". ὀνειδίζουσιν τὸν δίκαιον κατὰ τὴν πρώτην ἐκδοχήν. ὀνειδίζουσιν δὲ καὶ τὸν σωτῆρα οἱ φαῦλοι. οὐ πᾶς οὖν ὀνειδισμὸς ψόγον φέρει τῷ ὀνειδιζομένῳ. ἔστιν ὅτε οἱ ὀνειδί ζοντες ψέγονται, καὶ ἐκεῖνοι πάλιν οἱ διὰ ἁμαρτίας ὀνειδιζόμενοι. ἀμέλει γοῦν ἐν τῇ τῶν Παροιμιῶν γραφῇ λέγεται πρὸς τὸν σοφόν· "μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη". διὰ τοῦ προςθεῖναι "κακῶν ἀνδρῶν" ἔδειξεν ὅτι εἰσὶν ὀνείδη σπουδαίων ἀνδρῶν. οἱ γοῦν μαθηταὶ χαίρειν προστάττονται ὅταν ὀνειδίζωνται. οὔκ εἰσιν οὗτοι οἱ ὀνειδισμοὶ ἐφ' ὧν ψέγονται οἱ ἀπόστολοι, κακῶν ἀνδρῶν. εἶτα, ἐπεὶ ἐφ' ἡμῖν ἐστιν τὸ τὰ ὀνειδισμοῦ ἄξια ποιεῖν, προστάττει· "μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη μηδὲ ζηλώσῃς τὰς ὁδοὺς αὐτῶν"· ὁ γὰρ τὰς πράξεις ἐκείνων καὶ τὰς νοήσεις ζηλῶν κακὸς ἀνὴρ γέγονε̣ν κακὰ ὀνείδη κεκτημένος. περὶ τούτου τοῦ ὀνειδισμοῦ λέγεται ὅτι ἀνίστανταί τινες "εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον". οὐ πάντες δὲ "εἰς ὀνειδιςμὸν καὶ αἰσχύνην αἰώνιον" ἀνίστανται, ἀλλ' οἱ δοκοῦντες ἐνταῦθα ἀγαθοὶ εἶναι. ὅταν νομιζόμενοι σπουδαῖοι καὶ ἅγιοι ἄνδρες ἀναστῶσιν καὶ φανῇ αὐτῶν τὰ αἴσχη τῆς ψυχῆς, εἰς ὀνειδισμὸν οὗτοι ἀνίστανται· οἱ γὰρ φανερῶς κακοὶ οὐκ εἰς ὀνειδισμὸν ἀνίστανται, ἀλλ' εἰς κόλασιν. καὶ ὁ σωτὴρ ἐὰν λέγῃ τοῦτο, τὸν σταυρὸν ὀνειδιςμὸν λέγει· τοῦτο γὰρ ὁ ἀπόστολος ἐδίδαξεν· "οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ". πάλιν· "ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινεν σταυρὸν αἰσχύνης καταφρονήσας". ταὐτὸν δὲ ὀνειδισμὸς καὶ αἰςχύνη. καὶ ὅρα γε, ὅσον ἧκεν εἰς αὐτόν, χαρὰ αὐτῷ προέκειτο ἁμαρτίαν οὐκ ἔχοντι. κατεφρόνησεν οὖν αἰσχύνης, ἐπάτησεν αὐτήν. οὐ παρὰ τοῖς φίλοις καὶ τοῖς τὴν αὐτὴν ἀρετὴν ἔχουσιν γίνεται ὄνειδος, ἀλλὰ παρὰ τοῖς ἐχθροῖς. θεώρει γοῦν τοὺς ὀνειδισμοὺς οὓς ἐπιφέρουσιν τῷ κυριακῷ ἀνθρώπῳ· "οὐ καλῶς ἐλέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις"; μὴ σπουδαῖοι ταύτην προσέφερον αὐτῷ τὴν φωνήν, μὴ οἱ ἀπόστολοι καὶ οἱ ἄλλοι. πάλιν ἐὰν λέγωσιν· "ἐν Βεεζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια", μὴ φίλοι εἰσίν, μὴ ἐνάρετοι ἄνδρες εἰσίν. "καὶ τοῖς γείτοσίν μου σφόδρα". γείτονες ἦσαν αὐτοῦ οἱ Ἰουδαῖοι, ἐὰν ὁ σωτὴρ ᾖν ὁ λέγων· καὶ τοῦ σπουδαίου οἱ ὑποκριταὶ ἀρετῆς. γείτονές μού εἰσιν, πλησίον δὲ τῆς οἰκίας μου ἔχουσιν τὰ ἑαυτῶν οἰκοδομήματα· οἰκία γὰρ τοῦ δικαίου ἡ ὀρθὴ πολιτεία· ὁ 146 γὰρ τοὺς Ἰησοῦ λόγους ἀκούσας καὶ εἰς ἔργα μεταβαλὼν αὐτοὺς οἰκοδομεῖ οἰκίαν ἐπὶ τὴν πέτραν τοῦ φαύλου ἐπὶ τὴν ἄμμον οἰκοδομοῦντος. ἐπειδὴ δὲ ἀμφότεροι ἀκροαταὶ γεγόνασιν τῶν Ἰησοῦ λόγων, δοκοῦσιν γείτονες εἶναι, δοκοῦσιν ὅμοροι. "οἰκίαι παρανόμων ὀφειλήσουσιν καθαρισμόν, οἰκίαι δὲ δικαίων δεκταί". οἱ παράνομοι οὔκ εἰσιν ἄνομοι, ἀλλ' ἔχουσιν τὸν αὐτὸν νόμον, παραβαίνουσιν δὲ αὐτόν. ὅταν δὲ λέγηται· "μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι", ἐκεῖνοι οὐκ ἔχουσιν πεῖραν νόμου. "παρανομίαι ἄνδρα ἀγρεύουσιν"· τρόπον τινὰ γὰρ οἱ ἄνομοι οὐδὲ εἰς κρίσιν ἀνίστανται ὅλως ἵνα καὶ ὀνειδισθῶσιν. ἐλάττω κόλασίς ἐστιν τὸ ὀνειδισ θῆναι. ἀμέλει γοῦν οἱ λαβόντες τὸν νόμον καὶ παραβάντες, οὗτοι "εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον" ἀνίστανται. καὶ ὅτι τοῦτο οὕτως ἔχει, ἐπιστήσομεν τῇ προφητείᾳ τοῦ ∆ανιήλ· ἐν αὐτῇ γὰρ κεῖται τοῦτο· "καὶ ἀπὸ τῶν καθευδόντων ἐκ γῆς χώματος"-οὐκ εἶπεν ὅτι "πάντες"-"ἀνίστανται οὗτοι εἰς ζωὴν καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην". τριχῶς δὲ ἡ ἀνάστασις ἐν τῷ πρώτῳ