1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

92

ψαλμῷ κεῖται· ἀνίστανται οἱ ἀσεβεῖς οὐκ εἰς τὸ κριθῆναι. ἀνίστανται οἱ παρανομήσαντες, οἱ δεξάμενοι τὸν νόμον καὶ παραβάντες, οἱ ἁμαρτωλοὶ εἰς κρίσιν. οἱ δίκαιοι οὐκ εἰς τὸ κριθῆναι, ἀλλ' εἰς τὸ λαβεῖν τὰς ἐπαγγελίας ἐγείρονται. νῦν οὖν λέγει ὅτι· "καὶ πολλοὶ τῶν καθευδόντων"· οὐκ ἀριθμεῖ οὕτω γὰρ τοὺς ἀσεβεῖς τοὺς μὴ ἐγειρομένους εἰς κρίσιν, ἀλλὰ τοὺς ἀνισταμένους "εἰς ὀνειδισμὸν καὶ αἰσχύνην αἰώνιον". οὗτοι δέ εἰσιν οἱ ἁμαρτωλοί. οἱ δίκαιοι "εἰς ζωὴν αἰώνιον". περὶ τούτων τῶν δύο ταγμάτων καὶ ὁ σωτὴρ ἐν εὐαγγελίῳ λέγει· "ἐξελεύσονται οἱ τὰ ἀγαθὰ πράξαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα εἰς ἀνάστασιν κρίσεως". οὐ μνημονεύει οὐδὲ ὧδε τ̣ῶν ἀσεβῶν. ἐπεὶ τοίνυν ὑπεξαιρεῖται τὸ τάγμα τῶν ἀσεβῶν, οὐκ εἶπεν ὅτι "πάντες" ἀνίστανται, ἀλλὰ "πολλοὶ τῶν καθευδόντων". ἐὰν δέ τις βίαιον ἡγῆται ταύτην τὴν ἀπόδοσιν οὐκ οὖσαν τοιαύτην καὶ λέγῃ ὅτι ἐν τοῖς ἁμαρτωλοῖς τάττονται καὶ οἱ ἀσεβεῖς, τὸ "πολλοὶ" οὕτως ἀκούομεν ἀντὶ τοῦ "πάντες"· οἱ πάντες γὰρ πολλοί εἰσιν, οὐκ ἀντιστρέφει δέ. ὅμως οἱ πολλοὶ ὧδε ἀντὶ πάντων λεγέσθωσαν. τοῦτο δὲ καὶ ὁ ἀπόστο λος γράφει· "ὥσπερ γὰρ διὰ τῆς ὑπακοῆς τοῦ ἑνὸς ἀνθρώπου δίκαιοι κατασταθήσονται οἱ πολλοί, οὕτω καὶ διὰ τῆς παρακοῆς τοῦ ἑνὸς ἀνθρώπου ἁμαρτωλοὶ καθίστανται οἱ πολλοί". καὶ ὧδε οἱ πάντες σημαίνονται διὰ τῶν πολλῶν· πάντες οἱ παρακούσαντες, πάντες οἱ ὑπακούσαντες. οὐκ ἀντιστρέφει. εἴ τινες πάντες εἰσίν, οὐ πάντως δὲ οἱ πολλοὶ πάντες, οἷον· "πολλοὶ ἐροῦσιν τῇ ψυχῇ μου". "καὶ φόβος τοῖς γνωστοῖς μου". τοῖς γνωστοῖς μου φόβος γέγονα ταύτην φέρων τὴν κατάστασιν ἣν ὀνειδίζουσιν πολλοί. ἀμέλει γοῦν καὶ οἱ ἀπόστολοι φοβηθέντες ἐσκανδαλίσθησαν πρὸς ὥραν. φόβον δὲ ἐνταῦθα τὸν παθητικὸν λέγει ᾧ ἕπεται δειλία εἰ μὴ αὐτή ἐστιν δειλία. δυνατὸν καὶ θεῖον φόβον λαβεῖν. οἱ θεωροῦντές με, οἱ τὸ μυστήριον τῆς ἐπιδημίας μου ἐπιστάμενοι καὶ τίνος ἕνεκα ἐσταυρώθην, φόβον ἔσχον τὸν ἴσον εὐλαβείᾳ, περὶ οὗ λέγεται· "φόβος κυρίου πάντα ὑπερέβαλεν"· ἴδε γάρ, τί λέγει· "οἱ γνωστοί μου". γιγ̣νώσκονται ὑπὸ θεοῦ οἱ σπουδαῖοι· ἔγνω γὰρ κύριος τοὺς ὄντας αὐτοῦ, καὶ γιγνώσκουσιν αὐτόν. λέγει γοῦν καὶ ὁ ἀπόστολος Γαλάταις· "ἀλλὰ 147 τότε μὲν οὐκ εἰδότες, νῦν δὲ γνόντες θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ τοῦ θεοῦ". ὅτε γιγνώσκομεν τὸν θεόν, γιγνώσκει ἡμᾶς· "εἴ τις" γὰρ "ἀγνοεῖ, ἀγνοεῖται", δηλονότι εἴ τις γιγνώσκει, γιγνώσκεται. "φόβος" οὖν "τοῖς γνωστοῖς μου". οἱ ἄξιοι τοῦ γιγνώςκεσθαι καὶ γιγνώσκοντές με, φόβον ἔσχον τὸν ἴσον εὐλαβείᾳ, περὶ οὗ λέγεται· "τότε συνήσεις φόβον κυρίου", μετὰ πολλὰ κατορθώματα. "οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ' ἐμοῦ". ὁ σωτὴρ καὶ κύριος ἡμῶν θεὸς ἅμα καὶ ἄνθρωπός ἐστιν. ὁρᾶται δὲ καὶ θεωρεῖται κατὰ τὸ ἄνθρωπος εἶναι· ἀόρατος γάρ ἐστιν "εἰκὼν" ὢν "τοῦ θεοῦ τοῦ ἀοράτου". καὶ δεῖ τοῦ ἀοράτου τὴν εἰκόνα ἀόρατον εἶναι. ἀλλὰ ἐὰν λέγηται· "ὁ ἑωρακὼς ἐμέ", ὁμωνύμως τὸ "ἑωρακὼς" λάβε ἀντὶ τοῦ "ὁ ἐπιστημόνως με θεωρῶν, ὁ θεικῶς με ὁρῶν, ὁ ὡς ἀοράτῳ ἐπιβάλλων, ὁ καὶ τὸ μυστήριον τῆς ἐπιδημίας καὶ τοῦ πάθους ἐπιστάμενος". οἱ ἔξω οὖν θεωροῦντές με ἔξω γέγοναν, οἱ κατὰ σάρκα μόνον εἰδότες Χριστὸν καὶ οἱ τοιοῦτοι ὄντες οἷς γράφει Παῦλος· "οὐ γὰρ ἔκρινά τι εἰδέναι ἐν ὑμῖν εἰ μὴ Ἰησοῦν Χριστὸν καὶ τοῦτον ἐσταυρωμένον". τῶν ἔξω εἰσι`̣ν̣ καὶ ἔξω τρέχουσιν, οἷοί εἰσιν οἱ ἐν παραβολαῖς ἀκούοντες· οὐ γὰρ ἡ παραβολὴ ἀσαφῶς λεγομένη ἔξω αὐτοὺς πεποίηκεν, ἀλλὰ ἔξω αὐτοὺς ὄντας εἰς τοῦτο ἤγαγεν ἡ αὐτῶν ἐξωτερικὴ διάνοια. "ἐπελήσθην ὡςεὶ νεκρὸς ἀπὸ καρδίας". ὁ ἐπιστάμενος Ἰησοῦν ζωὴν ὄντα-λέγει γάρ· "ἐγώ εἰμι ἡ ζωή", καὶ ζῶν ζῶντος πατρὸς υἱός ἐστιν· "ζῶ" γὰρ· "διὰ τὸν πατέρα"-οὐκ ἐπιλανθάνονται αὐτοῦ ποτε· παρὼν γὰρ τῇ διανοίᾳ αὐτῶν ἀεὶ φωτίζει αὐτούς, ὥστε ἕκαστον λέγειν· "ζῇ δὲ ἐν ἐμοὶ Χριστός". ὁ τοιοῦτος ἐν Χριστῷ ἐστιν καὶ Χριστὸν ἔχει ἐν ἑαυτῷ ζῶντα καὶ ἐνεργοῦντα. ὅταν δέ τις μὴ ζῶντα μηδὲ ἐνεργοῦντα αὐτὸν