1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

93

νοήσῃ, ἐπιλανθάνεται αὐτοῦ ὡς νεκροῦ· οὐ γὰρ ε᾿̣ν πᾶσιν ζῇ Χριστός, ἀλλ' ἐν τοῖς κατ' αὐτὸν ἐνεργοῦσιν. ὅσοι δὲ νομίζουσιν εἶναι Χριστιανοί, μὴ ἐνεργοῦσιν δὲ κατὰ Χριστόν, οὐκ ἔχουσιν ζῶντα αὐτὸν ἐν αὐτοῖς. ἴδε· ὁ φαῦλος ἄνθρωπος ζῇ κατὰ κακίαν, "φιλήδονος μᾶλλον ἢ φιλόθεος" ὑπάρχων πάντα ἡδονικῶς ποιεῖ. τὸν δίκαιον νεκρὸν ἡγεῖται, ἐπεὶ στέρεται τῆς αὐτοῦ ζωῆς τῆς φαύλης καὶ οὐ δέχεται αὐτὴν ἐν τῷ διανοητικῷ ἑαυτοῦ. 13 ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. οὐ σκεῦος ἀπολωλὸς γέγονα, ἀλλ' ὡς τὸ ἀπολωλὸς σκεῦος. καὶ λάβε μοι τὸ παράδειγμα· οἱ ἄνθρωποι οἱ ἄλλοι παρὰ τὸν σωτῆρα σταυρούμενοι δοκοῦσιν ἄχρηστα σκεύη γεγονέναι, ἀπωλείας σκεύη. οὗτος ὁ λέγων ταῦτα ὡς τὸ ἀπολωλὸς γέγονεν σκεῦος, οὐκ ἀπολωλὸς δέ. ὥσπερ γέγονεν ἁμαρτία οὐ τὰ αὐτὰ τοῖς ἄλλοις ἁμαρτία ὤν, ἀλλ' ἵν' ἐκεῖνοι δικαιοσύνη θεοῦ ἐν ω αὐτῷ γένωνται, ὡμοιώθη τῇ ἁμαρτίᾳ, ὡμοιώθη τῷ σκεύει τῷ ἀπολωλότι. ὅτι δὲ οἱ ἄνθρωποι λέγονται σκεύη, οὐκ ἀγνοεῖται, καὶ ταῦτα μὲν εἰς τιμήν, τὰ δὲ εἰς ἀτιμίαν. τοῦτο τὸ κατὰ τὸν Ἰησοῦν σκεῦος οὐκ ἀπωλ̣είας· οὐκ ἔγνω γὰρ ἁμαρτίαν. γεγένηται δὲ ὡς τὸ ἀπολωλὸς σκεῦος. γέγονεν κατάρα, ἵν' εὐλογίαν ἐπαγάγῃ. οὐδεμία δὲ κατάρα εὐλογίαν φέρει, ἀλλὰ μᾶλλον φθείρει τὴν εὐλογίαν· οὐδεὶς γὰρ ἐπικατάρατος εὐ λογημένος. οὗτος δε`̣ γενόμενος κατάρα αἴτιος εὐλογίας γέγονεν, καὶ οὐχ ἑνί γε ἀνθρώπῳ, ἀλλὰ πᾶσιν τοῖς πιστεύουσιν. 14 ὅτι ἤκουσα ψόγον πολλῶν παροικούντων κυκλόθεν. ἤκουσα ψεγόντων με πολλῶν οὐκ ἀπεσχοινισμένων παντάπασιν. παροίκουν κύκλῳ τοῦ Ἰησοῦ οἱ Ἰσραηλῖται. ἔψεγον αὐτόν· "ἐν Βεεζεβοὺλ τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια". "ἁμαρτωλός ἐστιν ὅτι τὸ σάββατον οὐ τηρεῖ". κυκλόθεν ἦσαν. εἰ ἦσαν ἐθν̣ικοὶ οἱ ταῦτα λέγοντες, οὐκ ἦσαν αὐτοῦ κύκλος. οὗτοι κύκλῳ γεγόνασιν. λέγει γοῦν· "καὶ ἐκύκλωσάν 148 με ὡς αἱ μέλισσαι κηρίον". πολεμικῶς ἐκύκλωσάν με. 14 ἐν τῷ ἐπισυναχθῆναι αὐτοὺς ἅμα ἐπ' ἐμέ. ἐμνημόνευσεν ἐχθρῶν, γειτόνων σφόδρα ὀνειδιζόντων αὐτόν, ἐμνημόνευσεν ἐπιλαθομένων αὐτοῦ ἀπὸ καρδίας, παροικοῦντας κυκλόθεν λέγει καὶ ψέγοντας. οὗτοι ἅμα ἐπισυνήχθησαν "τοῦ λαβεῖν τὴν ψυχὴν" αὐτοῦ, τότε μάλιστα ὅτε "ἐφρύαξαν ἔθνη καὶ λαοὶ ἐμελέτησαν κενά"· ἐνταῦθα γὰρ καὶ ἔθνη φρυάξαντα οὔπω πάντη ἀποκεκονμένα αὐτοῦ καὶ ἀπεσχοινισμένα. "ἵνα τί ἐφρύαξαν"; ἀλαζονικώτερον ἐπέθεντο τοῖς Ἑβραίοις. καὶ οἱ Ἑβραῖοι δὲ ματαίως καὶ κενῶς ἐμελέτησαν τὰς περὶ ἐμοῦ προφητείας. πάντα τὰ εἰρημένα τάγματα "ἅμα ἐπισυνήχθησαν, τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο". τὸ μέγεθος τοῦ πορθ̣ο̣υμένου δείκνυται, ὅτι "ἅμα πάντες ἐπισυνήχθησαν ἐπὶ τῷ λαβεῖν τὴν ψυχὴν" αὐτοῦ. οὐχ εἷς, οὐ δεύτερος, οὐ δέκα, οὐ χίλιοι, ἀλλὰ ἅμα πάντες. τὸ ἀκαθαίρετον καὶ τὸ δυσανάτρεπτον ἢ τὸ μὴ ἀνατρέπεσθαι τῆς Ἰησοῦ ψυχῆς σημαίνεται. μόλις ἅμα δεδύνηνται λαβεῖν τὴν ψυχήν μου ἢ βεβούληνται, οὐκ εἰλήφασιν δέ. "οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ· ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ, ἵνα πάλιν λάβω αὐτήν". 14 τοῦ λαβεῖν τὴν ψυχήν μου ἐβουλεύσαντο. μέχρι τοῦ βουλεύσασθαι γεγόνασιν ἀποκτεῖναι αὐτόν. εἰ μὴ αὐτὸς δὲ ἑαυτὸν δεδώκει, οὐκ ἠδύναντο τοῦτο ποιῆσαι. ἀμέλει γοῦν ὁπηνίκα ἦλθαν ἐπὶ τῷ συλλαβεῖν αὐτόν, λέγει· "τίνα ζητεῖτε"; καὶ λέγει· "Ἰησοῦν τὸν Ναζαρηνόν". "ἐγώ εἰμι", ὡς εἶπεν, "ἀπῆλθαν εἰς τὰ ὀπίσω καὶ ἔπεσαν χαμαί". καὶ δεύτερον πάλιν· "τίνα ζητεῖτε"; καὶ τὸ αὐτὸ εἶπεν αὐτοῖς, καὶ ἔπεσαν εἰς τὸ χαμαὶ πάλιν. τὴν τρίτην λέγει· "ἐγώ εἰμι", ἐμὲ οὖν κρατήσατε, "ἄφετε τούτους ὑπάγειν"· οὐδεὶς γὰρ ἠδύνατο συνλημφθῆναι μετ' αὐτοῦ. πολλάκις ἐλέχθη τοῦτο, ὅτι ἕνεκα τοῦ μὴ ὑπόλημψιν παρασχεῖν τοῖς ἀβεβαίοις, ὅτι οὐκ αὐτὸς ἠρίστευσεν, ἀλλ' ὁ σὺν αὐτῷ παθών, οὐκ ἐπέτρεψεν τοῦτον. καὶ τοῦ Πέτρου οὖν λέγοντος ὅτι· "ἕτοιμός εἰμι μετὰ σοῦ καὶ εἰς φυλακὴν" καὶ θεῖναι "ψυχήν μου ὑπὲρ σοῦ", λέγει· πέπαυσο, "πρὶν ἀλέκτορα φωνῆσαι τρίς με ἀπαρνήσῃ".