1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

94

εἰ δὲ ἦν συνπαθών, ἀμφήριστον ἐγίνετο, τίνος ἕνεκα τοῦτο γέγονεν. καὶ "ἑαυτὸν παρέδωκεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν". λέγεται δὲ καὶ ὁ πατὴρ παραδεδωκέναι αὐτόν· εὐδοκίᾳ γὰρ πα τρὸς καὶ τοῦτο γέγονεν̣. ἐὰν δὲ καὶ Ἰούδας λέγηται αὐτὸν παραδεδωκέναι, ἑτέρῳ τρόπῳ αὐτὸν ἐκεῖνος παρέδωκεν· προδότης αὐτοῦ γέγονεν. 15-16 ἐγὼ δὲ ἐπὶ σὲ ἤλπισα, κύριε· εἶπον Σὺ εἶ ὁ θεός μου. ἐν ταῖς χερσίν σου οἱ κλῆροί μου. εἰ καὶ ἐκεῖνοι οὕτω πεποίηκαν καὶ ἐπισυνήχθησαν ἅμα ἐπ' ἐμὲ λαβεῖν τὴν ψυχήν μου βουλευσάμενοι καὶ τὰ ἄλλα ποιήσαντες, ἀλλ' οὖν γε ἐγὼ οὐκ ἀπέστην τοῦ ε᾿̣πὶ σὲ ἐλπίσαι. "εἶπα Σὺ εἶ ὁ θεός μου. ἐν ταῖς χερσίν σου οἱ κλῆροί μου". αἱ παπατικαὶ ἐξηγήσεις τοῦτο λέγουσιν, ὅτι οἱ κλῆροι ἐν ταῖς χερσὶν τοῦ θεοῦ τυγχάνουσιν οἷον ἡ διακονία, ὁ πρεσβύτερος, ἡ ἐπισκοπή. μακάριον δέ ἐστιν τὸ ἐν ταῖς χερσὶν τοῦ θεοῦ τοὺς κλήρους ἔχειν οὕς τις κεκλήρωται. ἀνεπιβούλευτός ἐστιν ὁ τοιοῦτος· "οὐδεὶς" γὰρ ἁρπάζει "ἐκ τῆς χειρὸς τοῦ πατρός". "ἐν ταῖς σαῖς χερσὶν οἱ κλῆροί μού" εἰσιν, λέγει ὁ σωτήρ. καὶ ἵνα συνέλθωμεν τῇ δοθείσῃ ἐκδοχῇ, λέγομεν ὅτι· οὓς ἐκληρωσάμην ἵνα μοι ὑπηρετῶσιν, οὓς ἐθέμην ἐν τῇ ἐκκλησίᾳ ἀποστόλους καὶ προφήτας καὶ διδασκάλους, ἐν ταῖς χερσίν σού εἰσιν. δυνατὸν δέ-καὶ ὁ Ἰσραὴλ ὅτε ἐχρημάτισεν "λαός μου", ἐλέγετο αὐτοῦ μερὶς καὶ κληρονομία-· τὰ ἔθνη πάντα κληρονομία δέδοται τῷ υἱῷ. πολλοὶ κλῆροί εἰσιν τὰ ἔθνη. οὗτοι οἱ κλῆροι ἐν ταῖς σαῖς χερσίν εἰσιν, ἠσφαλισμένοι ὑπὸ τῶν δραστηρίων καὶ σκεπαστικῶν σου δυνάμεων, ὥστε μη δένα οἷόν τε εἶναι ἁρπάσαι ἐκ τῆς χειρός σου· "οὐδεὶς" 149 γὰρ "δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ πατρός". οὐκ εἶπεν· εἰ μὴ ἔξω τις ἑαυτὸν ποιήσῃ τῆς χειρός, οὐ δύναται ἁρπασθῆναι ὑπό τινος. ἐπεὶ λέξουσίν τινες· καὶ μὴν σπουδαῖοι ὕστερον ὑπεσύρησαν εἰς ἀσέβειαν. καὶ ἵνα μὴ ἐξ εἰκότων λέγω, οἷον ὁ Ἰούδας αὐτὸς ἔξω πεποίηκεν ἑαυτὸν τῆς χειρός· νυκτὸς γὰρ οὔσης ὅτε τὰ περὶ τῆς προδοσίας ἐλογίζετο, λέγει· "ἐξῆλθεν ἔξω· νὺξ γὰρ ἦν". "οἱ κλῆροι" οὖν "μου"· ἕκαστος τῶν πιστευόντων εἰς ἐμὲ κλῆρός μού ἐστιν. ἐν ταῖς χερσίν σου τυγχάνει ἴσος κλη̣ρονομίᾳ· ἕπεται γὰρ τῇ κληρονομίᾳ καὶ ὁ κλῆρος ὅταν εἰς πολλοὺς λογίζεται. ἀμφιλαφεστέρως λ̣έγομεν καὶ τοῦτο· χεῖρες τοῦ θεοῦ εἰσιν αἱ δύο διαθῆκαι. εἴ τις κλῆρος αὐτοῦ τυγχάνει, ἐν ταῖς χερσὶν αὐτοῦ. 16 ῥῦσαί με ἐκ χειρὸς ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με. οὐ πάντες οἱ ἐχθροὶ καταδιώκουσιν· οἱ δὲ καταδιώκοντες πάντες ἐχθροί. ἵνα τὸ τὸ μὴ καταδιῶξαι ὧδε μὴ ἐπὶ τῷ λαβεῖν, ἀλλὰ ἐπὶ τῷ ἐνεδρεῦσαι· "εἶπεν ὁ ἐχθρὸς ∆ιώξας καταλήμψομαι". οὗτος ὁ διωγμὸς οὔκ ἐστιν μιμήσεως χάριν γινόμενος. διώκοντας δὲ δικαιοσύνην δεῖ ἀγαπᾶν. οἱ διώκοντες τὴν δικαιοσύνην ἕνεκεν τοῦ μετασχεῖν αὐτῆς καὶ ποιωθῆναι κατ' αὐτὴν διώκουσιν α̣ὐτήν. ὡς ἐάν τις διώκοι ἐπιστήμην ἵνα κατὰ τὴν ἐπιστήμην καὶ θεωρῇ. οὕτω καὶ τό· "ζήτησον εἰρήνην καὶ καταδίωξον αὐτήν", ἐκλαβεῖν δεῖ. δύναται ἠθικώτερον καὶ οὕτω λημφθῆναι· ἐπεὶ ἡ χεὶρ τῶν ἐχθρῶν καὶ τῶν καταδιωκόντων με κακία ἐστίν, πρᾶξις ἀπηγορευμένη, ῥῦσαί με ἐκ τῆς πράξεως τούτων, μὴ ὑποπέσοιμι τοῖς αὐτῶν κακοῖς, τῇ αὐτῶν πράξει. 17 ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, σῶσόν με ἐν τῷ ἐλέει σου. ἐάν με ε᾿̣γείρῃς καὶ ἔξω ποιήσῃς τῶν διωκόντων, ἐπέφανες τὸ πρόσωπόν σου. ἐγὼ δέ εἰμι τὸ πρόσωπόν σου, ὁ "χαρακτὴρ τῆς ὑποστάσεώς" σου, ἡ "εἰκών" σου "τοῦ θεοῦ τοῦ ἀοράτου". ἐπειδὴ δὲ "μορφὴν" ἔλαβον "δούλου", "ἐπὶ τὸν δοῦλόν σου ἐπίφανον τὸ πρόσωπόν σου". δεῖξον ὅτι οὗτος ὁ δοῦλος μορφὴν τὴν σὴν ἔχει, τὸ σὸν πρόσωπον ἐσκήνωσεν ἐν τῷ δούλῳ τούτῳ, ἵνα τὸ "ῥύσῃ με" κατ' ἐπίνοιαν τοῦ δούλου λέγηται, τὸ δὲ "πρόσωπον" κατ' ἐπίνοιαν τῆς ἀληθείας, τοῦ χαρακτῆρος τῆς θεικῆς ὑποστάσεως. "ἐν τῷ ἐλέει" οὖν "τῷ σῷ σῶσόν με". ἔγειρόν με ἐκ νεκρῶν. τάχα δὲ καὶ σωτηρίαν ἑαυτοῦ λέγει τὴν σωτηρίαν τὴν ὑπὲρ ὧν ἐλήλυθεν, ἵν' "αἴτιος" αὐτοῖς "σωτηρίας αἰωνίου" γένηται. 18 μὴ καταισχυνθείην, ὅτι