95
ἐπεκαλεσάμην σε. τότε δὲ οὐ καταισχύνομαι, ἐὰν τὰ τῆς παρακλήσεως ὑπαρχθῇ. ἐπερ · λ̣όγος οὔκ ἐστιν τοῦ σωτῆρος; -ὀξεῖαι μεταβολαὶ τῶν προσώπων γίνονται. οὕτω καὶ ἐν τοῖς προφητι κοῖς πράττει. καὶ ἄλλο περὶ τ̣οῦ ψιλοῦ ἀνθρώπου· οἷον ἕκαστος ἡμῶν πολλάκις διηγούμενος περὶ ἀνθρώπου ὁτὲ μὲν ἀπὸ τῆς ψυχῆς αὐτὸν σημαίνομεν ον , ὁτὲ δὲ ἀπὸ τοῦ σώματος. ἐὰν λέγω ὅτι καλὸς ἄνθρωπος, "πυράκης", ἵνα ἀπὸ τῆς γραφῆς εἴπω, "μετὰ κάλλους ὀφθαλμῶν", ὑπερμεγέθης, -εἶτα λέγω ὅτι ἐπιστήμων ἄνθρωπος, θεοῦ δοῦλός ἐστιν, ὑπόκειται τῷ κυρίῳ· μὴ γὰρ ἡ μεταβολὴ τῶν λέξεων ἐξ ὅλων ἔξω. ὅταν περὶ συνθέτου λέγηται, αἱ μεταβολαὶ τῶν προσώπων ἐκ μέρους ἐπὶ αὐτὸ μέρος φέρονται. ἐπεὶ τοίνυν καὶ ὁ ταῦτα λέγων οὐ μόνος ἄνθρωπός ἐστιν οὐδὲ μόνος θεός, ἀλλὰ θεὸς ἐνανθρωπήσας, τὰ μὲν ὡς ἀπὸ τοῦ ἀνθρώπου λέγεται, τὰ δὲ ὡς ἀπὸ τοῦ θεοῦ λόγου ἢ περὶ τοῦ θεοῦ λόγου. "καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός". ἐπὶ τοῦ αὐτοῦ λαμβάνεις· μὴ γὰρ τοῦτο λέγει· "ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου", τὸν ἄλλον ἐμοῦ· ἐμὲ τὸν δοῦλόν σου. 150 18 αἰσχυνθείησαν οἱ ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου. τὸ "καταχθείησαν εἰς ᾅδου" πάλιν δύναμίν τινα ἔχει. οὐκ εἶπεν "καταβήτωσαν εἰς ᾅδην". ἑκουσίως δὲ κατιόντων ἐστὶν τὸ καταβῆναί που. οὗτοι δὲ οὐχ ἑκουσίως ἐν τῷ ᾅδῃ καταβιβάζονται. ἀμέλει γοῦν καὶ περὶ τῆς Καφαρναοὺ ἢ πρὸς τὴν Καφαρναοὺ λέγεται· "καὶ σύ, Καφαρναού, ἣ ἕως οὐρανοῦ ὑψωθήσῃ, ἕως ᾅδου καταβιβασθήσῃ". ὑπὸ ἄλλων καταβιβάζεται. τότε δὲ αἰσχύνονται ὅταν γνῶσιν ὅτι ἀσεβεῖς εἰσιν οὐκ ἔχουσιν ὁρμὴν προθυμίας καταβῆναι εἰς τὸν ᾅδην. διὰ τοῦτο κατάγονται ἵν' ὥσπερ ἔννοιαν λαβόντες ὅπου μέλλουσιν κατιέναι, αἰσχυνθείησαν. ἔτι πλέον κακίσουσιν ἑαυτοὺς ὅτι ἀσεβεῖς γεγόνασιν. 19 ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια τὰ λαλοῦντα κατὰ τοῦ δικαίου ἀνομίαν. οὐκ ἐπαρᾶται αὐτούς· εὐλογεῖ αὐτούς· μὴ γὰρ εἶπεν· "ἄλαλα γενηθήτω τὰ χείλη αὐτῶν". "τὰ δόλια" ὅταν στερηθῶσιν τῶν διαβολικῶν λόγων, ἄλαλα γέγονεν. τὰ χείλη αὐτῶν οὐ καθάπαξ, ἀλλὰ "τὰ δόλια". ἀποβαλόντα τὸν λόγον λοιπὸν σὺν παρρησίᾳ καὶ ἀληθείᾳ λαλοῦσιν. οὕτω γοῦν λέγεται· "ἐξολεθρεύσει κύριος πάντα τὰ χείλη τὰ δόλια καὶ γλῶσσαν μεγαλορήμονα". ὅταν ἡ μεγαλορημονοῦσα γλῶττα, τουτέστιν ὁ λόγος, ὀλεθρευθῇ, ἐκεῖνος ἀφ' οὗ ὀλεθρεύεται, τὸν τοῦ θεοῦ λοιπὸν λαλεῖ λόγον. 19 ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει. ἐπεὶ ἀπαρεμφάτως κεῖται τὸ "τοῦ δικαίου", δύναται καὶ τοῦ δικαίου ἀνθρώπου καὶ τοῦ δικαίου πράγματος, περὶ οὗ λέγεται· "δικαίως τὸ δίκαιον". ὁ λαλῶν δὲ κατὰ τοῦ δικαίου καὶ κατὰ τοῦ ἔχοντος αὐτὸ καὶ πεποιωμένου κατ' αὐτὸυ λαλεῖ ἐν ὑπερηφανίᾳ καὶ ἐξουδενώσει· τότε γὰρ ἄλαλα γίνεται αὐτῶν τὰ χείλη, ὅταν γνῶσιν οἵας ταπεινότητός εἰσιν, ὅταν γνῶσιν ὅτι ὃν ἐξουδενώσουσιν, οὔκ ἐστιν ἄξιος ἐξουθενώσεως. 20 ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε. ἐπεὶ ἔδοξέν τινα ἀρατικῶς λέγειν, σκοποῦντες δὲ εἰς τὴν διάθεσιν τοῦ λέγοντος λέγομεν ὅτι οὔκ εἰσιν ἀραί, ἀλλὰ μᾶλλον ἐπευχαί. καλὰ δὲ αὐτοῖς ὑπαρχθῆναι βούλεται. ἐπεὶ συνέβαινεν τοὺς μὴ ἀγνο̣ου῀̣ντας τὴν χρηστότητα καὶ τὸ τέλος τῶν σῳζομένων ἐπιτρίβεσθαι, ἔκρυψεν τοῖς φοβουμένοις. φοβουμένους δὲ ὧδε λέγει τοὺς τὸν κολαστικὸν φόβον ἔχοντας, οὐ τοὺς δικαίους, οὐ τοὺς ἔχοντας ἐκεῖνον τὸν φόβον οὗ οὐδέν ἐστιν ὑστέρημα, οὐ τὸν πάντα ὑπερβαλόντα. λέγει ὅτι· ἐπεὶ ἡ χρηςτότης σου συνφυής ἐστιν ἡ αὐτὴ οὖσα τῇ ἀγαθότητί σου, πάντα δὲ ὑπὲρ σωτηρίας τῶν ὅλων ποιεῖς, καὶ τὰ σκυθρωπὰ καὶ τὸ ὑποπεσεῖν τινα ποιῆσαι σκυθρωποῖς, ἀλλ' ἐπειδὴ ἤμελλον οἱ ἐπιτριβόμενοι διὰ ἐπιπολαιότητα βλάπτεσθαι, ἔκρυψας αὐτὸ τοῖς φοβουμένοις σε, οὐ τοῖς ἀγαπῶσιν· ὧδε γὰρ τὸν φόβον τὸν διαστελλόμενον πρὸς τὴν ἀγάπην λαμβάνομεν-"ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον". τελεία δέ ἐστιν ἀγάπη ὅταν