97
κολάσεως ἀπεχομένους κακίας, εἴ γε δεῖ ταύτην ἀποχὴν κακίας εἰπεῖν. "ἡ τελεία", φησίν, "ἀγάπη ἔξω βάλλει τὸν φόβον ὅτι ὁ φόβος κόλασιν ἔχει". ὁ σχὼν ἐπιστήμην ἀγαθοῦ καὶ κακοῦ καὶ ποθήσας τὸ ἀγαθὸν καὶ αὐτῷ προσκλιθεὶς ἀπέχεται τοῦ κακοῦ ἔρωτι τῷ πρὸς τὸ ἀγαθόν, 152 ἀφίσταται τοῦ κακοῦ οὐ φόβῳ κολάσεως, ἐκκλίνει ἀπὸ τοῦ κακοῦ. ἐὰν γοῦν λόγος τις πείσῃ αὐτόν, ὅτι οὐκ ἔνι κόλασις, πράττει ὃ αἱρεῖται κακόν. ὁ θεὸς οὖν πολλάκις οὐκ ἐπάγει τὴν τιμωρίαν παραυτὰ χρηστότητι καὶ ἀγαθότητι. κρύπτει δὲ τὸ πλῆθος τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ διὰ τοὺς φοβουμένους, διὰ τοὺς μικρούς, διὰ τοὺς φόβῳ κολάσεως ἀπεχομένους τοῦ κακου῀̣. "ὡς πολὺ" οὖν "τὸ πλῆθος τῆς χρηστότητός σου, κύριε". ἔκρυψεν αὐτήν· ἡ γνῶσις γὰρ αὐτῆς ἐποίει αὐτοὺς ἐπιτριβῆναι εἰς τὰ κακά. ὡς ἐάν τις μέχρι τοῦ θαμβῆσαι υἱὸν ἀγανακτήσεως λόγους προφέρῃ καὶ κρύπτῃ τὴν χρηστότη τα καθ' ἣν ποιεῖ τοῦτο ὡς μέλλων τιμωρήσασθαι· εἰ γὰρ γνοὺς ἦν ὁ υἱός, ὅτι μέχρι σχήματός ἐστιν ἡ ἀπειλή, κατεφρόνει τῆς χρηστότητος αὐτοῦ καὶ ἀπώλλυτο καὶ ἐγίνετο ὑπεύθυνος ὀργῇ. τῷ ὄντι πολλὴ χρηστότης ἐστὶν αὐτοῦ, πολὺ πλῆθός ἐστιν. λέγει γοῦν καὶ ὁ ἀπόστολ̣ος πρός τινας· "ἢ τοῦ πλούτου τῆς χρηστότητος καὶ τῆς ἀνοχῆς καὶ μακροθυμίας αὐτοῦ καταφρονεῖς, ἀγνοῶν ὅτι τὸ χρηστὸν τοῦ θεοῦ εἰς μετάνοιάν σε ἄγει"; ὁ δὲ μὴ τοῦτο ἐπιστάμενος οἴεται ὅτι οὐκ ἀπαρέσκεται τ̣οῖς κακοῖς καὶ διὰ τοῦτο οὐκ ἐπεξέρχεται. καὶ Πέτρος δὲ ὁ τῶν ἀποστόλων κορυφαιώτατος γράφων τὴν ἐπιστολὴν καὶ τοιαύτην λέξιν εἴρηκεν· "οὐ βραδύνει κύριος τῆς ἐπαγγελίας ἧς τινες βραδύτητα ἡγοῦνται, ἀλλὰ μακροθυμεῖ οὐ βουλόμενός τινας ἀπολέσαι ἀλλὰ πάντας εἰς μετάνοιαν χωρῆσαι". ἰδοὺ ἡ χρηστότητος̣. οὐκ ἔδει τοῖς πολλοῖς αὐτὴν γνωρίμην εἶναι· κατεφρόνησαν γὰρ ἔτι μᾶλλον αὐτῆς. ἔκρυψας οὖν τοῖς φοβουμένοις σε τὸ πλῆθος τῆς χρηστότητός σου. "ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων". οἱ ἐλπίζοντες οἱ καραδοκοῦντές εἰσιν τὰς θείας ἀμοιβὰς καὶ τὰς ἐπαγγελίας ἃς θεὸς ὑπέσχετο τοι῀̣ς εὖ βιοῦσιν ὀρέξαι. "ἐξειργάσω" οὖν τοῦτο "τοῖς ἐλπίζουσιν ἐπὶ σέ". ἐξειργάσω τοῦτο τὸ κρύψαι τὸ πλῆθος τῆς χρηστότητός σου, ἵνα μηδὲ οἱ ἐλπίζοντες ἐπὶ σὲ τοῦτο ἴδωσιν ὅτι διά τινας οὐκ ἐπιφέρεις τὴν ὀργήν. λέγει οὖν ὅτι "ἐναντίον τῶν ἀνθρώπων". οὐκ εἰς ἀεὶ κρύπτεται τὸ πλῆθος τῆς χρηστότητός σου, ἀλλ' ὅσον ἄνθρωποί εἰσιν ἐκεῖνοι περὶ ὧν λέγεται· "ὑμεῖς δὲ δὴ ὡς ἄνθρωποι ἀποθνῄςκετε". καί· "ὅπου γὰρ ἔρις καὶ ζῆλος ἐν ὑμῖν, οὐχὶ ἄνθρωποί ἐστε"; ἐναντίον οὖν τούτων τῶν υἱῶν τῶν ἀνθρώπων ἐξειργάσω τοῦτο τὸ κρύψαι κατὰ τὸ πλῆθος τῆς χρηστότητός σου· καὶ αὐτοῖς γὰρ ἀνοίγει τοῦτο. ὁ θεὸς τῶν ὅλων λέγεται πολλάκις ἄνθρωπος, οὐχ ὅτι ἄνθρωπος γέγονεν ἢ ἄνθρωπός ἐστιν, ἀλλ' ὅτι συνκαταβαίνων τοῖς ἀνθρώποις οὕτω διοικεῖ τὰ κατ' αὐτοὺς καὶ κριτὴς αὐτῶν οὕτω γίνεται ὡς συνπαθὴς ἄνθρωπος. "ἐτροποφόρησέν σε ὡς εἴ τις τροποφορήσει ἄνθρωπος τὸν υἱὸν αὐτοῦ". τοὺς τρόπους σου ἐφο´̣ρ̣ησεν τρέφων σε καὶ διοικῶν. συνᾴδει τούτῳ τό· "ἐὰν ἀνομίας παρατηρήσῃ, κύριε, κύριε, τίς ὑποστήσεται"; καί· "τὰ βλέφαρα αὐτοῦ ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων". βλεφάροις μόνοις ὁρᾷ τὰ πραττόμενα. ὥσπερ οὖν ὁ ἀποστείλας τὸν υἱόν, ὁ εὐδοκήσας τῇ ἐπιδημίᾳ αὐτοῦ, ἀνθρώπους διοικῶν ὡς ἄνθρωπος προσφέρει τὰς ὠφελίας, οὕτω καὶ οὗτος "υἱὸς ἀνθρώπου" ἐστίν· τοῦ οὕτω ἀγομένου ἀνθρώπου υἱός ἐστιν. καὶ ἄλλο δέ· τρόπον τινὰ τὰ καθέκαστα γεννήματά εἰσιν τοῦ καθόλου. ὁ καθόλου δὲ ἄνθρωπος "κατ' εἰκόνα καὶ ὁμοίωσιν" θεοῦ γέγονεν· οὐδὲ γὰρ πάντως περὶ τοῦ Ἀδὰμ τοῦτο μόνου εἴρηται, ἀλλὰ ἡ φύσις ἡ τοῦ ἀνθρώπου ἡ καθόλου, τὸ εἶδος "κατ' εἰκόνα καὶ ὁμοίωσιν" θεοῦ γέγονεν. ὁ φυ λάττων οὖν τὸ πρωτότυπον, τὸ ὡσανεὶ καθόλου, ἐκεῖνος υἱός ἐστιν τοῦ ἀνθρώπου. ἐπεὶ τοίνυν ἡ Ἰησοῦ ψυχὴ ἐφύλαξεν τὸ κατ' εἰκόνα-ἁμαρτίαν γὰρ οὐκ ἔγνω οὐδὲ ἐποίησεν αὐτήν-, κατὰ τοῦτο υἱὸς ἀνθρώπου