1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

98

ἐκείνου λέγεται τοῦ "κατ' εἰκόνα καὶ ὁμοίωσιν" θεοῦ γεγονότος. ῥηθείη καὶ ἄλλως· εἰ καὶ πατέρα οὐκ ἔσχεν Ἰησοῦς κατὰ τὸν ἄνθρωπον, ἀλλὰ μητέρα ἔσχεν. καὶ ἡ γυνὴ δὲ ἄνθρωπος. 153 πρὸς ἀναίρεσιν δὲ τῆς δοκήσεως υἱὸς ἀνθρώπου εἴρηται. εἰ καὶ οὐκ ἔχει ἐκ πατρὸς τὸ εἶναι, ἀλλ' ἐκ μητρός ἐστιν. οὕτω γοῦν "γενόμενος ἐκ γυναικὸς" εἴρηται. πάντες ἐξ ἀνδρῶν γίνονται· τοῦτο γὰρ καὶ ὁ Παῦλος γράφει· "ἐξ ἀνδρὸς" γίνεται ὁ ἄνθρωπος, "διὰ γυναικὸς" δέ· ἐκ τοῦ ἀνδρὸς γὰρ ἡ καταβολὴ γίνεται τοῦ σπέρματος, διὰ τῆς γυναικὸς δὲ ἡ μόρφωσις καὶ ἡ ἀπότεξις. ἐπεὶ τοίνυν οὐκ ἔχει οὗτος τὸ ἐξ ἀνδρὸς καὶ τὸ διὰ γυναικός, ἀλλ' ἐκ γυναικός-τὴν ὅλην γὰρ ὕλην ἐκ τῆς γυναικὸς ἔλαβεν, οὐ κατὰ τοὺς ἄλλους ἀνθρώπους· "Ἰακὼβ δὲ ἐγέννησεν τὸν Ἰωσὴφ τὸν ἄνδρα Μαρίας, ἐξ ἧς ἐγεννήθη ὁ Χριστός". οὐκ εἶπεν "δι' ἧς"-, καὶ κατὰ τοῦτο οὖν "υἱὸς ἀνθρώπου" χρηματίζει· εἰ γα`̣ρ ἁπλῶς ἄνθρωπος ἐλέγετο, ὑπελάμβανον οἱ δοκηταὶ ὅτι πέφηνεν ἄνθρωπος οὐκ ἐξ ἀνθρώπου ἔχων γένεσιν ἢ ἀρχήν. ἵνα δείξῃ οὖν ὅτι ἐκ τῆς Μαρίας ἐστίν, εἶπεν ἑαυτὸν "υἱὸν ἀνθρώπου". λέγεται δὲ καὶ αὐτὸς ὁ θεὸς λόγος ποτὲ ἀνθρώπου υἱός· ὅταν γὰρ λέγῃ· "οὐδεὶς ἀναβέβηκεν εἰς τὸν οὐρανὸν εἰ μὴ ὁ ἐκ τοῦ οὐρανοῦ καταβάς, ὁ υἱὸς τοῦ ἀνθρώπου", τὸν θε ὸν λόγον κατ̣' αὐτοῦ λέγει. οὕτω δὲ λέγεται υἱὸς ἀνθρώπου, ὡς ἐὰν λέγωμεν πολλάκις τὴν ψυχὴν ἐκ τῶν γονέων. ὡς ἐὰν λέγωμεν ὅτι· "ὁ Ἰακὼβ ὁ ἅγιος τοῦ θεοῦ ἐκ τοῦ Ἰσαάχ ἐστιν", οὐ τοῦτο λέγομεν ὅτι ᾗ ποιός ἐστιν καὶ ἅγιος, ἀλλ' οὗτος ᾧ συνέβη ἁγίῳ εἶναι, ἐκ τοῦ Ἰσαάχ ἐστιν. καὶ κατὰ τοῦτο οὖν λεγέσθω υἱὸς ἀνθρώπου ὁ θεὸς λόγος. "ἐὰν οὖν ἴδητε τὸν υἱὸν τοῦ ἀνθρώπου ἀναβαίνοντα ὅπου ἦν τὸ πρότερον", οὐδὲ τὸ σῶμα λαμβάνομεν, ἵνα μὴ προσκλιθῶμεν τοῖς λέγουσιν οὐρανόθεν αὐτὸν κεκομικέναι σῶμα. σχεδὸν δὲ πάντες οἱ αἱρεθικοὶ τοῦτο λέγουσιν, ὡς Μαρκίων, Βασιλείδης, Βαλεντῖνος. οὕτω δὲ πολλάκις καὶ λέγομεν ὅτι "σοφὸς ἀνήρ, ἅγιος, θεοῦ φίλος", υἱὸς δέ ἐστιν τῆσδε· μὴ γὰρ καθὸ τοιοῦτός ἐστιν, υἱός ἐστιν ἐκείνης. ἐν τοῖς συνθέτοις πολλάκις τὰ τῶν κατὰ μέρος περὶ τοῦ ὅλου λέγομεν· ὡς ἐὰν λέγωμεν "νοήμων ἄνθρωπος, συνετός, μνήμων, ὑγιὴς τὸ σῶμα, εὔμορφος, εὐμεγέθης", τὰ μὲν ἀπὸ τοῦ σώματος, τὰ δὲ ἀπὸ τῆς ψυχῆς λέγομεν· ἔνια γὰρ τῶν ὑπαρχόντων τῷ συνθέτῳ οὐ δύναται τῶν ἑνὶ ἑκάστῳ τῶν ἐν τῇ συνθέσει εἶναι. τὸ μέντοι γρηγορεῖν ἢ καθεύδειν οὐδὲ περὶ τῆς ψυχῆς λέγεται μόνης οὐδὲ περὶ τοῦ σώματος· οὐδὲ γὰρ ἡ ψυχὴ χωρὶς σώματος τοῦτο ποιεῖ οὐδὲ τὸ σῶμα ἄνευ τῆς ψυχῆς. περὶ τοῦ συνθέτου ἄρα λέγεται. "κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου". ἡ κτίσις τοῦ θεοῦ λέγεται εἶναί ποτε αὐτοῦ πρόσωπον· "ἐκ μεγέθους καλλονῆς τῶν κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς θεωρεῖται". οὐκ ἐν τῷ ἀποκρύφῳ αὐτοῦ προσώπῳ εἰσίν, ἀλλ' ἐν τῳ῀̣ προφανεῖ. ἐὰν ἰατρὸν ἴδῃς ἐργαζόμενον, τεχνικῶς ἐπιτελοῦντα, τὸ πρόσωπον αὐτοῦ ὁρᾷς· δείκνυσιν γὰρ τὰ τῆς ἰατρικῆς ἔργα τὸν ἰατρόν. ὅταν δὲ δυνηθῶμεν τὴν ἀναλογίαν τοῦ λόγου τῶν τεχνητῶν ἰδεῖν καὶ τὴν διάθεσιν τοῦ ποιοῦντος, οὐκέτι τὸ φανερὸν αὐτοῦ πρόσωπον ὁρῶμεν, ἀλλὰ τὸ κεκρυμμένον. οὕτω καὶ ἐπὶ θεοῦ λέγομεν ὅτι, ὅτε θεωροῦμεν τὰ δημιουργήματα, ἐκ τῶν δημιουργημάτων καὶ ἐκ τοῦ μεγέθους τοῦ κάλλους αὐτῶν τὸν ὄντα πέλαγος κάλλους καὶ μεγέθους θεόν, ἐν τῷ φανερῷ αὐτοῦ προσώπῳ ἔχομεν τὸν νοῦν. ὅταν δὲ σκοπήσωμεν, διὰ τί, φέρε, οὐρανὸν πεποίηκεν τ̣οι̣ῶσδε καί πως ἔχοντα καὶ διὰ τί τὸ τηνικαῦτα, εἰς τὸ ἀπόκρυφον τοῦ προσώπου αὐτοῦ εἰσήλθαμεν, εἰς τὸν λόγον καθ' ὃν ἐποίησεν. "ὁ λόγος σὰρξ ἐγένετο". ἴδε τὸ ἔξω πρόσωπον. "καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός". τὸ νοῆσαι ἀπόκρυφόν ἐστιν. τούτῳ οὖν συνφερόμενος καὶ ὁ ἀ154 πόστολος λέγει· "εἰ καὶ ἐγνώκαμεν κατὰ σάρκα Χριστόν, ἀλλὰ νῦν οὐκέτι γιγνώσκομεν". 21 ἀπὸ ταραχῆς ἀνθρώπων σκεπάσεις αὐτοὺς ἐν σκηνῇ, ἀπὸ ἀντιλογίας γλωσσῶν. οἱ ἄρτι ἀπὸ ταραχῆς ἀνθρώπων