1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

99

ῥυόμενοι καὶ ἀπαλλαττόμενοι σκέπονται ἐν προ̣κοπῇ· ὁ γ̣ὰρ ἐκκλίνας ἀπὸ τοῦ κακοῦ ἵνα τὸ ἀγαθὸν ποιήσῃ, οὐχ ἅμα τῇ ἐκκλίσει τῇ ἀπὸ τοῦ κακοῦ τελείως ἔχε̣ι τὸ ἀγαθὸν ἐν ἑαυτῷ. γίνεται μαθητὴς τῆς μονοτρόπου γλώττης, τῆς τοῦ θεοῦ γλώττης. λόγους δὲ σημαίνουσιν αἱ γλῶσσαι, καὶ πολλάκις τοῦτο ἀποδέδεικται· "ἐνέτειναν τὴν γλῶτταν αὐτῶν ὡσεὶ τόξον", τὸν λόγον αὐτῶν. καί· "θάνατος καὶ ζωὴ ἐν χειρὶ γλώσσης". οὐκ ἔχει ὅλως χεῖρα ἡ αἰσθητὴ γλῶσσα. ἐνέργ̣ειαν δὲ ἔχει· ὁ λόγος καλούμενος γλῶσσα. 22 εὐλογητὸς κύριος, ὅτι ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν π̣όλει περιοχῆς. ἐπιστήσας τοῖς εἰρημένοις καὶ ἐν γνώσει αὐτῶν γεγενημένος λοιπὸν εὐλογίας̣ τρόπῳ χαριστηρίους ἀναπέμπει αἴνους καὶ λέγει· "ἐθαυμάστωσεν τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς". ἔλεγον ὅτι τὸ πλῆθος τῆς χρηστότητος ἑαυτοῦ ἔκρυψεν ἐλέους ἕνεκα ἵνα ἐλεήσῃ. γνοὺς τὴν αἰτίαν τοῦ κεκρύφθαι τὸ πλῆθος τῆς χρηστότητος εὐλογεῖ τὸν τοῦτο πεποιηκότα καὶ λέγει ὅτι "ἐν τῇ πόλει τῆς περιοχῆς" τοῦτο πεποίηκαμεν. δυνάμεθα "πόλιν περιοχῆς" εἰπεῖν τὴν ἐνταῦθα ζωήν, τὴν ἐν τῷ κόσμῳ τούτῳ διατριβήν· τρόπον γάρ τινα ὡς ἐν φρουρᾷ περιεχόμεθα. ἐπειδὴ δὲ καὶ ἐν ταῖς Βασιλείαις λέγεται ἡ Σιὼν "πόλις περιοχῆς"-"τίς ἀπάξει με" γὰρ "εἰς πόλιν περιοχῆς"; -, ἐπαινετή ἐστιν αὕτη ἡ περιοχή, φρουρά ἐστιν ἀκαταμάχητος, ἄβλητον ἕρκος. "ἐθαυμάστωσεν" οὖν "τὸ ἔλεος αὐτοῦ ἐν τῇ πόλει τῆς περιοχῆς". εἴ τις ἔξω τῆς πόλεώς ἐστιν ταύτης, ἀγνοεῖ διὰ τί κρύπτει ὁ θεὸς τὸ πλῆθος τῆς χρηστότητος α̣ὐτοῦ. λέγομεν δὲ τοὺς μικροὺς εἶναι τοὺς φόβῳ κολάσεως μὴ πράττοντας τὸ κακόν. ἐπερ · "τὸ ἔλεος αὐτοῦ ἐμοὶ" οὐ κεῖται; -ἀφαιρεῖται τὸ μέγεθος τοῦ ἐλέους τοῦ θεοῦ, ἐὰν προσθῇς τὸ "ἐμοί". καθόλου ἐστίν. ποιοῦμεν ἐνίοτέ τινα. ἐὰν ποιήσωμεν ὅτι σπουδαῖος ἢ ὅτι ἐπιστήμων, οὐκ ἐκείνῳ πεποιήκαμεν μόνῳ, ἀλλὰ παντὶ σπουδαίῳ, παντὶ ἐπιστήμονι. οὐ δεῖ οὖν ἔχειν τὸ "ἐμοί". φίλαυτός τις προσέθηκεν αὐτό. 23 ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου Ἀπέριμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. περὶ τῆς προτέρας ἑαυτοῦ περιστάσε̣ως λέγει, ἐν ᾗ ἐζήτει καὶ ἐταράττετο. ἐκστὰς ἐπὶ τῷ μεγέθει τοῦ θαύματος. καὶ ἐκπλαγεὶς ἐπὶ τῇ οἰκ̣ονομίᾳ τῆς κρύψεως τῆς χρηστότητος τοῦ θεοῦ, ἔδοξα ἀπερῖφθαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν τοῦ θεοῦ, ὧν ἀπορίπτεται ἀπὸ προσώπου τοῦ θεοῦ ὁ ἀνάξια τοῦ προσώπου αὐτοῦ πράττων. πλὴν οὗτος οὔκ ἐστιν οὕτω κακὸς ὡς ὁ ἰδίᾳ προαιρέσει ἔξω τοῦ προσώπου τοῦ θεοῦ γινόμενος. ὁ Κάϊν οὖν τοιοῦτος ἦν· "ἐξῆλθεν" γὰρ "Κάϊν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ". αὐτομόλησεν πρὸς τὸ κακόν, ἀθεότητα ἠσπάσατο, ἀπρονοησίας γέγονεν εἰσηγη̣τής. περὶ μέντοι τοῦ Ἀδὰμ λέγεται ὅτι "ἐξέβαλεν" κύριος. ἐκβάλλεται δὲ ὁ ἐφιέμενος ἔσω εἶναι. οὐκ ἦν δὲ οὕτω κακὸς ὡς ὁ Κάϊν. καὶ οὗτος οὖν ὁ ταῦτα λέγων εἶπεν ὅτι· ἐπειδὴ τοιαῦτα ἐπέστησαν καὶ τοῦ κα̣τ' εἰκόνα τὴν οἰκονομίαν τοῦ κεκρύφθαι τὸ πλῆθος τῆς χρηστότητός σου ἀπὸ τῶν φοβουμένων σε, ἔδοξα ἀπορερῖφθαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου. δυνατὸν δὲ καὶ οὕτως· ὥσπερ πάντες οἱ τῇ πίστει προσεληλυθότες "σῶμα Χριστοῦ" εἰσιν "καὶ μέλη ἐκ μέρους", οὕτω καὶ τῶν θείων δυνάμεων, τῶν λογικῶν τὸ συνπλήρωμα σῶ155 μα θεοῦ ἐστιν. καὶ ὥσπερ ἐπὶ τῶν τοῦ Χριστοῦ μελῶν λέγομεν ὅτι οἱ διορατικοὶ ὀφθαλμοὶ λέγονται, οἱ δὲ πρακτικοὶ χεῖρες, οἱ "τῇ σπουδῇ μὴ ὀκνηροὶ" πόδες-τόδε "οὐ δύναται ὁ ὀφθαλμὸς εἰπεῖν τῇ χειρί· χρείαν σου οὐκ ἔχω", οὐδὲ ἡ χεὶρ δύναται εἰπεῖν· "οὔκ εἰμι ἐκ τοῦ σώματος, ἐπεὶ ὀφθαλμὸς οὔκ εἰμι". καὶ ὅρα γε· μείζ̣ων ἐστὶν ὁ ὀφθαλμὸς τῆς χειρός, καὶ οὐ δύναται οὗτος ὁ ὀφθαλμὸς ὁ διορατικὸς διὰ τὸ σκοπεῖν τὰς οἰκονομίας εἰπεῖν ὅτι· "χρείαν σου οὐκ ἔχω"· οἶδας γὰρ ὅτι ἔχει πρᾶξιν ἡ χεὶρ ἣν ὀφθαλμὸς προηγουμένως ποιεῖν οὐ δύναται. κα̣······ν̣ γοῦν καὶ οἰήσεώς ἐστιν τοῦτο ὅτι ὁ μείζω τῷ ἐλάττονι οὐ δύναται εἰπεῖν· "χρείαν σου οὐκ ἔχω". οἱ διορατικοὶ ἄνδρες ὀφθαλμοί εἰσιν τοῦ θεοῦ. καὶ λέγει· ἐπειδὴ ἐπέστησα πράγμασιν καὶ οὐκ ἐνόησα αὐτά, οὔκ εἰμι ὀφθαλμός.