100
εἶπον οὖν τοῦτο ὅτι· τάχα ἔξω τῶν ὀφθαλμῶν τοῦ θεοῦ γέγονα, τῶν διορατικῶν ἀνδρῶν καθορώντων τῇ διανοίᾳ. 23 διὰ τοῦτο εἰσήκουσας τῆς φωνῆς τῆς δεήσεώς μου. διὰ τοῦτο εἰσήκουσας ὅτι ἔγνων· τὸ ὅσον ἧκεν εἰς τὴν ἐμ̣ὴν ἄγνοιαν, ἀπερίφην ἀπὸ τῶν ὀφθαλμῶν τοῦ θεοῦ. 24 ἀγαπήσατε τὸν κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ. ὅσιοί εἰσιν οἱ τὸ πρὸς θεὸν δίκαιον κατορθοῦντες, οἱ τηροῦντες ἐκεῖνο ὃ εἶπεν ὁ σωτήρ· "ἀπόδοτε τὰ τοῦ θεοῦ τῷ θεῷ". "ἀγαπήσατε τὸν κύριον"· σκόπει πρὸς τί εἴρηται τοῦτο· ἀφ' ὧν ἀπεκρύβη τὸ ἔλεος τοῦ θεοῦ, φοβούμενοι ἦσαν. καὶ ἐλάβομεν τὸ τοῦ Ἰωάννου ῥητὸν καὶ ἐσαφηνίσαμεν οὕτως τό· "ἡ τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον, ὅτι ὁ φόβος κόλασιν ἔχει, ὁ δὲ φοβούμενος οὐ τετελείωται". ἡ τελεία οὖν ἀγάπη, ὅταν τις ἀγάπῃ τῇ πρὸς τὸ ἀγαθὸν φεύγῃ τὸ κακόν· οὐ διὰ φόβον κολάσεως ἐκτὸς τοῦ κακοῦ μένει, ἀλλ' ὅτι ἔρωτα ἔχει γνήσιον πρὸς τὸ ἀγαθόν. ἀσυνύπαρκτα δέ ἐστιν τὰ ἐναντία. 24 ὅτι ἀληθείας ἐκζητεῖ κύριος. μονογενής ἐστιν ἡ τοῦ θεοῦ ἀλήθεια· "ἐγὼ" γάρ "εἰμι ἡ ἀλήθεια", ὁ σωτὴρ λέγει. γίνεται δὲ ἐν τοῖς μετέχουσιν ἀλήθειά τις. καὶ ὥσπερ ἔχει ἐπὶ ἐπιστημῶν καὶ ἀρετῶν -οὐχ ἕκαστον τῶν ἐπιστημόνων λέγομεν πᾶσαν ἔχειν τὴν ἐπιστήμην, ἀλλὰ ἐπιστήμην τινά, τουτέστιν ἄτομον. ὅσοι οὖν ἐὰν ὦσιν οἱ ἐπιστήμονες, τοσαῦται ἄτομοι ἐπιστῆμαί εἰσιν, καὶ ὅσοι ἐὰν ὦσιν μετέχοντες τῆς ἀληθείας, τοσοῦτοί εἰσιν ἢ τοσαῦταί εἰσιν αἱ ἀλήθειαι ὅσοι οἱ μετέχοντες. ταῦτα δὲ πρὸ τοῦ τέλους λέγω· οὐκ ἔνι γὰρ ἐκεῖ εἰπεῖν οὐδὲ πολλοὺς ἀληθεῖς οὐδὲ πολλὰς ἀληθείας, οὐ πολ λοὺς ἐπιστήμονας, οὐ πολλὰς ἐπιστήμονας· εἰ γὰρ ἀπεντεῦθεν τῶν πιστευόντων γίνεται "καρδία μία καὶ ψυχὴ μία" καὶ "κατηρτισμένοι ἐν τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ"-εἰ καὶ μὴ ἐξ ὅλων, ἀλλὰ κατά τι μᾶλλον-, ἐπὶ πᾶσιν ἐν τῷ τέλει τῷ ἐσχάτῳ ὀρεκτῷ οὐκ ἔνι εἰπεῖν ἐπιστήμονα ἐπιστήμονος διαφέρειν. ὡς εἰ καὶ κατ' ὑπόθεσιν πάντες οἱ ἰατροὶ κατὰ πάντα τὰ μέρη τῆς ἰατρικῆς εἶχον αὐτὴν ἀνυπερβλήτως, οὐκ ἦσαν πολλοὶ ἰατροί· πολλοὶ ἄνθρωποι, ἀλλ' οὐ πολλοὶ ἰατροί. ἐπεὶ τοίνυν μία ἐστὶν ἡ ἀλήθεια-"ἡ χάρις" γὰρ "καὶ ἡ ἀλήθεια" παραγίνεται "διὰ Ἰησοῦ Χριστοῦ"-· μ̣ία οὖν δι' ἑαυτῆς ἡ ἀλήθεια γίνεται, οὐχὶ ἡ ὡς καθέκαστα ἀλήθεια δι' αὐτῆς. γίνονται διὰ τῆς μιᾶς, ὡς αἱ κατὰ μέρος ἀρεταὶ διὰ τῆς καθόλου καὶ αἱ καθέκαστα ἐπιστῆμαι διὰ τῆς καθόλου. ταύτας οὖν ἐκζητεῖ κύριος· διὸ σπουδάσατε ὡς οἷοί τέ ἐστε ἀλήθειάν τινα δέξασθαι· ταύτας γὰρ ἐκζητεῖ θεός. κἂν ἐπὶ τῶν πρακτικῶν ἀρετῶν λάβῃς, ἡ ἀλήθεια τῶν πρακτικῶν ἀρετῶν ἐκ τῆς διαθέσεως κρίνεται, εἰ δι' αὐτὸ τὸ δίκαιον μετέρχεταί τις αὐτό. ἐπεὶ τὸ "δικαίως τὸ δίκαιον διώξῃ", αὐτὸ τὸ δίκαιον δικαίως δίωξον, τὴν πρᾶξιν τοῦ δικαίου 156 δίωξον μετὰ διαθέσεως τῆς δικαιοσύνης. "ἀγαπήσατε τὸν κύριον, πάντες οἱ ὅσιοι αὐτοῦ". αἰτίαν δέδωκεν· ἐπεὶ "ἀληθείας ἐκζητεῖ κύριος", "ἀγαπήσατε κύριον", τὸν χορηγὸν τῶν ἀληθειῶν. οὕτω ἀκούομεν καὶ δικαιοσυνῶν πληθυντικῶς λεγομένων· "δίκαιος κύριος καὶ δικαιοσύνας ἠγάπησεν". ὅταν μέντοι περὶ τῆς καθό λου δικαιοσύνης, τῆς οὐσιώσεως λέγῃ· "δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν", τὸν σωτῆρα ὧδε δικαιοσύνην λέγει. καὶ γέγονεν ἡμῖν ὥσπερ σοφία, οὕτω καὶ δικαιοσύνη. 24 καὶ ἀνταποδίδωσιν τοῖς περισσῶς ποιοῦσιν ὑπερηφανίαν. ἐπεὶ τὴν σμικρότητα ἔδειξεν τῶν φοβουμένων, εἴρηκεν γὰρ καὶ ἀνθρώπους ταράττοντας αὐτούς, σοφιστάς τινας καὶ ἀπατεῶνας, τούτους ὑπερηφάνους εἶπεν. πε̣ρισσῶς δὲ ποιοῦσιν τὴν ὑπερηφανίαν. δυνατὸν δὲ καὶ οὕτω· πᾶσα κακία περιττὴ γίνεται, ἀντὶ τοῦ ματαίω̣ς. τοῦτο̣ γοῦν καὶ ἐν Παροιμίαις λέγεται· "μὴ φιλεχθρήσῃς πρὸς ἄνθρωπον μάτην"· οὐδὲ γὰρ φιλεχθρήσας δύνῃ τι αὐτῷ, εἰ μὴ θεὸς παραδῷ. ματαίως οὖν τοῦτο ποιεῖ. οὐ δεῖ δὲ τὰ μάταια σπουδάζειν. καὶ οὗτοι οὖν οἱ ὑπερήφανοι περιττῶς ποιοῦσιν ὑπερηφανίαν· οὐδὲ γὰρ πάντες καθ' ὧν ἐπαίρονται, ὑποχείριοι αὐτοῖς γενήσονται, εἰ μὴ θεὸς παραδῷ. 25 ἀνδρίζεσθε, καὶ κραταιούσθω ὑμῶν ἡ