1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

101

καρδία, πάντες οἱ ἐλπίζοντες ἐπὶ κύριον. εἰρηκὼς τὰ ἀγωνίσμ̣ατα πάντα ἀλείφει εἰς καρτερίαν, εἰς ἀνδρείαν. και`̣ οὐ τοὺς φοβουμένους λέγει, ἀλλὰ τοὺς ἐλπίζοντας. ἐλ̣έγ̣ομεν δὲ τούτους εἶναι τοὺς πόθῳ τῶν ἐπαγγελιῶν τὸ ἀγαθὸν ἐργαζομένους. οὗτοι οὖν ἑτοίμως ἔχουσιν πρὸς τὸ ἀνδρωθῆναι καὶ κραταιωθῆναι καὶ ἐνγίσαι τῷ θεῷ. κολλώμενος δὲ αὐτῷ ἕκαστος γίνεται ἓν πνεῦμα πρὸς αὐτόν. εἰ δὲ ἕκαστος τῶν κολλωμένων τῷ κυρίῳ ἓν γίνεται πρὸς αὐτόν, ὅταν πολλοὶ ὦσιν οἱ κολλώμενοι αὐτῷ, τρόπῳ μετουσίας οἱ πάντες ἓν πνεῦμα γίνονται.

1 Τῷ ∆αυίδ· συνέσεως. μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι. ἡ ἄφεσις τῶν ἁμαρτιῶν καινὴ γένεσίς ἐστιν, γένεσις ἐπὶ γενέσει. διὰ τοῦτο παλινγενεσία λέγεται. ὡς ἡ παλινωδία δηλοῖ ᾠδὴν ἐπ' ᾠδῇν, οὕτω καὶ ἡ π̣αλινγενεσία ἐπὶ φθασάσῃ γενέσει ἄλλη γένεσίς ἐστιν ἐπιγινομένη. ἔδει οὖν τὸν περὶ τῆς παλινγ̣ενεσίας ψαλμὸν ἐν ἀριθμῷ ἔχοντι ἀρετάς τινας κεῖσθαι. ἔστιν δὲ ἐκ τοῦ τετάρτου τετραγώνου πέντε πέντε καὶ προσθήκην λ̣αμβάνει τὸν πρῶτον τῶν τελείων τὸν ἕξ· ὁ γὰρ πρῶτος τῶν τελείων τῷ τετάρτῳ τῶν τετραγώνων προσλημφθεὶς ἀποτελεῖ τὸν τριάκοντα ἕνα. τὸ πέντε πέντε τετράγωνός ἐστιν. τετράγωνός ἐστιν ὁ ἰσάκις ἴσος. οὗτοι οὖν προ̣σ̣τεθέντες οἱ ἀριθμοὶ πεποίηκαν κατάλληλον τῇ παλινγενεσίᾳ· δεῖ γὰρ ἐκ τελείου ἀριθμοῦ ἔχειν τὴν σύνστασιν καὶ ἐκ τετραγώνου διὰ τὸ βέβαιον. ἡ προτέρα γένεσις εὔσειστος γέγονεν. ἀπάτη τοῦ ὄφεως ἀπέστησεν τοὺς πρωτοπλάστους ἀπὸ τῆς τελείας ἀρετῆς καὶ τῆς τηρήσεως τῆς θείας ἐντολῆς ἧς θεόθεν εἰλήφεσαν. ἔδει οὖν βεβαιοτέραν εἶναι τὴν δευτέραν γένεσιν. ἔχει τὸ βέβαιον ἐκ τοῦ τετραγώνου, ἔχει καὶ τὸ τέλειο̣ν̣ ἐκ τοῦ ἓξ τῷ ἀνενλιπῆ εἶναι τὸν ἀριθμὸν τὸν ἐκ τῶν ἑαυτοῦ μερῶν συντιθέμενον καὶ ἀπαρτιζόμενον. καὶ τοῦτο δὲ λεκτέον· εἰ καὶ τετράγωνός ἐστιν ὁ εἰκοσι πέντε, ἀλλὰ ἀπὸ αἰσθητῶν ἔχει τὴν ἐπικοίλισιν· τὰ γὰρ αἰσθητὰ πέντε τυγχάνει, τὸ ὁρατόν, τὸ ἀκουστόν, τὸ γευςτόν, τὸ ὀσφρητόν, τὸ ἁπτόν. ὁ´̣μως καὶ ἐν τοῖς αἰσθητοῖς ἐστιν τελειότης καὶ βεβαιότης· δίδοται γὰρ τὸ ἐπαινετὸν καὶ αἰσθητῶς, τελειοῦται δὲ διὰ τῆς ἑξάδος, διὰ τῆς τελειότητος. καὶ τοῦτο δὲ ἰστέον· ὁ πρὸ τούτου ψαλμός-φημὶ δὲ ὁ τριακοστός-τὴν ἀνθρωπίνην περιέχει γένεσιν· τριακοντού157 της τις γὰρ γεγενημένος δύναται πάππος εἶναι καὶ μάμμη ἡ τελειοῦσα τριάκον̣τα ἐτῶν γενομένη. ταῦτα καὶ οἱ παῖδες τῶν ἰατρῶν λέγουσιν· δεκατεσσάρων τις ἐτῶν γεγενημένος γόνιμον δύναται προϊέναι σπέρμα. ἐὰν οὖν τοῦτο καταβληθῇ εἰς τὸ ἐργαστήριον τῆς φύσεως, ἀποτελεῖται ζῷον καὶ γεννᾶται τῷ πεντεκαιδεκάτῳ ἔτει. εἶτα αὐτὸ τοῦτο πάλιν δεκατεσσάρων ἐτῶν γεγενημένον δύναται γόνιμον εἶναι, καὶ εἰς τριακοςτὸν ἔτος πάππος ἀποδείκνυται. ἡ τριγένεια δὲ μάλιστα ἐν τοῖς ὑπὸ γένεσιν προτέρ̣α̣ν ταύτην ἔχει τὴν τελείωσιν. αὕτη οὖν ἡ γένεσις ἀνθρωπικωτέρα οὖσα προϋπάρχει τῆς γενέσεως τῆς δευτέρας, ἥτις κατὰ τὸν ἀριθμὸν τὸν εἰρημένον κεῖται βεβαιότητα ἔχοντα διὰ τὸν εἰκοσιπέντε καὶ τελ̣ειότητ̣α δ̣ιὰ τὸν ἔξ. λοιπὸν ἴδωμεν τὴν ἀρχὴν αὐτοῦ τοῦ ψαλμοῦ τί μυστήριον περιέχει. ὁ ψαλμὸς "συνέσεως" ε᾿̣π̣ιγέγραπται, "τῆς συνέσεως τοῦ ∆αυίδ", ἵν' ὁ νοῦς ὁ περιεχόμενος ἐν τοῖς στοιχείοις, ὡς ἐὰν λέγῃς περ̣ὶ ἰατρικῶν θεωρημάτων ὅτι· τῆς συνέσεως τοῦδέ ἐστιν τοῦ ἰατροῦ τὰ γεγραμμένα, κατὰ μὲν Πέτρο̣ν Γαληνοῦ, κατὰ δὲ ἄλλους Μενεμάχου. "συνέσεως" οὖν "τοῦ ∆αυίδ". ἡ σύνεσις δὲ τοῦ ∆αυὶδ οὐκ ἀνθρωπικωτέρα ἐστίν, ἀλλὰ θεία, ἥτις καὶ πρᾶξιν ἔχει συνεζευγμένην· λέγεται γάρ· "σύνεσις δὲ ἀγαθὴ πᾶσιν τοῖς ποιοῦσιν αὐτήν". ἔστιν σύνεσις ἰσοδυναμοῦσα σοφίᾳ, ὡς ἐὰν λέγηται· "πνεῦμα σοφίας καὶ συνέσεως". αὕτη ἡ σύνεσις θεωρητική ἐστιν, περὶ τὰ μυςτήρια τῆς εὐσεβείας καὶ τὰ δόγματα τῆς ἀληθείας ἔχει. ἡ δὲ ἄλλη ἡ πρακτικ̣η´̣ ε᾿̣σ̣τιν, ἡ ποιουμένη· "σύνεσις" γὰρ "ἀγαθὴ πᾶσιν τοῖς ποιοῦσιν αὐτήν".