102
ἔχει δὲ καὶ ἡ πρακτικὴ ἀρετὴ συ´̣νεσιν καὶ γνῶσιν· πόθεν γὰρ ἴσμεν εἰ πρακτικὰ ἢ ἠθικά εἰσιν, ἐὰν μὴ συνῶμεν αὐτά; καὶ ὁ Παῦλος γοῦν ὑπ̣οθήκας πρακτικὰς γράφων λέγει· "δῴη σοι ὁ θεὸς σύνεσιν ἐν πᾶσιν". περὶ τῶν προσφορῶν ἔλεγεν, περὶ τοῦ δεῖν τὸν διδάσ̣καλον τρέφεσθαι παρὰ τῶν παιδευομένων. καὶ ἐπεὶ ἐδόκει περὶ αὐτὸν εἶναι ἢ αὐτὸς ὁ διδάσκαλος τὸ δεῖν τὸν διδ̣άσκαλον ἐπικουρεῖσθαι παρὰ τῶν μαθητῶν ἐπικεκρυμμένως αὐτὸ εἰρηκὼς λέγει· "δῴη σοι ὁ θεὸς σύνεσιν ἐν πᾶσιν". πολύτροπος οὖν ἐστιν ἡ σύνεσις, ὁμώνυμός ἐστιν ἡ λέξις, πολλὰ σημαινόμενα ἔχει. ἐπεὶ δὲ περὶ κεκρυμμένων ἐνταῦθα λέγει, κεῖται τὸ κατὰ τὴν γνῶσιν, τὸ συγγενὲς τῇ σοφία· μυστήρια γὰρ περιέχει ὁ ψαλμός. καὶ τοῦτο δὲ λεκτέον· ἀδύνατόν ἐστιν γραμματικοὺς λόγους νοῆσαι, ἐὰν μή τις ἔχῃ γραμμάτων σύνεσιν, καὶ οὐχ οἷόν τέ ἐστιν φιλοσόφους νοῆσαι λόγους, ἐὰν μὴ τοῦ εἰσηγουμένου θεωρήματος αὐτῶν γνῶσιν τις ἔχῃ. οὕτω καὶ τὰ τοῦ θεοῦ ἀδύνατόν ἐστιν νοῆσαι χωρὶς θεϊκῆς σ̣υνέσεως. διὰ τί δὲ τῷ ∆αυὶδ μόνῳ χαρίζεται ἢ λέγεται ἀπὸ τῆς τοῦ ∆αυὶδ ἡ σύνεσις; -σκόπει ὅτι τὰ ἰδιώματα ὁτὲ μὲν ἀπὸ τοῦ διδόντος ὁτὲ δὲ ἀπὸ τοῦ λαμβάνοντος γνωριζόντων. αὐτίκα γοῦν καὶ τὸ ἅγιον πνεῦμα ἐν τῇ γραφῇ λέγεται ὁτὲ μὲν Ἠλία ὁτὲ δὲ Ἰωάννου. ὡσαύτως καὶ τὸ εὐαγγέλιον ὁτὲ μὲν θεοῦ λέγεται ὡς τοῦ θεοῦ διδόντος αὐτὸ καὶ συντάττοντος· "ἀφωρισμένος" γὰρ "εἰς εὐαγγέλιον θεοῦ", ὁτὲ δὲ ἀπὸ τοῦ διακονοῦντος αὐτό· "κατὰ" γὰρ "τὸ εὐαγγέλιόν μου", καὶ αὐτῶν τῶν εὐαγγελιζομένων ποτὲ λέγεται τῶν εἰληφότων τὸ εὐαγγέλιο̣ν, ὁτὲ δὲ καὶ ἀπολελυμένως· "μετανοεῖτε καὶ πιστεύετε ἐν τῷ εὐαγγελίῳ". τὰ τοιαῦτα ὀνόματα ὁ´̣ταν μετὰ καὶ ἄνευ προσθήκης τὸ αὐτὸ σημαίνουσιν, μετὰ θείας προσθήκης κ̣αὶ ἄνευ ταύτης ἐστίν, ὡς ἔλε158 γον, ἁπλῶς εὐαγγέλιον καὶ εὐαγγε´̣λιον θεοῦ. ταὐτὸν οὖν ἐστιν εἰπεῖν ἁπλῶς εὐαγγέλιον καὶ εὐαγγέλιον θεοῦ. οὕτως οὖν σύνεσις ἀπὸ μὲν τοῦ δ̣ιδόντος θεοῦ ἔστιν, ἀπὸ δὲ τοῦ εἰληφότος προφήτου καὶ ἱεροψάλτου αὐτοῦ λέγετ̣αι ἡ σύνεσις εἶναι. 1 μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. διαφέρει ἁμαρτία ἀνομίας. ἀνομία ἐστὶν ἡ ἁμαρτητικὴ πρᾶξις τοῦ νόμον μὴ ἔχοντος· παράνομος γὰρ λέγεται ὁ παραβάτης νόμου. "παρανομίαι ἄνδρα ἀγρεύουσιν". καί· "φησὶν ὁ παράνομος τοῦ ἁμαρτάνειν ἐν ἑαυτῷ". εἰ καὶ ἄλλῳ τρόπῳ η῾̣ ἁμαρτία καὶ η῾̣ ἀνομία ταὐτόν ἐστιν· τοῦτο γὰρ Ἰωάννης ὁ θεῖος ἐν τῇ κατ' αὐτὸν ἐπιστολῇ γράφει· "πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν καὶ τὴν ἀνομίαν ποιεῖ, καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία". εἰ τοίνυν ἥμαρτεν, ἀνομία ἐστίν πως· ἀλλ̣ὰ δυ´̣ο αὐτὰ λ̣έγει. συνπλεκτικῷ γοῦν συνδέσμῳ δήσας ἔδειξεν ὅτι δύο εἰσίν. εἶτα· "καὶ ἡ ἁμαρτία ἐστὶν ἡ ἀνομία". οἷον γένος ἐστὶν ἡ ἁμαρτία τῆς ἀνομίας· ἔλεγον γὰρ εἶδος εἶναι ἀνομίας, ὅταν ὁ πράττων κακῶς νόμον οὐκ ἔχῃ. λέγεται δὲ καὶ αὕτη ἁμαρτία καὶ ἡ τοῦ νόμου παράβασις ἢ παρακοὴ ἣν εἶπον παρανομίαν. ὡς ἐὰν λέγω· "πᾶς ὁ ἔχων ἵππον καὶ ζῷον ἔχει", γένος ἐστὶν τὸ ζῷον. οὐ πᾶς ὁ ἔχων ζῷον ἔχει ἵππον, ὁ δὲ ἵππον ἔχων ἔχει ζῷον. ὁ ἔχων τὰ εἴδη τὸ γένος τὰ εἴδη ἔχει. οὕτως οὖν καὶ ἐνταῦθα λέγει, ὡς τὴν αὐτὴν ἀνομίαν καὶ ἁμαρτίαν λέγει. κατ' ἐπίνοιαν δὲ ἔχει τὴν διαφοράν, ὅτι ἡ μὲν καθόλου, ἡ δὲ ἐν μέρει ἐστίν, ἡ μὲν γένος ἐστίν, ἡ δὲ εἶδος· ἔλεγον γάρ, ὅτι τὸ τῆς ἁμαρτίας ὄνομα καὶ κατὰ τῆς παρανομίας καὶ τῆς ἀνομίας κεῖται. ἁμ̣αρτ̣άνουσιν οὖν ἑκάτεροι· "ὅσοι γὰρ ἀνόμως ἥμαρτον". ἰδοὺ οὗτοι οἳ χωρὶς νόμου εἰσίν, ἁμαρτάνουσ̣ι̣ν̣. "καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον"· οὗτοί εἰσιν οἱ σοφίαν ἔχοντες, οἱ παράβασιν νόμου ἔχοντες. ἀμφότεροι̣ "ἥμαρτον". ἄφεσις δὲ ἀνομιῶν γίνεται, ὅταν ὁ θεῖος νόμος, ὁ πνευματικός, ὁ "ἐπιστρέφων ψυχὰς" κρατήσῃ τῶν ἀνομούντων. τότε ἀφίενται αἱ ἀνομίαι. καὶ λέγω οὕτω ἡ ἄφεσις τῶν ἁμαρτημάτων μη`̣ γι´̣νεται εὐθέως. ἀφίησιν Ἰησοῦς ἐὰν λέγῃ ὅτι· "ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου ἁμαρτίας ἀφιέναι". καί· "τέκνον, ἀφίενταί σου αἱ ἁμαρτίαι"· μὴ γὰρ τοῦτο λέγει ὅτι· "ἰδοὺ