103
ἀφέθησάν σου αἱ ἁμαρτίαι". δύναμιν δέδωκεν καινοποιοῦσαν. ἡ ἐνέργεια δὲ προσγεν̣ομένη ἔφθειρεν τὴν κακίαν. μακαρίζονται οὖν ἐκεῖνοι ὧν αἱ ἁμαρτίαι ἀφέθησαν. λοιπὸν ἐπανέχου̣σιν τῷ ἀμώμῳ νόμῳ τοῦ θεοῦ τῷ ἐπιστρέφοντι ψυχάς. ἄφεσις οὖν ἁμαρτιῶν γίνεται ὅταν προσέλθῃ θεῖος νόμος ὁ κατὰ τὸ εὐαγγέλιον· τοῦτο γάρ ἐστιν ὁ "πνευματικὸς νόμος" ᾧ ψυχαὶ ἐπιστρέφονται, ὡς εἶπον. καὶ αἱ κατὰ παράβασιν νόμου ἐπιγινόμεναι καὶ ἐπιδιδόμεναι ἁμαρτίαι ἔχουσιν ἐπίκρυψιν. αἱ μὲν ἁμαρτίαι ἐπικρύβονται. ἀδύνατον δὲ τοὺς ἅπαξ βαπτισθέντας πάλιν τυχεῖν τοῦ λουτροῦ. ἐπικρύβονται δὲ δι' ἔργων μετανοίας. ἀλλὰ λέγεις ὅτι ἐπικεκρυμμέναι μὲν αἱ ἁμαρτίαι ὑπὸ τὸ κάλυμμα σῴζονται. οὐχὶ "ἀγάπη", φησίν, "καλύπτει πλῆθος ἁμαρτιῶν"; μὴ γὰρ καθάπαξ ἀφανίζει τὰ ἁμαρτήματα, ἀλλ' ἑτέρῳ τρόπῳ· ὁ γὰρ ἀγαπῶν ἔργα ἀγάπης ἐκπονεῖ· οὐ γάρ που δεικνύων τις ἀγάπην πρὸς τὸν πλησίον καταλαλεῖ αὐτοῦ, λοιδορεῖ αὐτόν, ἀδικεῖ. ὅταν δὲ τοῦτο ποιῇ, ἔχει οὗτος μὴ ἀγάπην εἰς αὐτόν. ἐπικρύβεται ταῦτα πάντα οὐκέτι ἐνεργούμενα, οὐχ ὅτ̣ι πεπρεμνισμένα εἰσὶν κρυπτόμενα ὑπ' αὐτῆς, ἀλλ' 159 ἡ ἀγάπη ἐπελθοῦσα ἔκρυψεν ἐκεῖνα, τουτέστιν ἀπέστησεν αὐτά, ἔξω αὐτὰ πεποίηκεν. εἰ δὲ δεῖ καὶ μικρολογήσασθαι, η῾̣ ἀγάπη ἐπελθοῦσα παύ ει τὴν κατ' ἐνέργειαν ἁμαρτίαν σῳζομένης λοιπὸν τῆς δυνάμεως. εἴ τις ἐπικρύβεται, ἡ ἐνέργεια· οἷον ὁ μετανοήσας λῃστὴς εἶχε κατ' ἐνέργειαν ἁμαρτίαν· μετάνοιαν ἔσχεν· ὁ σωτὴρ ἄφεσιν αὐτῷ ἔδωκεν· αἱ ἐνέργειαι καθ' ἃς ἐλῄστευεν, ἀπεβλήθησαν. μένουσιν δὲ αἱ δυνάμεις, ἐπικρύβο̣ν̣τ̣αι δέ. οὐ γὰρ προσεκτέον τοῖς λέγουσιν ὅτι στέρησίς ἐστιν ἡ κακία. εἰσίν τινες, καὶ αἵρεσίς γε ὅλη τῶν _0__Σ_τ_ο0_1___∆_ω_ν_α_τ_1ικῶν τοῦτο λέγουσα ὅτι· "ἀδύνατόν ἐστιν τὸν ἀποβαλόντα ἀρετὴν ἀναλαβεῖν". ὡς ἀδύνατόν ἐστιν τὸν αἴσθησιν ἀποβαλόντα ἀναλαβεῖν, καὶ δια`̣ τ̣οῦτο στέρησις ἡ τυφλότης καὶ ἡ κωφότης, οὕτω καὶ περὶ τῆς ἀρετῆς διανοοῦνται. ἡμῖν δέ, ὅσοι ἁπλούςτεροι, μᾶλλον δὲ ἀμαθοφλύαροι, λέγουσιν ὅτι οὐκέτι ἔνι τοιοῦτο· λέγουσιν γὰρ ὅτι οὐκ ἔνι μετὰ ταῦτα μετάνοια, οὐκ ἔνι ἀναλαβεῖν ἀρετήν, ἀλλὰ εἰς τοὺς αἰῶνας τῶν αἰώνων μένει ἡ κακία καὶ φέρει κατάλληλον κόλασιν. ἐπικρύβονται οὖν αἱ ἁμαρτίαι τούτῳ ᾧ εἶπον τρόπῳ· εἰς δύναμιν ἐ´̣ρχονται· μακάριον γάρ ἐστιν τὸ δύναμιν ἔχειν κακίας. ἀσυνύπαρκτά ἐστιν τὰ ἐναντία. ὁ ἔχων κατ' ε᾿̣νέργειαν τὴν ἀρετήν, δύναμιν ἔχει κακίας, καὶ μακάριόν γέ ἐστιν τοῦτο. οὐ δεῖ οὖν δυνάμει ἔχειν τὴν ἀρετήν, ἀλλ' ἐνεργείᾳ. διὰ τοῦτο καὶ ἐξ ἀρχῆς ὁ θεὸς ποιήσας τὸν ἄν θρωπον "κατ' εἰκόνα καὶ ὁμοίωσιν" τὴν ἑαυτου῀̣ κ̣αὶ "εὐθῆ", διὸ ὥσπερ ἐν προχρείᾳ ἦν τὸ ἀγαθόν, εὐθὺς καὶ νόμον δέδωκεν κωλυτικὸν ἁμαρτίας, ἵν' ἡ ἁμαρτία ἀε̣ὶ ἐν δυνάμει μένῃ. 2 μακάριος ἀνήρ, ᾧ οὐ μὴ λογίσηται κύριος ἁμαρτίαν, οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. ἔλαβεν αὐτὸ ὁ Παῦλος περὶ τῶν ἐκ περιτομῆς καὶ περὶ τῶν ἐθνῶν· "ὁ μακαρισμός", λέγει, "οὗτος ἐπὶ τὴν περιτομὴν καὶ ἐπὶ τὴν ἀκροβυστίαν". ἐπὶ νόμον ἔλαβεν ἐν ἐκείνῳ τῷ εἰργμῷ τοῦ ῥητοῦ τὸν ἀγαθόν, ἐπὶ τὸν ἀγαθὸν νόμον. ἄνομοί εἰσιν οἱ ἀπὸ τῶν ἐθνῶν· "νόμον" γὰρ "μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος". ὡς δὲ προσεκλήθησαν τῷ ἀληθιν̣ῷ, οὐ τῷ κατὰ τὴν κοινὴν ἔννοιαν, οὐκέτι ἄνομοί εἰσιν. δύναται δὲ ὁ μακαρισμὸς ἀμφοτέρων εἶναι τω῀̣ν ἀνόμων, τῶν ἐθνῶν ἢ τῶν ἁμαρτίας ἐχόντων ἐπικρυβομένας, τῶν Ἰουδαίων. ἔσχον δὲ νόμον̣ πρ̣ο´̣τεροι ὥστε διαστολὴ τῆς περιτομῆς πρὸς τὴν ἀκροβυστίαν γίνεται. ὑπῆρχε δὲ τοῦτο πρὸ τοῦ εὐαγγελίου ὅτε τὸ τ̣ῶν ἀνθρώπων γένος εἰς δύο ἀνθρώπους διῄρητο, εἰς περίτομον καὶ ἀκρόβυστον. ὅτε δὲ ἐλθ̣εῖν εὐδόκησεν ὁ κύριος̣ ἡμῶν, ἀμφότερα τὰ τάγματα συνῆψεν τοὺς δύο εἰς ἕνα καινὸν ἄνθρωπον κτίσας. ὁ καινὸς οὔκ ἐστιν ἐθνικός, ὁ καινὸς οὔκ ἐστιν ἐκ περιτομῆς, ἀλλ' εἷς καινὸς ὥσπερ καὶ γέγονεν ἐν ἀρχῇ εἷς ἄνθρωπος· οὐ γὰρ ἦν διαφορ̣ὰ περιτομῆς καὶ ἀκροβυστίας τότε. ὥσπερ οὖν ὁ ἐκ περιτομῆς καὶ ὁ Ἕλλην εἰς ἕνα καινὸν