1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

104

ἄνθρωπον κτ̣ίζονται διὰ μετανοίας, διὰ τοῦ ἐπιγνῶναι τὴν προτέραν ἀναστροφήν-ἡ προτέρα δὲ ἀναστροφὴ ἡ πρὸ τοῦ νόμου εὐαγγελική ἐστιν. ἄν ποτε γοῦν χλευάζωσιν Ἕλληνες λέγοντες ὅτι· "ὀψέ ποτε ὁ Χριστιανιςμὸς εἰς μέσον ἤχθη· ἡμεῖς δὲ πρότεροί ἐσμεν", δεικνύομεν ὅτι πρὸ Μω̣σέως καὶ πρὸ τοῦ τὰ ἀγάλματα εἰς μέσον ἔλθῃ καὶ αἱ ποιήσεις τῶν εἰδώλων ἡ πολιτεία τῶν ἀνθρώπων τοιαύτη ἐστίν, οἵαν ἔχουσιν νῦν Χριστιανοὶ κατὰ πρακτικὴν καὶ διανοητικὴν ἀρετ̣ὴν διάγοντες. εἰς ἐκεῖνον οὖν τὸν ἕνα ἄνθρωπον ἔκτισεν καὶ καινὸν αὐτὸν πεποίηκεν, καινὸν οὐχ ἕτε̣ρον, ἀλλὰ καινὸν διαστελλό160 μενον πρὸς παλαιόν. ὅταν διαδοχὴ τῶν ἐντολῶν γένηται, παλαιὰ ἐκείνη γίνεται, ὡς πολλάκις εἰρήκαμεν ὅτι ὁ ἐπελθ̣ὼν νόμος παλαιοῖ τὸν πρότερον. οὕτω γοῦν καὶ ἡ τῶν Ἰουδαίων ἡ κατὰ τὴν σκιὰν παλαιά ἐστιν, ἐπεὶ διεδέχθη ἀπὸ τοῦ εὐαγγελίου. ἐπειδὴ δὲ ἀδιάδοχός ἐστιν ἡ τοῦ εὐαγγελίου-κἂν ὁ οὐρανὸς οὖν καὶ ἡ γῆ παρε´̣λ̣θ̣ῃ̣, μένουσιν οἱ Ἰησοῦ λόγοι-, διὰ τοῦτο καινὴ διαθήκη λέγεται, ἐπειδὴ ἀδιάδοχός ἐστιν. διεδέχθη οὖν καὶ ο῾̣ βίος ὁ τῶν ἀνόμων καὶ ὁ τῶν ἁμαρτωλῶν· τῶν μὲν γὰρ ἀφέθησαν αἱ ἀνομίαι, τῶν δὲ ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι, καὶ λοιπὸν ἄνθρωπος γέγονεν. οὐκέτι περὶ ἀνόμου λέγει ἢ ἁμαρτωλοῦ, καὶ λέγει· "μακάριος ἀνήρ, ᾧ οὐ μὴ λογίσεται κύριος ἁμαρτίαν". πρόσεχε ὅτι ἔλεγον· γένος ἐστὶν τῆς ἀνομίας ἡ ἁμαρτία. δύναται καὶ εἰς τὸν "ὑπογραμμὸν" τῶν σῳζομένων ἀναφέρεσθαι, τὸν κυριακὸν λέγω ἄνθρωπον. μακάριός ἐστιν οὗτος· οὐ γὰρ λογίζεται αὐτῷ ἁμαρτία· οὐ γὰρ ἔγνω αὐτὴν οὐδὲ ἐποίησεν. "οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος". ὁ "λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ" κατὰ τὸν ψαλμὸν τὸν τοῦτο λέγοντα· "πορευόμενος ἄμωμος καὶ ἐργαζόμενος δικαιοσύνην, λαλῶν ἀλήθειαν ἐν καρδίᾳ αὐτοῦ", ὁ ἐν καρδίᾳ αὐτοῦ λαλῶν ἀλήθειαν οὐκ ἔχει δόλον ἐν τῷ στόματι, ου᾿̣κ ἔχει δεδολωμένον λόγον. εὖ δὲ καὶ τὸ φάναι· "οὐδὲ ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος". ἔνιοι οὐκ ἔχουσιν ἐν τῷ στόματι δόλον, ἐν τῇ καρδίᾳ δὲ ἔχουσιν· "ἡ καρδία σου" γάρ, λέγεται πρός τινα, ἐστὶν "πλήρης δόλου". καὶ πρὸς τὸν Ἐλύμαν τὸν μάγον ὁ ἀπόστολος εἶπεν· "ὦ πλήρης παντὸς δόλου". μέγα οὖν ἐστιν τὸ μὴ ἔχειν ἐν τῷ στόματι δόλον, ὅταν ἡ καρδία μὴ ἔχῃ δόλον· ἐνχωρεῖ γὰρ πανοῦργόν τινα πάν̣τα λαλεῖν τοιαῦτα ὡς δοκεῖν μὴ δόλον ἔχειν. καὶ λέγω· οὐδένα ἔχει δόλον ἐν στόματι ω῾̣ς οἱ σ̣ο̣φισταί· οὐ τοὺς διδασκάλους τῶν ῥητόρων λέγω, ἀλλὰ τοὺς σοφιστικοὺς τοὺς ψ̣ευδ̣ομ̣ένους τοῖς σοφίσμασιν. σόφισμα ψεῦδός ἐστιν· κἂν γάρ ποτε ἐξ ἀληθῶν λημμάτων ᾖν γινο´̣μ̣ενον, ἀλλὰ τὸ συνπέρασμα ψεῦδός ἐστιν. 3 ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν. ὑπερβατῶς τοῦτο κεῖται· "ὅτι ἐσίγησα ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν, ἐπαλαιώθη τὰ ὀστᾶ μου". ἐσφαλμένως δὲ τέθειται τὸ "ἐπαλαιώθη τὰ ὀστᾶ μου" οὕτως· "ὅτι ἐσίγησα" ταῦτα, τὸ "ἐπαλαιώθη τὰ ὀστᾶ μου ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν". οὐκ "ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν" "πεπαλαίωνται τὰ ὀστᾶ μου", ἀλλ' "ὅτι ἐσίγησα ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν"· πρὸ τούτου γὰρ εἶχον τὴν ἡμέραν ἣν "ὁ ἥλιος τῆς δικαιοσύνης" ποιεῖ. καὶ ἐβόων δὲ τοῦτο μὲν εὐχόμενος, τοῦτο δὲ δοξολογῶν τὸν θεὸν τὸν χαριζόμενόν μοι τὴν ἡμέραν. ἐπεὶ οὖν ἐσίγησα ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν, πεπαλαίωνται τὰ ὀστᾶ μου. εἴρηται δὲ ἡμῖν καὶ πρὸ τούτου ὅτι ὀστᾶ λέγει τὰς εὐτόνους δυνάμεις τῆς ψυχῆς καὶ τὰ δόγματα τῆς εὐσεβείας. ὡς δὲ τὰ ὀστᾶ ταῦτα διακρατεῖ ὅλον τὸ σῶμα-ἐξ αὐτῶν γὰρ καὶ τὰ φλέβια καὶ πάντα ἤρτηται. λέγεται οὖν· "πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, τίς ὅμοιός σοι"; οὐ ταῦτα τὰ ὀστᾶ αἴσθ̣ησιν ἢ νόησιν ἔχει. πριζόμενα γοῦν αὐτὰ οὐκ αἰσθάνονται. "ἐπαλαιώθη" οὖν "τὰ ὀστᾶ μου". διεδέχθη. ὅτε ἦν θεῷ ἡνωμένα, τότε ἔκραζον ὅλην τὴν ἡμέραν. ἐπειδὴ δὲ σιωπὴ τὴν κραυγὴν διεδέχθη, πεπαλαίωνται τὰ ὀστᾶ μου. ἤδη δὲ εἶπον ὅτι τὰ ἀδιάδοχα 177 32,13 εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων. βληθέντος "τοῖς