1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

106

εἰσιν. ἐκεῖνο οὖν μεμυθεύσθω. δῶμεν δὲ ὅτι καὶ γέγοναν ἄνθρωποι τοιοῦτοι ····· ····· ····· ····· ·····ο̣υσαν. δύσκολον οὖν ἐστιν συντροχάσαι πρόσωπον προσώπῳ ἐν ὁμοιότητι ····· ····· ····· ····· ··ε̣ιν ἐπιγιγνώσκουσιν. "ὥσπερ" οὖν "οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ καρδίαι τῶν ἀνθρώπων" ὅμοιαι. ἀμέλει γοῦν "οὐδεὶς οἶδεν τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ". εἰ οὐδεὶς οἶδεν τὰ τοῦ ἀνθρώπου εἰ μὴ τὸ πνεῦμα τὸ ἐν αὐτῷ, τὰ τῶν ἀνθρώπων κατ' ἰδίαν πέπλασται ἕκαστα. πλάσιν δὲ ἐνταῦθα τὴν ὡσανεὶ κρᾶσιν καὶ ····· ····· ····· ····· ··· εἶπον γὰρ ὅτι οὐχ ὑποπίπτουσιν τῇ αἰσθητικωτέρᾳ πλάσει ὥσπερ πηλὸς κεραμικός ····· ····· ····· ··· τὰς καρδίας, οἶδεν πάντα τὰ ἔργα αὐτῶν· ἐπεὶ γὰρ κυρίως ἔργα τις οἶδεν, ἐὰν ἐκ τῆς ····· ····· ····· ····· ····εν̣ αὐτά. ἐλέγομεν καὶ ἄλλοτε ὅτι ὁ ἐπιστάνων μηχανικοῖς ποιήμασιν τὸν νοῦν ····· ····· ····· ··· · ··· δύνασαι κρῖναι εἰ καλῶς ἢ οὐ καλῶς ἔχει τὰ μέρη τοῦ ὡρολογίου. καὶ ἐπὶ εἰκόνος ····· ····· ····· ·· οὐ συντροχάζει οὖν καρδία πρὸς καρδίαν. διὸ μόνος αὐτὸς "καρδιογνώστης πάντων" λέγεται κατὰ τὴν εὐχὴν τὴν ἀναπεμφθεῖσαν ὑπὸ τῶν ἀποστόλων, ὅτε ἐκλογὴν ἐποίουν οἱ μαθηταὶ δεσ····· ····· ····· ····· ·· οὐδ̣εὶς ἄλλος δύναται τὴν καρδίαν τοῦ ἀνθρώπου φωρᾶσαι. διὸ οὐ δύναται διαστεῖλαι καρδίαν ἀπὸ καρδίας. καὶ ὁ Ἰὼβ λέγει· "ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων". εἰ καὶ ἄλλος παρίστατο ····· ····· ····· ····· ····· ·· τοῦ θεοῦ τοῦτο. κατὰ μόνας πλάττει τὰς καρδίας. ἑκάστη καρδία ····· ····· ····· ····· ····· ····· ··· τὸ τῆς πλάσεως ὄνομα οὐ δημιουργίαν τῆς καρδίας σημαίνει ····· ····· ····· ····· ····· ·· καὶ γὰρ οἱ πρεσβύτεροι οἱ ἀποδεχόμενοι αὐτῆς τὴν ἀριστείαν ἣν ἐπε····· ····· ····· ····· ····· ·· εἰρη´̣κασιν· "ἀγαθὸν τὸ πλάσμα τῆς καρδίας σου". οὐ τὴν οὐσίαν τῆς καρδίας ἀγαθὴν λέγουσιν, ἀλλὰ τὴν πλάσιν, καθ' ἣν ἐστρατήγησεν τεχ̣νικῶς. πρὸς καλοῦ, φησίν, γέγονεν ····· ····· ····· ····· ··· δυνατὸν δὲ κατὰ δεύτερον λόγον εἰπεῖν ὅτι τὸ "πλάσμα τῆς καρδίας" τότε ἀγαθόν ἐστιν, ὅταν βδελυχθῇ κακίαν ἢ ἄγνοιαν, ὅταν οὕτω ὡς ἐν α᾿̣ρχῇ γέγονεν, φυλαχθῇ. ὁ "κατ' εἰκόνα καὶ ὁμοίωσιν" θεοῦ γενόμενος ἄνθρωπος οὐκ εἴρηται πεπλάσθαι, ἀλλὰ πεπ̣ο̣ιῆσθαι. ὁ δὲ ἐκ τοῦ πηλοῦ καὶ τῆς ὕλης γενόμενος ἄνθρωπος λέγεται πλάσμα θεοῦ εἶναι· "μνήσθητι ὅτι πηλόν με ἔπλασας". καὶ ἐπὶ ἀμφοτέρων τῶν δραστηρίων δυνάμεων τοῦ θεοῦ εἴρηται· "αἱ χεῖρές σου ἔπλασάν με καὶ ἐποίησάν με". τὸ διατυπῶσαι τὴν καρδίαν ····· ····· ····· ·····ς πλάσις καρδίας ἐστίν̣, οὐ τὸ ὑποστῆσαι αὐτήν. ἵνα δὲ γνῷς· ἡ πρώτη ποίησις τῶν καρδιῶν ἡμῶν οὐκ̣ εἶχεν διαφοράν· ὅθεν οὐκ ἐλέγετο τότε ὅτι κατὰ μόνας ἑκάστη καρδία ἐπλάσθη. οὐδεμία ἦν διαφορὰ τῶν ἄλλων. ὧδε τοῦτο λέγεται μετὰ τὴν ὑπόβασιν. 179 ἐπερ · τὸ "καρδία μία καὶ ψυχὴ μία" τῶν μαθητῶν; κατὰ τοῦτο "τῶν πιστευόντων" κατὰ τὸ ὁμοφρονεῖν· μὴ γὰρ λαμβάνομεν τὸ ὅλαι ἐξ ὅλων. ἐπερ · ὥστε ἐκλείψει ποτὲ τὸ τῆς πλάσεως; -τῆς κατὰ μόνας, ἐπεὶ καὶ ἀρχὴν ἐ´̣λαβεν αὕτη ἐξ ἡμ̣ῶν. καὶ τὴν ἀρχὴν ἔλαβεν ἐξ ἡμῶν καὶ πέρατος τεύξεται, ὅταν γένηται, ὥσπερ ὁ πατὴρ καὶ ὁ υἱὸς ἕν εἰσιν, οὕτω πάντα τὰ λογικά. ἐν αὐτῷ εἶναι θέλω, "ἵν' ὥσπερ ἐγὼ καὶ σὺ ἕν ἐσμεν, πάτερ, οὕτω ἓν ἡμεῖς ὦμεν πάντες". ἐπερ · διαφέρει ποίημα κτίσματος; -διαφέρει. οὐσίωσιν τὴν ἐκ τοῦ μὴ ὄντος σημαίνει το`̣ ποιεῖν, οὐ διατύπωσιν δέ· τινὰ δὲ καὶ διακόσμησιν τοῦ γενομένου τὸ τῆς κτίσεως ὄνομα δηλοῖ. τὸ τῆς κτίσεως ὄνομα φθάνει καὶ ἐπὶ ἀψύχων· "ποιῶν εἰρήνην καὶ κτίζων κακά". καὶ κατὰ τὸ πρόχειρον μὲν τοῦτο λέγομεν· προνοητὴς τῶν πάντων τυγχάνων καὶ τὴν εἰρήνην αὐτοῖς δίδωσιν καὶ κτίζ̣ει τὰ κακά. καὶ ἄλλῃ διανοίᾳ ἐσαφηνίσθη ἡμῖν ἡ λέξις οὕτως· κτίζει κακὰ ὡς τὴν ἀκάθαρτον κτίσιν, ἵν̣α μηκέτι ᾖν ἀκάθαρτος, κτίζει, ἵνα καθαρὰ γένηται, καὶ κτίζει τοὺς δύο εἰς ἕνα καινὸν ἄν̣θρωπον ἐν αὐτῳ῀̣. κτίζει τὰ κακά, ἵνα μηκέτι ὦσιν κακά· οἷον τοὺς κακοὺς ἀνθρώπους κτίζει, ἵνα μηκέτι ὦσιν κακοί. ἐπερ · τὴν ποιότητα; -τὴν ὡσανεὶ ποιότητα· "αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις