107
ἀγαθοῖς". ε᾿̣πὶ τοῦ ποιήμ̣ατος οὐκ εἴρηκεν τὸ "ἐπὶ ἔργοις ἀγαθοῖς", ἀλλὰ ἐπὶ τῷ εἶναι. κτίζονται δὲ "ἐπὶ ἔργοις ἀγαθοῖς", ἵνα ἀγαθὰ ἔργα ποιῶσιν. ἐπερ · ἵνα ἡ πλάσις ἀπὸ τῆς ποιότητος ᾖ; -οὕτως ὡς εἶδός ἐστιν· καρδίας γὰρ ἡ οὐσία ἐπλα´̣σθη. ἡ δὲ καρδία νοῦς ἐστιν. τὸ δὲ τῆς κτίσεως ὄνομα παρατείνει καὶ ἐπὶ τῶν αἰσθητῶν· "καὶ κτίσασα τὸν κόσμον ἐξ ἀμόρφου ὕλης". ἐπερ · ἐπὶ τῶν λογικῶν ἐκ παραλλήλου; -ναί, ἐπὶ τῶν λογικῶν καθόλου. εὑρίσκεται παρατεῖνον καὶ ἐπὶ τῶν ἀλόγων ψυχῶν. 15 ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν. τὰ ἔργα συνίει, ἐπεὶ τὴν καρδίαν ἐπίσταται, αἱ ἀρχαὶ δὲ τῶν γινομένων ἔργων ἀπὸ τῆς αἰσθήσεως λαμβάνονται. παρ' ἡμῖν πολλοὶ δεξιοῦνται ἐκ τῶν ἐνόντων ἀνθρώπους, καὶ οἱ μὲν μιμηταὶ τοῦ θεοῦ γινόμενοι οὐ δι' ἄλλο ἢ ὅτι "ἀγαθόν ἐστιν διδόναι μᾶλλον ἢ λαμβάνειν"· ὁμοιοῖ γὰρ τῷ θεῷ τὸ διδόναι, τὸ λαμβάνειν δὲ οὔ· ἕκαστος γὰρ τῶν λαμβανόν των ἐστὶν δεκτικός τινος. παρεκτικὸς δέ ἐστιν, καὶ τουτέστιν τ̣ὸ λέγεσθαι ἀγαθὸν εἶν̣αι "τὸ διδόναι μᾶλλον ἢ λαμβάνειν". πάλιν· "μακάριοι οἱ ἐλεήμονες ὅτι αὐτοὶ ἐλεηθήσονται". ἔστιν προκοπή τις ἐλάττω· ἵν' ἐλεηθῇ γάρ, ἐλεᾷ. ἄλλος διὰ συνπάθειαν ἐλεᾷ εὐλαβούμενος μὴ τοῖς τοιούτοις περιπέσῃ ἄνθρωπος ὤν. οὕτω γοῦν καὶ τοὺς ἐν δεσμωτηρίοις τρέφουσιν Χριστιανοὶ κατὰ συνπάθειαν. ἄλλοι πάλιν ἑωρακότες ἐνίοτε βεβλημένον νόσῳ οἰκτίρουσιν διὰ τὸ κεκακῶσθαι ἐκεῖνον. καὶ πάλιν ἄλλοι καὶ ἐπὶ θήρᾳ δόξης τοῦτο ποιοῦσιν, ἵνα δοξασθῶσιν. ἕκαστον δὲ τούτων οὐκ ὂν τέλειον δ̣έχεται τὸ μᾶλλον καὶ τὸ ἧττον· τὸ τέλειον γάρ ἐστιν μόνον τὸ μὴ ἐπιδεχόμενον τὸ μᾶλλον καὶ τὸ ἧττον, τὸ δεξιὸν καὶ σ̣καιόν. ἕκαστον δὲ τούτων ἄπειρον ἔχει διαφοράν. οὐ μόνον δὲ κατὰ τὴν ἐπίτασιν τὸ μᾶλλον καὶ τὸ ἧττον, ἀλλὰ καὶ κατὰ τὸν χρόνον λαμβάνεται. ἡ ἀπειρία οὖν αὕτη μόνη θεῷ καταλαμβάνεται. μόνος αὐτὸς τοῦτο ἐπίσταται. διὰ τοῦτο ἑκάστου τὴν καρδίαν οἶδεν. καὶ δύσκολόν ἐστιν εὑρεῖν τάχα ἀπαράλλακτον καρδίαν πρὸς ἄλλην καρδίαν. ἡμεῖς οὖν ταῦτα, ἃ εἰρήκαμεν, ἐπιτελοῦμε̣ν̣ κατὰ κενοδο180 ξίαν, κατὰ συνπάθειαν. ἄλλο δὲ τὸ δεξιοῦσθαι ἁγίους. οὐ λέγεται οὖν ἐλεημοσύνη ἐπὶ τῶν ἁγίων· "ταῖς" γὰρ "χρείαις τῶν ἁγίων κοινωνοῦντες". ὕπαρξιν λαμβάνειν δεῖ μᾶλλον ὁ διδοὺς ἁγίῳ ἤπερ δίδει. 16 οὐ σῴζεται βασιλεὺς διὰ πολλὴν δύναμιν. καὶ ἐπὶ τοῦ ῥητοῦ ἀληθές ἐστιν τοῦτο. πολλοὶ μεγάλην ἔχοντες δύναμιν καὶ χεῖρα στρατιωτῶν πολλὴν ἑάλωσαν, καὶ οὐ πάντως τὸ πλῆθος τῶν στρατιωτῶν σῴζει τὸν βασιλέα. ὁ Φαραὼθ μετὰ πολλῆς δυνάμεως ἐξῆλθεν διώκειν τοὺς Ἑβραίους, καὶ οὐκ ἐσώθη διὰ τὴν πολλὴν δύναμιν αὐτοῦ· τὰ γὰρ "ἅρματα Φαραὼθ καὶ τὴν δύναμιν αὐτοῦ ἔριψεν εἰς θάλασσαν". εὑρίσκομεν δὲ καὶ ἐν ταῖς ἄλλαις ἱστορίαις τῶν γραφῶν ὀλίγους πολλάκις περιγενομένους πολλῶν. καὶ καθόλου προφητείας τρόπῳ εἴρηται τοῖς Ἑβραίοις· "εἷς" ἐξ ὑμῶν "διώξεται χιλίους καὶ δύο μετακινήσουσιν μυριάδας", "καὶ διὰ φωνὴν πέντε φεύξονται πολλοί". σῴζεται οὖν καὶ τὸ τῆς ἱστορίας. καὶ ἡ ἀναγωγὴ δὲ ἀκολουθίαν ἔχει πολλήν· πολλοὶ δοκοῦντες παρασκευὴν ἔχειν λόγων καὶ δύναμιν συνκεκροτημένην σφάλλον̣ται, ὑπ' αὐτῆς τῆς ἀληθείας ἐλέγχονται, καὶ κατὰ τοῦτο λέγομεν ὅτι· κἄν τις αὐχῇ βασιλέιαν διὰ ἄλλην παρασκευήν, διὰ ἄλλην δεινότητα, διὰ προισταμένων, οὐ σῴζεται πάντως ἐν τῇ πολλῇ ταύτῃ δυνάμει. δυνατὸν δὲ καὶ οὕτως λαβεῖν· ἐπεί εἰσίν τινες κατὰ ἀλληγορίαν βασιλεῖς, ὡς ἦσαν Κορίνθιοι, περὶ ὧν λέγε̣ι ὅτι ἐβασίλευον-καὶ ὁ Ἀβραὰμ δὲ "βασιλεὺς παρὰ θεοῦ" ἦν-, ὁ δοὺς ἑαυτῷ ἐκ τῆς ἑαυτοῦ δυνάμεως τὸ τοιούτως βασιλεύει̣ν καὶ μὴ ἐκδεξάμενος τὸν ἐλεῶντα θεόν, οὐ σῴζεται ἐν τῇ ἑαυτοῦ δυνάμει· ὥσπερ οὐδὲ ἡ φρουρουμένη πόλις ἄνευ θεοῦ συνεργείας ἀβλαβὴς μένει οὐδὲ ὁ οἶκος ὁ οἰκοδομούμενος μὴ συνλαμβανομέν̣ου τοῦ ἀρχιτέκτονος τῶν ὅλων εἰς πέρας ἔρχεται. 16 καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ. ἔχει καὶ τοῦτο ἱστορίαν· μέγας γίγας ἦν ὁ Γολιὰτ καὶ πλῆθος ἰσχύος εἶχεν καὶ ἐπίστευσεν οὐκ