108
ἐπ' ἄλλῳ τινὶ ἢ ἐπὶ παντευχίᾳ καὶ τῇ ἑαυτοῦ ἰσχύϊ καὶ μεγέθει. ἦν δὲ καὶ ὑπε̣ρ̣ήφανος· διὸ καὶ οὐκ̣ ἐσώθη· ὁ γὰρ "ὀνόματι κυρίου" ὁπλισάμενος εἷλεν αὐτὸν καὶ κατέβαλεν. καὶ πολλούς γε εὑρίσκομεν ἐν ταῖς γραφαῖς μεγάλους καθαιρεθέντας, ἐπεὶ ἐφ' ἑαυτοῖς μέγα ἐβάλοντο. ὁ Ἀμαλὴχ παρεσκευασμένος ἦν εἰς πόλεμον καὶ ἐδόκει ἰσχυρότερος εἶναι τοῦ Ἰσραήλ· οὐ πάνυ γὰρ ὁ Ἰσραὴλ παρεσκεύαστο πρὸς τὰ πολεμικά, καὶ ὅμως ἐπαίροντος Μωϋσέως τὰς χεῖρας κατεπονεῖτο καὶ ἐταπεινοῦτο ὁ Ἀμαλήχ, καὶ ἡ ἔπαρσις τῶν χειρῶν περιεγίνετο αὐτοῦ, καὶ οὐκ ἐσώθη διὰ τὴν ἑαυτοῦ ἰσχύν. λέγομεν πάλιν· ἐάν τις θεομάχος ἔχων "ὑψώματα ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ θεοῦ" βάλληται ἐπὶ τῇ ἰσχύϊ ᾗ ἔσχεν καὶ βρενθύηται, οὐ πάντως σῴζεται. ἐνίοτε ὁ θεόσοφος συνλογίζεται αὐτὸν καὶ καταβάλλει αὐτὸν ἀφ' οὗ ἔχει φρυάγματος. 17 ψευδὴς ἵππος εἰς σωτηρίαν. πολλοὶ πάλιν ἐπὶ ἵππῳ μέγα φρονοῦσιν, ἀλλ' ὁ θεὸς λόγος δείκνυσιν ὅτι καὶ ἵππων τὸ φρύαγμα εὐκατάλυτόν ἐστιν· "οὗτοι" γὰρ "ἐν ἅρμασιν καὶ οὗτοι ἐν ἱππάσιν, ἡμεῖς δὲ ἐν ὀ νόματι κυρίου θεοῦ ἡμῶν μεγαλυνθησόμεθα". ἴδε, "ψευδὴς ἵππος εἰς σωτηρίαν". πολλοῖς ἐπηγγέλλετο Φαραὼθ ἵπποις ἑλεῖν τοὺς Ἑβραίους. ἐκεῖνοι δὲ οὐδὲ ἕνα ἵππον εἶχον, 181 καὶ ψευδὴς ἡ σωτηρία αὐτῶν γέγονεν, διήμαρτεν, ἀπέτυχεν. ἔνι δὲ καὶ ἐν Παροιμίαις· "ἵππος ἑτοιμάζεται εἰς ἡμέραν πολέμου, παρὰ δὲ κυρίου ἡ σωτηρία". ὁρᾷς ὅτι ψευδής ἐστιν εἰς σωτηρίαν, ἐὰν μὴ παρὰ κυρίου αὕτη ὑπαρχθῇ. ἔστω καὶ κατὰ ῥητόν. πρὸς δὲ διάνοιαν· λέγεται πολλάκις τὸ σῶμα ἵππος τῆς ψυχῆς, καὶ τούτου δὲ ἐπιβάτης ἢ ἀναβάτης ἡ ψυχή· "πατάξω", φησίν, "πάντα ἵππον ἐν ἐκστάσει καὶ τὸν ἐπιβάτην αὐτοῦ ἐν παραφρονήσει". ὅταν τις οὖν φερόμενος ἐπὶ τοῦ σώματος ἡδυπαθῶν, ἐπιθυμίας αὐτοῦ ἐκτελῶν παραφρόνησιν λάβῃ, τότε γίνεται σωτηρία. πατάσσεται ὑπὸ τοῦ θεοῦ ὁ ἵππος ἐν ἐκστάσει, ἔξω ἑαυτοῦ γίνεται· λοιπὸν γὰρ ὑπωπιαζ̣ομένου αὐτοῦ καὶ δουλαγωγουμένου οὐκέτι κατὰ τὰς ἰδίας ὁρμὰς χωρεῖ, ἀλλ' ἐξίσταται τούτων. διῆγεν δὲ ὁ Βαρτησάνης ἐν τοῖς ἔνπροσθεν χρόνοις, ἐν ταῖς ἡμέραις Ἀντωνίνου τοῦ βασιλέως Ῥωμαίων. οὗτος δὲ κατ' ἀρχη`̣ν τῆς σχολῆς ἦν Οὐαλεντίνου, μετέστη εἰς τὴν ἐκκλησίαν, γέγονεν πρεσβύτερος. 17 ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται. ἤτοι ὁ χρώμενος τοῖς ἵπποις ἢ ἡ δύναμις τῶν πολλῶν ἵππων̣· ε῾̣κατέρως γὰρ ἀληθές ἐστιν τὸ· "ψευδὴς ἵππος εἰς σωτηρίαν", κἂν πολὺς ᾖν· οὐκ ἐπὶ ἑνὸς ἵππου γὰρ μόνο̣ν. πολλάκις ὅλον τὸ ἱππικὸν ἵππος. ἤτοι οὖν τοῦ ἱππέως τοῦ χρωμένου τοῖς ἱππεῖσιν τὸ πλῆθος τῆς δυνάμεως οὐ σῴζει αὐτὸν ἢ τῶν ἵππων τὸ πλῆθος καὶ ἡ δύναμις. 18 ἰδοὺ οἱ ὀφθαλμοὶ κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν. ἴσον ἐστὶν τό· "ὀφθαλμοὶ κυρίου ἐπὶ δικαίους". καὶ τοῦτο πάλιν ἐν δωδεκάτῳ ψαλμῷ λέγει ὅτι· "ἐπίβλεψον, εἰσάκουσόν μου, κύριε ὁ θεός μου". "οἱ ὀφθαλμοὶ" οὖν "τοῦ κυρίου ἐπὶ τοὺς φοβουμένους" οὐ κ̣αθάπαξ, ἀλλ' "αὐτόν"· ἔστιν γὰρ καὶ παθητικὸς φόβος, ὃν ἡ τελεία ἀγάπη ἔξω βάλλει ἀπὸ τῶν ἐχόντων τὸν φόβον θεοῦ. ἔστιν φοβεῖσθαι καὶ φοβεῖσθαι τὸν θεόν· ὁ φόβος γὰρ ὁ πρὸς τὸν θεὸν οὐ παθητικός ἐστιν, ἀλλὰ τὴν πάντων ὑπεροχὴν σημαίνει. οὕτω γοῦν λέγει· "φόβος κυρίου πάντα ὑπερέβαλεν", καί· "οὐκ ἔστιν ὑστέρημα τ̣οῖς φοβουμένοις αὐτόν". ἄξιοι τοῦ ἐφορᾶσθαί εἰσιν ὑπὸ θεοῦ δίκαιοι ὄντες. 18 τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ. θεώρει· οἱ φοβούμενοι τὸν θεὸν ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ· ποιήσαντες γὰρ πάντα τὰ παρ' αὐτῶν ἐκδέχονται παρ' αὐτοῦ ἐλεηθῆναι, ὡς ἐλέγετο μικρῷ πρότερον· "οὐ τοῦ θέλοντος οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεῶντος θεοῦ". καὶ οὐδεὶς δύναται ἀκαθαίρετον ἑαυτοῦ τὴν πόλιν ἢ τὴν τοῦ σώματος̣ ἢ τὴν τῆς ψυχῆς φυλάξαι, ἐὰν μὴ θεὸς συνφρουρῇ. "τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ"· φοβουμε´̣νους αὐτὸν ἐλεᾳ῀̣. 19 ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν. διὰ τοῦτο "οἱ ὀφθαλμοὶ" αὐτοῦ "ἐπὶ τοὺς φοβουμένους αὐτὸν" καὶ