109
"τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ", ἵνα ῥύσηται "ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν". θάνατον ἐνταῦθα οὐ τὸν κοινὸν ἐκλαμβάνομεν ὃν ἀποθνῄσκουσιν εὐσεβεῖς καὶ ἀσεβεῖς καὶ δίκαιοι καὶ ἄδικοι, ἀλλὰ θάνατος ψυχῆς ἐστιν ὁ κατασπῶν τὴν ψυχὴν ἀπὸ τῆς μακαρίας ζωῆς. ἀπὸ τούτου τοῦ θανάτου τρεπόμεθα ἀπέχεσθαι, περὶ τούτου λέγεται· "ψυχὴ ἡ ἁμαρτάνουσα αὕτη ἀποθανεῖται". καὶ ἔτι· "ἡ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον". καὶ ἐπεὶ ἁμαρτίαις ἕπεται ὁ θάνατος οὗτος, ὁ ἄφεσιν ἁμαρτιῶν διδοὺς θεὸς ρ῾̣ύσεται ἐκ τοῦ ἀκολουθοῦντος θανάτου τοὺς προκατεσχημένους. 19 καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. 182 τοὺς φοβουμέν̣ου̣ς αὐτὸν καὶ ἐλπ̣ίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ. ὥσπερ ἐκ θανάτου ῥύεται τὰς ψυχάς, οὕτω καὶ διατρέφει αὐτοὺς ἐν λιμῳ῀̣. γέγονεν γοῦν καὶ ἐπὶ ἱστορίας πολλάκις τὸ τοιοῦτο. τὸν Ἑβραίων οὖν λαὸν ἐπὶ πολυχρόνιον πορείαν διέθρεψεν ἐν τῇ ἐρήμῳ ὀρέγων τὸ μάννα καθ' ἡμέραν αὐτὸ παρέχων. καὶ ἐπὶ τῶν κ̣αθέκαστα τοῦτο εὑρήσεις· οἷον ὁ Ἠλίας ἐτράφη ὑπὸ τῆς χήρας καὶ ὑπὸ τοῦ δειχθέντος αὐτῷ ἀγγέλου διὰ τοῦ ἄρτου καὶ τοῦ κανψάκου τοῦ ὕδατος. καὶ ἔτι τῆς Ἰεζάβελ διωκούσης τὸν Ἠλίαν καὶ πάντας τ̣οὺς προφήτας κυρίου, Ἀβδιοὺ δὲ τ ὁ υ ἀρχιστράτηγος τοῦ βασιλέως τοῦ Ἀχαὰ ἀνὰ πεντήκοντα ἄνδρας ἐν δύο σπηλαίοις διέτρεφεν̣ θεοῦ εἰς τοῦτο αὐτὸν παρασκευάσαντος. ἀμέλει γοῦν τοῦτο πρὸς τὸν Ἠλίαν εἶπεν ὅτε ἐν̣έτυχεν αὐτῷ· "καὶ ὁ δοῦλός σου φοβούμενος τὸν κύριον". ὁ δὲ φοβούμενος τὸν κύριον διὰ τὸν κύριον ἔθρεψεν ἐκείνους. ···· εἰ ἔχει οὖν ἀναγωγάς-ταῦτα ἄλλα κατὰ τὴν ἱστορίαν γεγένηται-, πάλιν τοὺς φοβουμένους τὸν φόβον αὐτοῦ καὶ ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ διατρέφει παρέχων αὐτοῖς τὸν ἄρτον τῆς ζωῆς, τὸν οὐραν̣όθεν κατ̣αβαίνοντα, τὰς σάρκας αὐτοῦ τυγχανούσας "βρῶσις ἀληθινή". σωτὴρ πάντων ὑπάρχων κ̣ρατεῖ αὐτούς̣. οὐ καθ' ἓν σημαινόμενον τοῦτο ποιεῖ, ἀλλὰ πρὸς τὰ ὑποκείμενα· σῴζει ἐν πολέμοις ἔξω πολεμίων καθιστὰς καὶ οὐκ ἐπιτρέπων αἰχμαλωσίᾳ ὑποπεσεῖν, σῴζει τοὺς κακῶς ἔχοντας, σῴζει καὶ ὡς κυβερνήτης ὅταν χειμαζώμεθα ἐν τῷ πελάγει τῆς θαλάττης τοῦ βίου. ἐπερ · δίδωσιν ἑκάστῳ ἔχειν πηγήν; -ἐν ᾧ ἐστιν "πηγὴ εἰς ζωὴν αἰώνιον", οὗτος ἐν ἀνύδρῳ γενόμενος διατρέφε ται. καί· "διάνοιξον τοὺς ὀφθαλμούς σου καὶ ἐνπλήσθητι ἄρτων". ὁ διανοίξας τὰ ὄμματα τῆς ψυχῆς καὶ πληρωθεὶς θείων λόγων ἄρτων τρόπῳ μασω̣μένων οὐ λιμοκτονεῖται· "οὐ λιμοκτονήσει" γὰρ "κύριος ψυχὴν δικαίου". ὅστις ἐν ἐπιθυμίᾳ ἄρτων ἐστὶν μὴ ἀνοίγων τοὺς ὀφθαλμοὺς αὐτοῦ ἐν τοῖς ἄρτοις τοῖς ἑαυτοῦ, ἐν λιμῷ διάγει· ἔχει γὰρ ἐν ἑαυτῇ π̣αρὰ θεοῦ ἡ ψυχὴ φαγήματα πολλά. 20 ἡ ψυχὴ ἡμῶν ὑπομένει τῷ κυρίῳ. τοῦτο λέγει· ἐπεὶ ταῦτα ἔγνωμεν ὅτι εἰσὶν οἱ ὀφθαλμοὶ τοῦ κυρίου ἐφορῶντες τοὺς φοβουμένους αὐτόν-κἄν ποτε γεγόνασιν ἐν θανάτῳ, ἐρύσατο α̣ὐτούς, κἄν ποτε δὲ γεγόνασιν ἐν λιμῷ, ἔθρεψεν αὐτούς, κἄν ποτε δὲ γενώμεθα ἔν τινι ὑστερήματι, ὑπομ̣ένομεν ἐγνωκότες ὅτι καὶ ἡμεῖς τούτων ἀπολαύσομεν· καὶ ἡ ἡμῶν ψυχὴ ἐὰν γένηται ἐν θανάτῳ, ῥυσθήσεται. 20 ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν. θεωρεῖς ὅτι εἰς πληθυντικὸν λοιπὸν ἐγίνετο ἀριθμόν· "ἐξ οὐρανοῦ ἐπέβλεψεν ὁ κύριος, εἶδεν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων". ἐάν ποτε λέγητα̣ί τινα διάφωνα καὶ ἐναντία, σκόπει εἰ περὶ ἑνὸς λέγηται ταῦτα· τότε γὰρ ἐναντίωμα γίνεται. ἐὰν δὲ λέγηται περὶ ε᾿̣κκλησίας ἢ πόλεως ἢ οἴκου, οὔκ εἰσιν ἐναντία· τὰ μὲν γὰρ περὶ τῶνδε, τὰ δὲ περὶ τῶνδε λέγεται. καὶ τοῦτο δὲ ὀφείλεις εἰδέναι, ὅτι οἱ ἅγιοι οὐ περὶ ἑαυ τῶν μόνων ἀναπέμπουσιν τὰς εὐχὰς καὶ τὰς εὐχαριστίας, ἀλλὰ περὶ πάντων ὧν ἡγοῦνται. οὐ ταὐτόν ἐστιν πρὸς ἕνα τι λέγεσθαι ὃ δεῖ ἡρμόσθαι ἑνί, καὶ πλήθει οἷον λαῷ ἢ ἔθνει ἢ πόλει. ἀδύνατόν ἐστιν τὸν αὐτὸν ἅμα ἀγαθὸν καὶ κακὸν εἶναι καὶ σώφρονα καὶ ἀκόλαστον. γράφει δὲ Κορινθίοις ὁ ἀπόστολος ὡς πλουτήσασιν "ἐν παντὶ λόγῳ καὶ πά183 σῃ γνώσει". οὐ λέγει πάλιν· "ἀκούεται ἐν ὑμῖν πορνεία"; 183