1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

110

εἰ πρὸς ἕνα ἔλεγεν ταῦτα, διάφωνα ἦν. ἐπειδὴ δὲ ὅλη ἡ ἐκκλησία ταῦτα ἐπιστέλλεται, εἰσὶν δὲ ἐν τοῖς ἀθροίσμασιν καὶ τοιοῦτοι καὶ τοιοῦτοι, λέγει πάντα, ἵνα ἕκαστος πρὸς ἑαυτὸν τὸ βοήθημα λάβῃ. οὕτω γοῦν αἰτιᾶται αὐτοὺς καὶ περὶ τὴν ἀνάστασιν σφαλλομένους καὶ περὶ τῶν χαρισμάτων καὶ περὶ εἰδωλόθυτα κεχηνότας. πῶς οὖν οὗτοι "παντὶ λόγῳ καὶ γνώσει" πεπλουτηκότες εἰσίν; ἄλλοι εἰσὶν περὶ ὧν ἔλεγεν. οὕτω καὶ ὁ ἅγιος οὐ περὶ ἑαυτοῦ μόνου λέγει-διδάσ̣καλος γὰρ ἦν-, ἀλλὰ περὶ πάντων τῶν ὑφ' αὐτὸν καὶ θάνατον ἔχοντας καὶ λιμῷ π̣εριπεσόντας ἐπεὶ ἠμέλησαν ἑαυτῶν τῆς ἑαυτῶν γῆς. οὐ περὶ πάντων πάντα λέγει, ἀλλὰ πάντα περὶ ἄλλων λέγει, ἕκαστα ἑκάστοις ἐφαρμόζει. ἐπεὶ "βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν", διὰ τοῦτο "ἡ ψυχὴ ἡμῶν ὑπομένει" αὐτῷ. οἴδαμεν δὲ ὅτι, κἂν προθώμεθά τι τῶν ἀγαθῶν, κἂν θελήσωμεν δραμεῖν̣. ἐπὶ τὰ καλὰ καὶ θελήσωμεν αὐτὰ εἰς πέρας ἀγαγεῖν, εἰ μὴ αὐτὸς συνεργήσῃ καὶ ἐλεήσῃ, οὐ δυνάμεθα ταῦτα κατορθῶσαι. βοηθός ἐστιν ὀρέγων τὰ ὧν ἐπιδεεῖς ἐσμεν, ὑπερασπιστής ἐστιν τὴν ἀσπίδα τὴν ἑαυτοῦ προβάλλων ἵνα οἱ ἀντίδικοι μὴ δύνωνται ἡμᾶς τρῶσαι. 21 ὅτι ἐν αὐτῷ εὐφρανθήσεται ἡ καρδία ἡμῶν. ἄλλοι ἐν ἰσχύι εὐφραίνονται, ἐπὶ ἀρχῇ, ἐπὶ ἀξιώματι, ἐπὶ ἐπαίνοις, ἡμῶν δὲ α̣ἴτιον τῆς εὐφροσύνης αὐτός ἐστιν ὁ βοηθὸς καὶ ὑπερασπιστής. 21 καὶ ἐν τῷ ὀνόματι τῷ ἁγίῳ αὐτοῦ ἠλπίσαμεν. τῷ ἐπικληθέντι ἐφ' ἡμᾶς ἡμεῖς ἠλπίσαμεν. καὶ ἐπειδὴ δοκεῖ κατὰ τὸ ἄλλο τάγ̣μα εἶναι-τοὺς φοβουμένους τὸν κύριον οὐ λέγω εἶναι καὶ ἐν θανάτῳ-, σκόπει· ἠλπίσαμεν ἐπὶ παρόντι. ο̣ὐδεὶς δὲ ἐπὶ παροῦσιν ἐλπίζει, ἀλλ' ἐπὶ μέλλουσιν καὶ προσδοκωμένοις· "ἐλπὶς" γὰρ "βλεπομένη οὐκ ἔστιν ἐλπίς". κἄν ποτε ἐν εὐχῆς τρόπῳ λέγουσιν· "ἁγιασθήτω τὸ ὄνομά σου", οὐ του῀̣το λέγουσιν οὐκ ὂν̣ ἅγιον ἁγιασθήτω, ἀλλὰ ἀποδειχθήτω, ἅγιον φανήτω. τότε δὲ ἅγιον φαίνεται, ὅταν καὶ βοηθῇ ἡμῖν καὶ σκέπῃ ἡμᾶς. καὶ ὅτε εἰς τὸ εὐαγγέλιον ἐλέγομεν, πολλὰς διανοίας εἰς τοῦτο ἐλ̣έγομεν εἰς τό· "ἁγιασθήτω τὸ ὄνομά σου", καὶ τοῦτο ἐλήφθη· ἐπεὶ φοροῦμεν αὐτό, συνέργησον ἵνα μὴ βλασφημήσωμεν αὐτό, ἁγίασον αὐτό, φύλαξον αὐτὸ ἐν ἡμῖν ἅγιον· προστακτικαῖς γὰρ εἴρηται λέξεσιν. εὐκτικαῖς εἰρήκει· "ἁγιασθείη τὸ ὄνομά σου". καὶ ἄλλο· ἐπεὶ τὸ ὄνομά σου νῦν καταφέρουσιν καὶ εἰς ἀγάλματα καὶ εἰς δαίμονας̣ καὶ εἰς κοιλίαν-"ὧν" γὰρ "ὁ θεὸς ἡ κοιλία"-, ὅταν γνῶσις τοῖς ἀνθρώποις γένηται περὶ τῆς σῆς μεγαλειότητος ω῾̣ς̣ μ̣η̣δὲν ἄλλο θεοποιεῖν, ὅτε "πάντα ἐν πᾶσιν" γένῃ, ἁγιάζεται τὸ ὄνομά σου ἀποσπώμενον ἀπὸ δα̣ι̣μο´̣ν̣ω̣ν̣. 22 γένοιτο, κύριε, τὸ ἔλεός σου ἐφ' ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ. "γένοιτο τὸ ἔλεός σου ἐφ' ἡμᾶς". ἡ εὐχὴ ἀναπέμπεται οὐκ ἐκ τῶν ἤδη ἐχόντων τὸ ἔλεος· οὐ γὰρ̣ εἶπεν· "φυλαχθείη τὸ ἔλεός σου", ἀλλὰ "γένοιτο, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ". διὰ τοῦτο ἠλπίσαμεν ἐπὶ σέ. σκόπει, ὡς "κατὰ ἀναλογίαν τῆς πίστεως" δ̣ι´̣δε̣ι τὰ χαρίσματα καὶ οὐ πᾶσιν πάντα δίδοται οὐδὲ τῷ αὐτῷ μέτρῳ, ἀλλὰ τῷ μέτρῳ τῆς προσλαβούσης πίστεως, οὕτω δὲ καὶ ὧδε· "καθάπερ ἠλπίκαμεν". εἰσὶν πάνυ τελείως ἐλπίσαντ̣ες, εἰσὶν καὶ οὐχ οὕτως, ἀλλα`̣ κ̣ατὰ 184 προκοπήν τινα, ἄλλως κατὰ εἰσαγωγήν. "κατὰ ἀναλογίαν" μὲν "τῆς πίστεως" ἡμῶν γένοιτο ἐφ' ἡμᾶς τὸ ἔλεός σου, κύριε· οὕτω γὰρ ἠλπίσαμεν.

1 Τῷ ∆αυίδ, ὁπότε ἠλλοίωσεν τὸ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ

ἀπέλυσεν αὐτόν, καὶ ἀπῆλθεν. τοῖς ἀναγνοῦσιν τὰς βασιλικὰς ἱστορίας φανερόν ἐστιν τὸ νῦν κείμενον διήγημα. ὁπηνίκα ἐδιώκετο ὑπὸ τοῦ Σαοὺλ ὁ ∆αυὶδ καὶ ἤμελλεν ἁλῶναι, ἀπῆλθεν εἰς τὴν Γὲθ πρὸς τὸν βασιλέα Ἀνχούν. ἐνταῦθα δὲ Ἀβιμέλεχ ὀνομάζεται. ἡ λέξις διώνυμός ἐστιν· φέρονται γὰρ καὶ ἐν τῇ γραφῇ διωνυμίαι, ὡς ἐπὶ τοῦ γαμβροῦ Μωσέως· καὶ Ἰόθορ λέγεται καὶ Ῥαγουήλ. καὶ ὁ Θωμᾶς λέγεται καὶ ∆ίδυμος. καὶ πολλαί γέ εἰσιν τοιαῦται διωνυμίαι· τὸν Μαθθαῖον