111
δοκεῖ ἐν τῷ κατὰ Λουκᾶν Λευὶν ὀνομάζειν. οὔκ ἐστιν δὲ αὐτός, ἀλλὰ ὁ κατασταθεὶς ἀντὶ τοῦ Ἰούδα ὁ Μαθθίας καὶ ο῾̣ Λ̣ε̣υ̣ὶς εἷς διώνυμοί εἰσιν. ἐν τῷ καθ' Ἑβραίους εὐαγγελίῳ τοῦτο φαίνεται. ἐγχωρεῖ οὖν καὶ τὸν τῆς Γὲθ βασιλέα καὶ Ἀνχοὺν λέγεσθαι καὶ Ἀβιμέλεχ. δυνατὸν δὲ καὶ ἑτέρως ἐπιβαλεῖν· πολλοὶ τῶν βασιλέων ὀνομάζονται κοινῷ ὀνόματι καὶ ἰδίῳ, ὡς Φαραὼ πάντες οἱ τῆς Αἰγύπτου κρατήσαντες οὕτως ὀνομάζονται. εὑρίσκονται δὲ ὀνόματα αὐτῶν Σουμαχί, Νεχαώ, ὡς τοῦ ἀξιώματος ὄνομα εἶναι τὸ Φαραώ, παρὰ Ῥωμαίοις δὲ τὸ κρυσσον. ἐνχωρεῖ οὖν καὶ τοῦτον τὸ μὲν Ἀνχοὺς τοῦ ἀξιώματος ἔχειν ὄνομα, τὸ δὲ Ἀβιμέλεχ κύριον αὐτοῦ ὄνομα. ὅπως δὲ ἐὰν ἔχῃ, οὐ μάχεται ἡ διάνοια. θέλεις οὖν, τὸ μὲν ἀξιώματός ἐστιν ὄνομα, τὸ δὲ κύριον. τ̣οῦτο λ̣έγ̣ουσιν διαστελλόμενον οἱ γραμματικοὶ πρὸς προσηγορικόν· καὶ τὸ κύριον γὰρ διχῶς λέγεται· διαστέλλεται πρὸς προσηγορικὸν καὶ πρὸς κατάχρησιν. λέγουσιν τὸν ἄνθρωπον, τὰ τῶν εἰδῶν καὶ γενῶν ὀνόματα κοινὴν οὐσίαν σημαίνοντα προσηγορικά, τὸ δέ, φέρε, ὅσδε ἢ ὅσδε, κύρια. λέγεται δὲ καὶ κ̣αθ' ἕτερον σημα̣ι̣νόμενον τὸ κύριον πρὸς κατάχρησιν. λέγω πολλάκις· συμφωνεῖ τὸ ἰσομετρές. ἰσομετρὲς εἶναι ποσὸν πο̣σῷ λέγεται. λέγω δὲ αὐτὸ συνᾴδειν καὶ συνφωνεῖν. τοῦτο κατάχρησίς ἐστιν· τὸ γὰρ συνᾴδειν καὶ συμφωνεῖν ἐπὶ φθόγγων καὶ λέγεται. καὶ πάλιν τοὺς ὁμοφρονοῦντας καὶ ὁμονοοῦντας λέγομεν συμφωνεῖν. κύριον μέν ἐστιν ἐπὶ τῶν τὰ αὐτὰ φρονούντων καὶ ἐννοουμένων τὸ ὁμοφρονεῖν, τὸ ὁμονοεῖν, τὸ δὲ σ̣υμφωνεῖν κατάχρησίς ἐστιν. ἐνχωρεῖ οὖν κύριον ὄνομα εἶναι οὐ τὸ διαστελλόμενον πρὸς κατάχρησιν, ἀλλὰ πρ̣ὸς προσηγορικόν, τὸ Ἀβιμέλεχ, τοῦ δὲ ἀξιώματος τὸ Ἀνχούς. ἡ ἱστορία οὖν φανερά· εἶδεν ὅτι ἐπέκειτο ὁ Σαοὺλ βασιλεὺς μετὰ στρατιωτικῆς δυνάμεως καθ' ἑνὸς ἀνθρώπου αὐτοῦ τοῦ ∆αυίδ, καὶ ὡπλισμένοι κατὰ ἀνόπλου. ἔφυγεν ἐκεῖ· εἶτ', ἐπεὶ οὐκ ἀσφαλὲς ἦν εἰς ἀλλοτρίαν ἐλθεῖν πόλιν ἢ χώραν -τότε γὰρ μάλιστα ὑποψία κατασκόπων ἐγίνετο διὰ τὸ τοὺς ἀστυγείτονας ἀεὶ πρὸς ἑαυτοὺς πόλεμον ἔχειν-, προςεποιήσατο μωρὸν καὶ τὰ σίελα αὐτοῦ ῥέοντα κ̣αὶ περιήρ̣χετο τυμπανίζων τὰς θύρας τῆς πύλης, ἵνα δόξῃ δαιμονίων εἶναι. ἀμέλει γοῦν οἱ τοῦ Ἀνχοὺ διέβαλον αὐτόν. λέγει "ἐλαττοῦμαι", φησίν, "ἐπιλημπτιζομένων, ὅτι ἐπίλημπτον εἰσάγετε πρὸς ἐμέ"; καὶ ἀπέ λυσεν αὐτόν, καὶ ἀπῆλθεν. τὴν τοιαύτην οὖν κατάστασιν ἀλλοίωσιν τοῦ προσώπου ὠνόμασεν· καὶ γὰρ ἡ ἀλλοίωσις μεταβολὴν ποιότητος σημαίνει. γέγονεν οὖν μεταβολὴ ποιότητος ἑκούσιος, οὐκ ἀκού185 σιος· συμβαίνει γὰρ ἀκουσίως μεταβαλεῖν, ὡς ὅταν τις φοβηθεὶς ὠχριάσῃ ἢ κακωθεὶς ἢ ἐξ ἐνοχλοῦντός τινος δόξῃ πυρρὸς εἶναι. ἑκουσία οὖν αὕτη γέγονεν ἡ ἀλλοίωσις μέχρι σχήματος. καὶ ἐπεὶ ἀνάγεται πολλάκις ὁ ∆αυίδ, ὡς ἐν τοῖς ἔνπροσθεν εἴρηται, εἰς τὸν σωτῆρα, ἀλλοίωσιν τοῦ προσώπου τοῦ σωτῆρος ἐρεῖς τὴν λῆμψιν τῆς τοῦ δούλου μορφῆς. καὶ ὧδε οὐ μεταβολὴ ἐξ μορφῆς εἰς μορφὴν γέγονεν, ἀλλὰ μορφῆς ἐπίκρυψις ἐξ ἄλλης προφανοῦς μορφῆς· ο̣ὐδὲ γὰρ ἀλλοίωσις τοῦ προσώπου τοῦ ἀτρέπτου δύναται γενέσθαι. καὶ περὶ αὐτοῦ γοῦν τοῦ σωτῆρος ε᾿̣ν ἑνὶ τῶν ψαλμῶν λέγεται· "αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου". δεξιὰ τοῦ πατρός, καὶ μάλιστα κατὰ τὴν τοῦ ψαλμ̣ιστοῦ ἐπίνοιαν, πολλάκις ὁ σωτὴρ εἴρηται. ἠλλοιώθη δὲ σὰρξ γενόμενος, κατάρα. ὑπέμεινεν γενέσθαι ἁμαρτία, ἵνα δικαιοσύνη θεοῦ γένωνται οἱ ἁμαρτωλοὶ ἐν αὐτῷ. ἡ ἀλλοίωσις οὖν πρόσλημψίς ἐστιν ὧδε, οὐ μεταβολή· περὶ γὰρ τὸν ἄτρεπτον μεταβολὴν οὐκ ἄν τις ζητοίη. εἰ δὲ μή γε, ὡς ἔλεγέν τις, ἀλλόκοτός ἐστιν. "αὕτη" οὖν "ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου". ἡ δεξιὰ τοῦ ὑψίστου ἄτρεπτός ἐστιν. γέγονεν δὲ ἁμαρτία οὐχ ὡς ἔτυχεν, ἀλλ' ἵνα δικαιοσύνην ποιήσῃ. ἁμαρτία δὲ ποιοῦσα δικαιοσύνην οὐ μεταβολὴν ἐξ οὐχ ἁμαρτίας εἰς τὸ ἁμαρτία εἶναι· κακοὺς γὰρ ποιεῖ ἡ ἁμαρτία, ἀδικίαν ποιεῖ. αὕτη δὲ δικαιοσύνην ποιεῖ τοὺς ἔχοντας αὐτήν. ὅτε οὖν ὁ λόγος γίνεται σὰρξ καὶ μορφὴν