112
λαμβάνει δούλου, ἠλλοιώθη κατὰ τὸ πρόσωπον, οὐ κατὰ μεταβολήν, ὡς ἤδη πολλάκις εἶπον, ἀλλὰ κατὰ πρόσλημψιν. καὶ τό· "ἐθεασάμεθα αὐτόν, δόξαν ὡς μονογενοῦς παρὰ πατρός", τὴν κατὰ φύσιν αὐτοῦ δόξαν σημαίνει. ἔσχεν οὖν πρὸς δόξαν ἁρμόζουσαν τῷ συνθέτῳ γενομένῳ αὐτῷ σαρκί. "αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου". οὐχ ἵνα ἀλλοίωσιν ὧδε λέγωμεν ἣν αὐτὸς ἀνεδέξατο ὅτε ἐλέγομεν ὅτι προσλήμψει τῆς τοῦ δούλου μορφῆς ἠλλοιω´̣θη, ἀλλ' η "αὕτη ἡ ἀλλοίωσις" ἣν αὐτὸς ἀλλοιοῖ· αὐτὸς γὰρ τὴν ὀργὴν περιγράφει, τοὺς οἰκτιρμοὺς ποιεῖ ἐνεργῆσαι. δοξάσαι καὶ α̣ἰνέσαι ἐάσας ὀλίγον λέγει· "ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου". "καὶ εἶπα Νῦν ἠρξάμην". εἶπον τα`̣ σκυθρωπὰ πάντα, ὅτι ταραχθεὶς οὐκ ἐλάλησα, ὅτι οἱ φύλακες περὶ ἐμὲ γεγόνασιν, ἀλλὰ λοιπόν· "νῦν ἠρξάμην". ἄλλα νῦν διηγήσομαι τὰ μετ' ἐκεῖνα, τὰ διαδεχόμενα τὰ σκυθρωπά. "αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου". λοιπὸν λέγει· "τίς θεὸς ὡς ὁ θεὸς ἡμῶν μέγας"; "ἐγνώρισας ἐν τοῖς λαοῖς σου τὴν δύναμίν σου". ἰδοὺ αὕτη ἐστὶν ἡ ἀλλοίωσις. τότε οὖν ἠλλοίωσεν τὸ πρόσωπον̣ αὐτοῦ. τὸν βασιλέα τῆς Γὲθ ἀλληγορικώτερον δύνῃ λαβεῖν τὸν ἄρχοντα τοῦ κόσμου τούτου διάβολον. χώρα οὖν̣ τῶν ἀλλοφύλων ὁ καθ' ἡμᾶς ἐστιν τόπος. καὶ ὥσπερ ὅταν Αἴγυπτος λέγηται ὁ ἐπὶ γῆν τόπος, Φαρα̣ω`̣τ̣ ὁ κρατῶν καὶ τυραννῶν λέγεται, καὶ ὅταν Βαβυλών, λέγεται Ναβουχοδονοσσόρ, καὶ ὅταν Ἀσσυ ρία, Ἀσσύριος, οὕτω τῆς Γὲθ ἀπὸ τῆς λεγομένης ἐπὶ τοῦ περὶ γῆν τόπου τοῦτον βασιλέα αὐτῆς πάλιν πονηράν τινα δύναμιν ἐκλημπτέον. "ἠλλοίωσεν" οὖν "τὸ πρόσωπον ἑαυτοῦ" "μορφὴν δούλου λαβών"· οὕτω γὰρ ἔδοξεν ἐκεῖνος κρατεῖν αὐτοῦ, ὡς καὶ θάνατον μηχανηθῆναι κατ' αὐτοῦ. ἐγεύσατο "χάριτι θεοῦ ὑπὲρ παντὸς θανάτου". καὶ σημεῖον τῆς ἀλλοιώσεως τούτου· "ἀπέλυσεν αὐτόν". οὐ δεδύνηται αὐτὸν κατασχεῖν. καὶ λέγω τὸ παράδοξον· εἰ τὴν ἐλάττωσιν αὐτοῦ κατασχεῖν οὐ δεδύνηται, τί ἂν εἴποιεν περὶ τῆς θεότητος; ὅθεν ὑμεῖς δὲ οἱ λέγοντες τὸν λόγον ἐσταυρῶσθαι, τὸν κύριον τῆς δόξης; "ἀπέλυσεν" οὖν "αὐτόν, καὶ ἀπῆλθεν". ἀπῆλθεν ἀπ' αὐτοῦ· οὐδὲ γὰρ ἕνεκα τοῦ ἐκεῖ διατρίβειν γέγονεν ἐκεῖ, ἀλλ' ἵνα οἰκονομίαν ἐκτελέσας ἀναχωρήσῃ καὶ συναποσπάσῃ πολλοὺς ἐκεῖθεν. γέγονεν οὖν καὶ ἐν τῷ ᾅδῃ καὶ ἀνήγαγεν ἐκεῖθεν 186 πολλὰς ψυχὰς δικαίων. ὅταν δε`̣ σώματα ἀκούῃς, μὴ πάντως τὰ σκηνώματα σκόπει· τοῦτο γὰρ πολλοὶ νομίζουσιν. καὶ οὐκ ἀπεμφαίνει εἰπεῖν πρὸς ταῖς ἄλλαις θεοσημείαις καὶ τοῦτο τὸ παράδοξον γεγονέναι· ἀλλ' ὅρα, μὴ μάχεται ὅλῳ τῷ εἱρμῷ τῆς οἰκονομίας. τοῦτο γίγνωσκε, ὅτι εἰ ἐπέγνωσαν τοὺς ἑαυτῶν οἱ ἄνθρωποι, δύσκολον εἰ ἔμειναν ἐν τῇ ἀπιστίᾳ. καὶ ἄλλο δέ· ὁ Πέτρος ἐν ταῖς πράξεσιν τῶν ἀποστόλων περὶ τοῦ ∆αυὶδ λέγει ὅτι· "καὶ τὸ μνῆμα ἔστιν αὐτοῦ ἕως ἄρτι". θεω̣ρητέον· εἰ ὅλως ἠγείρετό τις, ὁ ∆αυὶδ ἠγείρετο. τὰς ψυχὰς οὖν τὰς μετενεχθείσας ἐκ τῆς γῆς "σώματα ἁγίων" λέγομ̣εν. οὕτω δὲ λε´̣γ̣ο̣μεν, ὡς λέγομεν σῶμα Χριστοῦ ὅλην τὴν ἐκκλησίαν. καὶ ἐν τῇ ἀναστάσει λέγεται· "ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι". τ̣ὰ ἴδια̣ δὲ τάγματα τῶν ἐκ νεκρῶν ἐγειρομένων οὐκ ἀπ' ἄλλου τινὸς χαρακτηρίζεται ἢ προκοπῇ ψυχῶν. οἱ τὴν αὐτὴν ἔχοντες ἀρετὴν καὶ πίστιν καὶ εὐσέβειαν εἰς ἓν τάγμα συντάττονται. "ἀπαρχὴ" οὖν "Χριστός, ἔπειτα οἱ τοῦ Χριστοῦ, ἕκαστος ἐν τῷ ἰδίῳ τάγματι". οἱ τοῦ Χριστοῦ εἰσιν οἱ τάγματα διάφορα ἔχοντες. καὶ ἵνα ἐξ ἄλλου λάβωμεν, ὡς ἐπὶ τῆς γῆς τῆς δεξαμένης τὸν σπόρον, ὃν ἑκατόν, ἑξήκοντα, τριάκοντα καρποφοροῦσιν, γίνονται διάφορα τάγματα· μὴ γὰρ εἷς ἐστιν ἢ μία καρδία φέρουσα ἑκατὸν καὶ ἑξήκοντα καὶ τριάκοντα. ἀμέλει γοῦν οἱ ἐξηγηταὶ ἡμῶν τοῦτο λέγουσιν ὅτι οἱ τὴν παρθενίαν τὰ ἑκατόν, οἱ τὸν γάμον μετερχόμενοι τὸν θεῖον τὰ τριάκοντα. εἰς τὴν ἐλάττωσιν καὶ ἀνισότητα τῶν ἀριθμῶν ἐσκόπησαν, οὐκ εἰς τὴν φύσιν τῶν ἀριθμῶν. τέλειοι καρποφοροῦσίν τινες. οὗτοι δὲ τῷ ἑκατὸν ἀριθμῷ σημαίνονται. καὶ ἐν τῇ ἐπαγγελίᾳ γοῦν λέγει· "ἔσται ὁ νέος ἑκατὸν ἐτῶν".