113
καὶ ὁ Ἀβραὰμ ἑκατοντούτης γενόμενος πατὴρ ἐχρημάτισεν ἐξ ἐπαγγελίας. καὶ ὅλως ὁ ἀριθμὸς κάλλιστός ἐστιν· δεκάκις γὰρ πολυπλασιαζόμενος ὁ δέκα τὸν ἑκατὸν ποιεῖ. ἐλέγομεν δὲ ὅτι ὁ δέκα ἀριθμὸς πανδεχής ἐστιν· πάντας περιέχει τοὺς ἀριθμούς. πάλιν ὁ ἑξήκοντα οἰκειότητα δοκεῖ ἔχειν πρὸς τὸν κόσμον· ἐν̣ ἓξ ἡμ̣έραις γὰρ γέγονεν. ὅσοι οὖν γίνονται κοσμοπολῖται καὶ ὑπερβαίνουσιν τοῦτον κ̣αὶ τὸν ὑπὸ τούτου δηλούμενον κληρονομοῦσιν-τέλειος δὲ ἐλέχθη ὁ ἓξ α᾿̣ριθ μός-, οὗτοι ἄλλο τάγμα εἰσίν. τάχα δὲ οἱ προφητικοὶ ἔχοντες ἐφ' οἷς δυσὶν ἔχουσιν, καὶ τὸ ἅγιον πνεῦμα πλεονάζον ἐν αὐτοῖς, οὗτοί εἰσιν οἱ τριάκοντα. ὁ δὲ τριάκοντα συγγένειαν ἔχει πρὸς τὴν προσκυνητὴν τριάδα. ἢ τάχα ἐπεὶ τριακοντούτης γενόμενος ὁ σωτὴρ ἤρξατο τῆς πολιτείας τῆς ἀρίστης καὶ τῆς εὐαγγελικῆς αὐτοῦ λ̣αλιᾶς, οἱ ἄρτι προσεληλυθότες αὐτῷ τὸν τριάκοντα καρποφοροῦσιν. ἄκουε· αἱ ἀρεταὶ ἀντακολουθοῦσιν ὡς τὸν μίαν̣ ἔχοντα πάσας ἔχειν. ἐπὶ τοῦ ἄγαν τελείου τοῦτο λαμβάνομεν. ὅταν δέ τις ᾖν ἐν τῷ προκόπτειν, ἔχει μίαν̣ ἐνίοτε ἐπικρατεστέραν τὴν ἀφ' ἧς ἤρξατο ἢ περὶ ἧς ἐσπούδασεν, ὡς ἔχει καὶ ἐπὶ τῶν τεχνῶν· ὁρᾷς πολλάκις γραμματικὸν καὶ μουσικὸν καὶ ἰατρόν, καὶ ἔχει ἐπικρατεστέραν μίαν εἰς ἣν ἔχει ὅλην τὴν ῥοπήν. τοῦτο δὲ ἐκ τῶν μακαρισμῶν παιδευόμεθα· μὴ γὰρ ὁ πτωχὸς τῷ πνεύματι οὐκ ἔχει τὰς ἄλλας ἀρετάς; ὁ πτωχὸς τῷ πνεύματι καὶ συνπαθής ἐστιν· καὶ διὰ τοῦτο πενθεῖ· εἰ γὰρ ἦν ἀσυνπαθής, οὐκ ἦν πτωχὸς τῷ πνεύματι. ἔχει πραότητα· εἰ γὰρ ὀργίλος ἦν, οὐκ ἠδύνατο μακαρίζεσθαι. ἔχει δικαιοσύνην. περὶ τοῦ οὖν πλειστοδυναμοῦντος καὶ τῆς ἐπικρατεςτέρας ἕξεως θαυμάζονται οἱ παρονομαζόμενοι. ἐπερ · πολλούς, λε´̣γ̣ε̣ι̣, ἐθεώρησαν ἐν τῇ ἁγίᾳ πόλει; οὐκ ἦν δὲ ἁγία ἡ Ἰερουσαλὴμ "ἡ ἀποκτείνασα τοὺς προφήτας", ἣν κατέλειψεν ὁ σωτὴρ λέγων· "ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν". τοῖς ἐπὶ γῆς περιπατοῦσιν καὶ ἔχουσιν ἐν οὐρανοῖς τὸ πολίτευμα ὤφθησαν ἐν τῇ ἁγίᾳ πόλει, τῇ τοῦ θεοῦ ζῶντος πόλει. ἐπερ · τὸ "ὤφθησαν"; -αἱ παχύτεραι αὗται αἰσθήσεις παχέων ἀντιλαμβάνονται. ἔχει ὁ τριάκοντα τρεῖς τρεῖς, ἕνδεκα καὶ τριάκοντα τρεῖς. δεκαπέντε γίνονται. πολλάκις δὲ ὁ δεκαπέντε ἀριθμ̣ὸς ἐλέχθη ἀνάγεσθαι εἰς τὰς δύο διαθήκας· 187 διδόασιν γὰρ τοῖς ἑπτὰ καὶ τοῖς ὀκτώ· εἴρηται γὰρ ἡμῖν ἐν τοῖς ἔνπροσθεν ὅτι καὶ τρίγωνός ἐστιν κ̣αι`̣ παραδοθεὶς πεντάδα ἔχει, οἰκειότητα πρὸς τὰ αἰσθητὰ ἔχει· πῶς γὰρ οὐκ ἤμελλεν ἀλλοιώσεως τοῦ προσώπου γεγενημένης; ἐπερ · ἐὰν εἴπωμεν ὅτι ἔμεινεν ἐκεῖ; -οὐκ εὐθέως. ἐν ἄλλῃ γενομένῃ ἐκεῖ ἐπιδημίᾳ. σχεδὸν ἐν ἀρχῇ τῶν βασιλειῶν ἐστιν τοῦτο, περὶ τὸ τέλος δὲ ἐκεῖνο τὸ ὅτε λοιπὸν ἐξετέλεσαν εἰς πόλεμον πρὸς τὸν Σαούλ. ἐπερ · οὐ τὸ πρῶτον ἀπελύθη καὶ ἀπῆλθεν; - μήποτε τὰς ἀναγωγὰς πρὸς λέξιν ἐξέταζε. ἐπεὶ λέγω σοι κἀγὼ τὸ περὶ τοῦ Ἀβραάμ· "ἔσχεν δύο υἱούς, ἕνα ἐκ τῆς παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας". καὶ οὐκ Ἀβραὰμ ὢν ἔσχεν αὐτούς. τὸν δι̣' Ἁγὰρ Ἰσμ̣αὴλ Ἀβρὰμ ἔσχεν, Ἀβραὰμ δὲ τοῦτοἔσχεν. καὶ ἄρτι τό· "συνστοιχεῖ τῇ νῦν Ἰερουσαλήμ". οὐ λέγει λέγω ἀρτίως, ἵνα τὴν συνστοιχίαν λάβῃς καὶ κατὰ σύμβολον. κατὰ πολλοὺς δὲ τρόπους λέγεται ἡ συνστοιχία. αὐτίκα γοῦν καὶ ἐπὶ γραμματικῆς τὰ δασεῖα τοῖς ψιλοῖς σύνστοιχα λέγεται εἶναι, καὶ τὰ μακρὰ τοῖς βραχέσιν. παρὰ δὲ τοῖς τὰ λογικὰ σύνστοιχα λέγονται τὰ ἀντιδιῃρημένα. διαιρεῖς τὸ ζῷον εἰς λογικὸν καὶ ἄλογον, καὶ εἰς θνητὸν καὶ εἰς ἀθάνατον, καὶ ὑπόπουν καὶ ἄπουν. οὔκ ἐστιν σύνστοιχον τὸ λογικὸν καὶ τὸ θνητόν, ἀλλὰ τὸ ἄλογον. τὸ συνστοιχεῖν δὲ ὧδε παρὰ τῷ ἀποστόλῳ τὸ συμβολικὸν πρὸς τὸ προηγούμενον. ἵνα παχύτερον εἴπω· ἔνι θυσία αἰσθητὴ καὶ περιτομή, καὶ ἀμφότερα πνευματικά. οὐ δεῖ σύνστοιχον λαβεῖν τὴν περιτομὴν τὴν κατὰ σάρκα πρὸς τὴν πνευματικὴν θυσίαν, καὶ τὴν σωματικωτέραν θυσίαν οὐ πρὸς τὴν πνευματικὴν _0_θ_υ_σ_ί_α_ν0_1__π_ε_ρ_ι_τ_ο_μ_ή_ν_1 , ἀλλὰ θυσίαν. ἐπερ · τὸ "τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν", καὶ πάλιν· "ὅτι εὐθὴς