1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

114

ὁ λόγος τοῦ κυρίου"; -τὰ αὐτὰ πράγματα ὅτε οὐκ αἰσθητά ἐστιν, κατ' ἐπίνοιαν δοκοῦσιν ἄλλα καὶ ἄλλα εἶναι. ἕν ἐστιν τὸ ἅγιον πνεῦμα, καὶ λέγομεν αὐτοῦ διάφορα χαρίσματα. ἐὰν εἰς τὰ χαρίσματα σκοπήσῃς, δοκεῖ πλῆθος ἁγίων πνευμάτων εἶναι. ἔχεις γοῦν· "καὶ πνεῦμα προφητῶν προφήταις ὑποτάσσεται". λέγεται καὶ πνεῦμα Ἠλία καὶ πνεῦμα Ἐλισαῖε. οὐχ ἕτερά εἰσιν ταῦτα τῇ οὐσίᾳ, ἀλλὰ τῇ ἐπινοίᾳ καὶ τῇ σχέσει τῶν μετεχόντων λέγεται πληθυντικῶς πνεύματα. καὶ ὁ λόγος οὖν ὁ τοῦ θεοῦ ὅτε ἔτι πρὸς τὸν θεὸν ἦν -"καὶ ἦν" γὰρ "ὁ λόγος πρὸς τὸν θεόν"-, οὐδεμίαν ἔχει σχέσιν πρὸς ἄλλον, ἀλλὰ πρὸς τὸν θεὸν μόνον, δευτέρως δὲ καὶ πρὸς τοὺς μετόχους ἑαυτοῦ· "ἐκείνους" γὰρ "θεοὺς εἶπεν πρὸς οὓς ὁ λόγος τοῦ θεοῦ ἐγένετο". πρὸς αὐτὸν μὲν ὁ λόγος τοῦ θεοῦ ἦν. ἀσχέτως οὖν ὁ λόγος αὐτοῦ πρὸς τὸν θεὸν ἔστιν, σχετικῶς δὲ πρὸς τοὺς μετέχοντας αὐτοῦ ἐγένετο. π̣οτὲ κατὰ μίαν ἐπιβολὴν μετέχουσιν οἱ μετέχοντες, ὡς περὶ τοῦ πνεύματος εἶπον· ὁ μὲν γὰρ ἔχει λόγον σοφίας, ἄλλος λόγον γνώσεως· μὴ γὰρ ἄλλος καὶ ἄλλος ἐστὶν κατὰ τὸ ὑποκείμενον ὁ λόγος οὗτος. εἰσίν τινες ἔχοντες γνῶσιν πνευματικῶν, γνῶσιν τῆς ἀληθείας, τῶν τῆς εὐσεβείας δογμάτων· διεξιέναι γάρ τι περὶ αὐτῶν οὐ δύνανται. καὶ ἔγνωμεν ἡμεῖς νοοῦντας ἀνθρώπους πάνυ συνετῶς καὶ οὐ δυναμένους εἰπεῖν οὐδὲ τῷ τυχόντι. οὗτοι λόγον γνώσεως ἔχουσιν. ὅταν δὲ πρὸς τῷ ἔχειν τὴν γνῶσιν ἔχῃ καὶ τὸ δύνασθαι διεξοδεύειν καὶ διδάσκειν καὶ εἰς ἄλλους φέρειν τὰ ἐν αὐτῷ νοήματα, λόγος σοφίας ἐστίν. ἀμέλει γοῦν αὐτὴ ἡ Σοφία λέγει· "ἐξέτεινον λόγους", διδασκαλικῶς δηλονότι. ὁ αὐτὸς οὖν λόγος τοῦ θεοῦ γίνεται πρὸς τοὺς προφήτας καὶ ἔστιν πρὸς τὸν θεὸν καὶ πρὸς τοὺς γινομένους ἐκ τῆς συνουσίας αὐτοῦ θεούς. καὶ οὐ τὴν αὐτὴν ζητοῦμεν σχέσιν· ἐπὶ μὲν γὰρ τοῦ πατρὸς ἀνυπέρβλητός ἐστιν. ἡ πρὸς τὸν θεὸν αὐτοῦ συνουσία οὔκ ἐστιν κατὰ συνκατάβασιν, πρὸς δὲ 188 τοὺς γενομένους θεοὺς κατὰ τὴν ἀξίαν, τὴν δύναμιν καὶ τὴν ἀναλογίαν ἧς ἔχουσιν προκοπῆς γίνεται. καὶ πρὸς τοὺς προφήτας οὕτως γίνεται· "ὁ λόγος ὁ γενόμενος πρὸς Ἰηρεμίαν". οὐκ εἶπεν "ὁ ὤν", ἀλλ' "ὁ γενόμενος". γινόμενος δὲ κατὰ τὸ μέτρον ἐκείνου γίνεται. καὶ ἐνταῦθα οὖν διαφόρως ἐξηγησάμεθα τὸν εὐθῆ τοῦ θεοῦ λόγον, οὗ τὰ ἔργα ἐν πίστει ἐστίν. εἰρήκαμεν ὅτι δύναται ὁ διδασκαλικὸς εἶναι λόγος. ἐπερ · ἵνα ποῖον λάβωμεν πνεῦμα; -κατ' ἐπίνοιάν τινα λήψ̣ει τὸ στόματος θεοῦ πνεῦμα ἀντὶ τοῦ· ὅτε διὰ λόγου αὐτὸ εἰς γνῶσιν ἄγει ὧν κρίνει παραδέξασθαι αὐτό. "περίελε σεαυτοῦ σκολιὸν στόμα". "τὸ δὲ στόμα αὐτοῦ τὸ θρασὺ θάνατον ἐπικαλεῖται". ὅταν πρὸς τὸν θεὸν ᾖ τὸ πνεῦμα καὶ πρὸς τὸν υἱόν, οὐ λέγεται "πνεῦμα στόματος", ἀλλ' ὅταν διακονῆται τοῖς δυναμένοις λόγῳ αὐτὸ δέξασθαι. ἐπερ · οὐ λέγεις τινὰ μέτοχον δικαιοσύνης πρακτικὸν ὄντα; -τὸν μετ' ἐπιστήμης ἔχοντα τὴν δικαιοσύνην καὶ δυνάμενον ἄλλῳ αὐτὴν οὕτω σαφηνίσαι ὡς αὐτὸς αὐτὴν ἔχει. ἐπερ · οὐ λέγεις λόγῳ τοῦτο ποιεῖ; -οὐ λέγω λόγῳ τῷ προφορικῷ. 2 εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. εὐλογεῖ τὸν θεὸν ἐν παντὶ καιρῷ ὁ ἐν παντὶ τῷ προσπίπτοντι εὐχαριστῶν. γράφει δὲ καὶ ὁ ἀπόστολος· "ἐν παντὶ εὐχαριςτοῦντες". ὁ εὐχαριστῶν θεῷ οὐκ ἐπὶ τοῖς ἡδέσιν μόνοις· τοῦτο ποιεῖ, ἀλλὰ καὶ ἐπὶ τοῖς ἀηδέσιν. ὁ Ἰὼβ γοῦν οὐκ ἐπὶ τῇ εὐετηρίᾳ καὶ τῇ σωτηρίᾳ τῶν τέκνων καὶ τῷ ἄλλῳ περιρέοντι πλούτῳ μόνον εὐλογεῖ τὸν θεόν, ἀλλὰ καὶ ὅτε ἅμα πάντων ἀφῃρέθη. ὅτε γοῦν πάντα αὐτοῦ ἀφῃρέθη τὰ τέτακνα, τὰ ὑπάρχοντα, εὐχαριστεῖ τῷ θεῷ, καὶ "οὐδὲν ἥμαρτεν", φησίν, " ̓Ιὼβ ἐναντίον τοῦ κυρίου οὐδὲ ἔδωκεν ἀφροσύνην τῷ θεῷ". ὁ λέγων περὶ τῆς προνοίας ὅτι· "ὤφειλεν οὕτω ποιεῖν ἢ οὕτω", ἀφροσύνην π̣ροσάπτει τῷ θεῷ καὶ ὅσον εἰς αὐτὸν μὴ νοήσαντα τὸν θεὸν ὃ ἔδει ποιῆσαι. ὅταν γοῦν τις λέγῃ ὅτι· "ἔδει τοὺς γέροντας πρὸ τῶν νέων ἀποθνῄσκειν, τοὺς γονέας πρὸ τῶν τέκνων καὶ τοὺς ὑγιαίνοντας μὴ α᾿̣π̣οθνῄσκειν, ἀλλὰ τοὺς̣