115
νοσοῦντας̣", ἀφροσύνην δίδωσιν τῷ δι οικοῦντι καὶ προνοουμένῳ. "οὐκ ἔδωκεν" οὖν "ἀφροσύνην τῷ θεῷ". ···· "εὐλογητ̣ὸς κύριος". ἐπεὶ τοίνυν καὶ καιροὶ διάφοροί εἰσιν, ἐν παντὶ δὲ εὐχαριστεῖν προσήκει, εἰκότως λέγει ὅτι· "εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῷ". οὐκ ἔστιν ὅτε οὐκ εὐλογῶ τὸν κύριον. κἂν ἀηδῆ ᾖν τὰ ἐπιφερόμενα, ὡς ἀγαθὸν προσδέχομαι. ἔλεγεν δὲ ἄλλος λόγος ὅτι· "πᾶν τὸ ἐπαγόμενόν σοι παρὰ κυρίου ὡς ἀγαθὸν προςδέχου". οὐκ ἂν εἴποις ὁρῶν νοσοῦντα καὶ περιοδευόμενον ὑπὸ ἀρίστου ἰατροῦ ὅτι εὐχαριστεῖ τῷ ἰατρῷ ποθῶν σωτηρίαν; ὅταν γὰρ α̣····· ···· αὐτὸν καὶ διαιρῇ ξίφει ἵνα σωθῇ, μὴ μόνον ὅτε προσηνῆ βοηθήματα αὐτῷ δίδωσιν, ἀποδέχεται. οὐκ εἰς τ̣ὸ προσηνὲς δὲ βλέπει οὐδὲ εἰς τὸ ἀηδὲς τῶν προσαγομένων, ἀλλ' εἰς τὸ συμφέρον καὶ λυσιτελοῦν. πᾶς καιρὸς οὖν ἔστιν τοῦ εὐλογεῖν τὸν θεόν. ἑκατέρως δὲ τὸν καιρὸν λαμβάνομεν καὶ τὸν δέοντα χρόνον καὶ τὴν κατάστασιν τοῦ βοηθουμένου. λέγομεν οὖν ἐπὶ τῶν ὑγιαινόντων καιρὸν ἀρίστου εἶναι τὸν μεσημβρινὸν καὶ δείπνου τὸν ἑσπερινόν, ἐπὶ δὲ τοῦ κάμνοντος οὐχ οὕτ̣ω λαμβάνομεν τὸν καιρὸν εἰς χρόνον ἀφορῶντες, ἀλλ' εἰς τὸ πῶς ἔχει αὐτοῦ τὸ σῶμα. ἑκατέρως "ἐν παντὶ καιρῷ" εὐλογεῖ τὸν θεὸν ὁ ἅγιος· οἶδεν γὰρ ὅτι ὑπὸ πρόνοιάν ἐστιν καὶ ὅτι ὁ προνοούμενος μᾶλλον αὐτοῦ οἶδεν τὰ αὐτῷ λυσιτελοῦντα. "πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστοῦντες". εἰ πάντοτε χαίρει ὁ ἅγιος, οὐδέποτε καταδύεται ἢ κατηφεῖ ἐπὶ σκυθρωποῖς παροῦσιν· καὶ ἐπὶ τούτοις γὰρ χαίρει, χαίρει ὡς ἐπὶ ἀγωνίσμασιν. τὴν διαδεχομένην νί κην τοὺς ἀγῶνας ὁρᾷ καὶ τοὺς στεφάνους προσδοκῶν καὶ τὰ βραβεῖα χαίρει, κἂν ἀηδῆ ᾖν τὰ περιεστηκότα. 189 "εὐλογήσω" οὖν. καὶ ἵνα μή τις τὴν εὐλογίαν προφορᾷ νομίσῃ γίνεσθαι, οἷον λέγειν τινὰ ἐπαγγελίᾳ· "διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου". ἐν τῷ ὑμνεῖν αὐτὸν εὐλογῶ αὐτόν. "διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου". οὐ τοῦτο δὲ λέγομεν, ἵνα μὴ ἀδύνατόν τι ἀκολουθήσῃ, ὅτι ἐν τῷ προφορικῷ διὰ παντὸς ἔχει τὴν αἴνεσιν. ἀδύνατον δὲ τοῦτο· καθεύδων γὰρ οὐ ποιεῖ τοῦτο, ἐσθίων ἐνίοτε οὐ ποιεῖ· ἀλλὰ οὕτως αἰνεῖν δεῖ· πάντα ἃ ποιῶ, κἄν τε ἐσθίω κἂν πίνω κἂν καθεύδω, εὐχαριςτῶν τῷ θεῷ ὑφίσταμαι ταῦτα. οὕτω γοῦν ἀκουστέον καὶ τοῦ; "πάντοτε χαίρετε". ἐὰν κατ' ἐνε´̣ργειαν λάβῃ̣ς̣ χάριν, ὁ κοιμω´̣μενος οὐκ ἔχει ταύτην. δυνάμει αὐτὴν ἔχει. "ἀδιαλείπτως προσεύχεσθε". ἐὰν ἐπὶ τοῦ δεικτ̣ικῶς προσεύχεσθαι λάβῃς, οὐ δύναται ἀδιαλείπτως τελεῖσθαι. ἀμέλει γοῦν εἴ τις ἱστορικῶς ἀνεγράφη η, "τρὶς τῆς ἡμέρας" λέγεται προσεύχεσθαι, μεσημβρινῆς ἢ περὶ ἐνάτην ὥραν, δῶμεν ὅτι καὶ ἑσπερινῆς. τὸ ἀδιαλείπτως οὖν προσεύχεσθαι τοιοῦτόν ἐστιν· ο̣ὐδ̣ε`̣ν̣ ἑ´̣τ̣ερ̣όν ἐστιν προσευχὴ ἢ αἴτησις ἀγαθῶν παρὰ θεοῦ. ὅταν τις τοίνυν διὰ παντὸς οὗ ποιεῖ, αἰτῆται ἀγαθὰ τὸν θεόν, προσεύχεται. κἂν τὸ ἰδικὸν μὴ ποιῇ, πόθον ἔχων τοῦ τυχεῖν τῶν ὠφελίμων, προσεύχεται. αὐτὸς ὁ πόθος προσευχή ἐστιν· ἔχει γὰρ τὸν πόθον. ὅ τι ποτὲ ἐὰν ποιῇ, κἂν ἐνποδίζηται τοῦ τὸ ἰδικὸν τῆς προσευχῆς ποιεῖν, ἀλλὰ ἔχει τὸ αἰτεῖσθαι τὸν θεόν. οὕτω γοῦν καὶ ἐν τῇ Σοφίᾳ τοῦ Σιρὰχ λέγεται· "διήγη σις εὐσεβοῦς διὰ παντὸς σοφία". πῶς διὰ παντὸς δύναται τὴν σοφίαν διηγεῖσθαι; ἐὰν οὕτω λάβωμεν -λαμβάνεται δὲ πολλάκις ταῦτα καὶ ἐν τῇ συνηθείᾳ οὕτως-, ὡς καθόλου πολλάκις ζητοῦμέν τινα καὶ μαθεῖν ποθοῦμεν, ποῦ ἔστιν αὐτῷ συντυχεῖν· λέγουσιν· "εἰς τὸ ἰατρεῖον τοῦτο ἀεὶ κάθηται καὶ διηνεκῶς ἐκεῖ ἐστιν", οὐχ οὕτω λαμβάνων τὴν ἡμέραν ὅλην, ἀλλ' ὅτε κάθηται, οὕτω, μᾶλλον ἐκεῖ κάθηται. οὐκ εἶπεν οὖν ἁπλῶς "διὰ παντὸς ἡ αἴνεσις", ἀλλ' "αὐτοῦ"· ὁ γὰρ δοκῶν αἰνεῖν μὴ μετὰ φρονημάτων ὀρθῶν, μὴ μετὰ τῶν ἀληθῶς θεολογικῶν, οὐχ αὑτῷ αἰνεῖ, οὐκ αὐτὸν αἰνεῖ. 3 ἐν τῷ κυρίῳ ἐπαινεθήσεται ἡ ψυχή μου. ἡ ψυχὴ ἡ ἐμὴ οὐκ ἐπαινεῖται ἐπ' ἄλλ̣ῳ̣ τ̣ι̣ν̣ὶ προηγουμένως ἢ ἐπὶ τῷ μετέχειν θεοῦ· ὡς γὰρ ἄλλος ἐπὶ τέχνῃ ἐπαινεῖσθαι ποθεῖ ἢ ἐπὶ ἐπιστήμῃ̣ ἢ ἐπὶ ἀξιώματι ἢ τιμῇ, οὕτως ὁ ἅγιος ἐν τῷ κυρίῳ