116
θέλει ἐπαινεῖσθαι τὴν ψυχὴν ἑαυτοῦ. οὐκ οἶδεν ἄλλον ἔπα̣ινον τῆς ψυχῆς ἢ τοῦτον· κἂν γάρ, ὡς ε̣ἶπ̣ον, ἐπὶ ἐπιστήμῃ τις ἐπαινεῖται, ἀλλὰ συνκρινόμενος οὗτος ὁ ἔπαινος π̣ρὸς ἀ´̣λλον ἐπὶ θεῷ γινόμενον οὐδὲ ἔπαινός ἐστιν ὅλως. λέγομεν οὖν πολλάκ̣ι̣ς· "οὐδὲν γλυκύ ἐστιν ἢ τὸ μέλι". εἰσὶν μὲν καὶ ἄλλα γλυκέα, ἀλλὰ ὡς πρὸς τὸ μέλι οὔκ εἰσιν γλυκέα. καὶ ἐν ἄλλῳ ψαλμῷ λέγει· "παρὰ σοῦ ὁ ἔπαινός μου ἐν ἐκκλησίᾳ μεγάλῃ". ὃν δίδως μοι ἔπαινον οὐκ ἐπ' ἄλλῳ ἐστὶν γινόμενος ἢ ἐπὶ σοί. "ἐν τῷ κυρίῳ ἐπαινεσθήσεται ἡ ψυχή μου". "ἐν σοί", φησίν, "ἐπαινεσθησόμεθα ὅλην τὴν ἡμέραν". ὅλον τὸν χρόνον τῆς ζωῆς ἡμῶν ἡμέραν καλ̣ούμενον. δύναται δὲ τὸ "ἐν σοὶ" ἤτοι τὸ "ἐπὶ σοὶ" ἢ τὸ "ὑπὸ σοῦ". ἀμφότερα δὲ συντρέχει ἐπὶ τοῦ ἁγίου. καὶ ἐπὶ τ̣ο̣ῦ θεου῀̣ ἐπαινεῖται καὶ ὑπ' αὐτοῦ τοῦ θεοῦ ἔχει τὸν αἶνον. 3 ἀκουσάτωσαν πραεῖς καὶ εὐφρανθήτωσαν. ὥσπερ ὁ φαῦλος βούλεται κρύπτειν ἃ λέγει καὶ ἐνεργεῖ, ὅταν μὴ ἀπεγνωσμένος ᾖν, οὕτως ὁ σπ̣ουδαῖος καὶ θεῷ ἀνακείμενος θέλει ἃ λέγει καὶ ἃ πράττει πᾶσιν γνώριμα εἶναι. θέλει τὸ φῶς αὐτοῦ λάμπειν ἔνπροσθεν τῶν ἀνθρώπων, ἵν' ἰδόντες ἐκεῖνοι δοξάσωσιν τὸν θεόν. β̣ούλεται τοὺς λόγους αὐτοῦ εἰς ἄλλους ἔρχεσθαι· εἴρηται γάρ· "ὁμιλεῖτε ἐν περιπάτοις". ὁ δὲ ὁμιλῶν ἄλλοις ὁμιλεῖ, οὐχ̣ ἑαυτῷ προηγουμένως. ἐπεὶ τοίνυν ἐν παντὶ καιρῷ προεθέμην εὐλογεῖν τὸν κύριον καὶ ἔχειν διὰ παντὸς τὴν αἴνεσιν αὐτοῦ ἐν τῷ στόματί μου, ὥστε τὴν ψυχήν μου ἐν αὐτῷ ἐπαινεῖσθαι, "ἀκούσατε πραεῖς καὶ εὐφράνθητε". μιμήσασθέ με, καὶ ὑμεῖς τοιοῦτοι γένεσθε. ἐὰν δὲ τοὺς πραεῖς μείζονας ἑαυτοῦ λέγῃ, λέγει· "ἀκούσατε πραεῖς", ὅτι ἐγὼ ὁ πρὸς ὑμῶν παιδευόμενος καὶ ὑποβεβηκὼς ὑμᾶς τοιοῦτός εἰμι· τὸ γὰρ τὸ ἐλάττονι ὑπάρχον 190 καὶ τῷ μείζονι ὑπάρχει. οἱ μαθηταὶ αἰνετοὶ καὶ ἐπαινοῦντες τὸν κύριον-, πολλῷ πλέον οἱ διδάσκαλοι καὶ ὑπερβεβηκότες αὐτούς. ἑκατέρως οὖν λάβε· ἤτοι οἱ μείζονες ἐμοῦ πρᾶοι ἀκούσαντες εὐφράνθητε, ὅτι ἐσχήκατε τοιοῦτον μαθητὴν ἢ συνμέτοχον. 4 μεγαλύνατε τὸν κύριον σὺν ἐμοί. περὶ τῶν πράων εἰπὼν πρὸς αὐτοὺς λοιπὸν τρέπει τὸν λόγον· "καὶ ἐπ' ἐμὲ μεγαλύνατε τὸν κύριον σὺν ἐμοί". μεγαλύνει δέ τις τὸν θεὸν οὐκ ἐκ μικροῦ μέγεθος αὐτῷ προστιθείς, ἀλλ' ὅταν δυνηθῇ τὸ μέγεθος αὐτοῦ λαβεῖν. ὁ ἥλιος οὖν ἀλλ' ὅταν δυνηθῇ τὸ μέγεθος αὐτοῦ λαβεῖν. ὁ ἥλιος οὖν ἀνατέλλων οὐχ, ὅσου ἐστὶν μεγέθους, παραυτὰ θεωρεῖται. καθ' ὁλίγον δὲ μείζω βλέπεται· οὐ γὰρ δήπου αὐτὸς αὔξησιν λαμβάνει, ἀλλ' ὁ θεωρῶν βελτιοῦται, κρειττόνως ὁρᾷ αὐτόν. "μεγαλύνατε τὸν θεόν", μεγάλ̣α φρονήσατε περὶ τοῦ θεοῦ, "σὺν ἐμοί"· τὸ γὰρ "μεγαλύνατε τὸν θεόν", τὸ μεγάλα περὶ αὐτοῦ φρονῆσαι. 4 καὶ ὑψώσομεν τὸ ὄνομα αὐτοῦ ἐπὶ τὸ αὐτό. ἡ προσηγορία τοῦ θεοῦ κέκληται ἐπὶ τοὺς σπουδαίους· αὐτοῦ γὰρ χρηματίζουσιν. ὅταν τοίνυν καταλλήλους τῷ ὀνόματι πράξεις καὶ νοήσεις ἔχωμεν, τότε ὑψοῦται τὸ ὄνομα αὐτοῦ, οὐ διεσπ̣ασμένως, ἀλλ' "ἐπὶ τὸ αὐτό", καταρτιζομένων "τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ". δυνατὸν δὲ καὶ κατὰ διάνοιαν ἄλλην εἰπεῖν ὑψοῦσθαι τὸ ὄνομα τοῦ θεοῦ ἐπὶ τὸ αὐτό· τὴν θεοῦ προσηγορίαν κατασπῶσίν τ̣ινες ἐπὶ ἄψυχον ὕλην, ὡς τὰ ἀγάλματα θεοὺς ὀνομάζειν. τρόπον τινὰ ταπεινοῦσιν τὴν θεοῦ ὀνομασίαν. καὶ ἄλλοι ἐκ τῆς γαστρὸς ἑαυτῶν φέρουσιν τὴν ὀνομασίαν θεοποιοῦντες τῇ διδασκαλίᾳ τῷ ἀδηφάγοι καὶ παντοφάγοι εἶναι. ὅταν τοίνυν μηδὲν τῶν μὴ θεῷ φρονῶμεν εἶναι θεόν, ἀλλὰ μόνον τὸν πάντα δημιουργήσαντα, ἐπὶ τὸ αὐτὸ ὑψώσαμεν τὸ ὄνομα αὐτοῦ. ἡμεῖς ὅλοι ἐν τῷ εὐαγγελίῳ ἐν εὐχῇ προσταττόμεθα λέγειν· "ἁγιασθήτω τὸ ὄνομά σου". εἰ δὲ καὶ προστακτική ἐστιν ἡ φωνή, ἀλλ' ἐν εὐχῇ λέγομεν̣ αὐτήν, εὐχή ἐστιν. κατὰ πάσας οὖν τὰς διανοίας τῆς ὑφώσεως τοῦ ὀνόματος καὶ τὸ ἁγιασθῆναι αὐτὸ λαμβάνομ̣εν· μηδὲν πράττετε βέβηλον, μηδὲν πτωχὸν καὶ ταπεινόν, ἵνα ὑψῶται τὸ ὄνομα τοῦ θεου῀̣, ἱ´̣να ἁγιάζηται· ἀπ̣οστήσατε τὴν θεοῦ προσηγορίαν ἀπὸ παντὸς χαμαιπετοῦς, ἀπὸ παντὸς γηίνου πρ̣άγματος· τότε γὰρ ἁγιάζεται ἡ