1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

119

ῥυομένους αὐτοὺς ἐκ πάσης θλίψεως. ἔχεις γοῦν τοῦτο ἐν εὐαγγελίῳ· "ὁρᾶτε μὴ σκανδαλίσητε ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ· οἱ γὰρ ἄγγελοι αὐτῶν διὰ παντὸς βλέπουσιν τὸ πρόσωπον τοῦ πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς". παραστάται εἰσὶν τοῦ θεοῦ, τὸ πρόσωπον αὐτοῦ ὁρῶσιν, ἀοράτως τὸν ἀόρατον βλέπουσιν. ἰδοὺ οὖν τῶν πολλῶν μικρῶν πολλοὶ ἄγγελοι ἐλέχθησαν, τῶν δὲ φοβουμένων τὸν κύριον εἷς ἄγγελος εἴρηται. ἑνικῶς εἴρηται, οὐδὲ γὰρ εἷς. δυνατὸν δὲ καὶ τοῦτο εἰπεῖν· οἱ μικροὶ οὐ τὸν θεὸν φοβοῦνται, ἀλλὰ τὸν παθητικὸν ἔχουσιν φόβον· "ἡ τελεία" γὰρ "ἀγάπη ἔξω βάλλει τὸν φόβον". καί· "ὁ φόβος κόλασιν ἔχει". "μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι"· ἐκεῖνοι δὲ τὸν θεὸν φοβοῦνται οἱ τὸν ὑπερβάλλοντα φόβον ἔχοντες, περὶ οὗ εἴρηται 195 ἐν τῇ Σιράχ· "φόβος κυρίου πάντα ὑπερέβαλεν", ὅστις παραγίνεται τῷ ζητοῦντι αὐτὸν μετὰ πολλὴν προκοπήν. δύνανται οὖν οὗτοι οἱ φοβούμενοι τὸν κύριον ἕνα ἄγγελον ἔχειν παρεμβεβληκότα καὶ ῥυόμενον αὐτοὺς αὐτὸν τὸν σωτῆρα περὶ οὗ λέγεται· "καλεῖται τὸ ὄνομα αὐτοῦ μεγάλης βουλῆς ἄγγελος"· ἐν πολλαῖς γὰρ γραφαῖς φαίνεται ἄγγελος μνημονευόμενος οὐκ ἐφαρμόζων τινὶ γενητῷ. περὶ αὐτοῦ λέγει καὶ ὁ Ἰακώβ· "ὁ ἄγγελος ὁ ῥυόμενός με ἐκ πάντων τῶν κακῶν". οὐδεὶς δὲ δύναται ῥύσασθαι ἐκ πάντων τῶν κακῶν, εἰ μὴ ὁ σωτὴρ ὁ ἐξουσίαν ἔχων ἀφιέναι πᾶσαν ἁμαρτι´̣αν. τῆς δὲ ἁμαρτίας ἀφιεμένης καὶ ἡ ἑπομένη κόλασις, τὰ ἑπόμενα κακωτικά, συναπέρχεται τῃ῀̣ κα̣κίᾳ̣. ὥσπερ περίβολός τις καὶ περίτειχος περὶ αὐτοὺς γινόμενος ἀβ̣λ̣ήτους αὐτ̣οὺς φυλάττει. καὶ ἐν τῷ Ζαχαρίᾳ γοῦν τῷ ἑνδεκάτῳ τῶν δώδεκα προφητῶν λέγει· "κατακάρπως κατοικηθήσεται Ἰερουσαλήμ", καὶ λέγει· "καὶ ἔσομαι κύκλῳ αὐτῶν ὡς στῦλος πυρὸς καὶ τεῖχος κυκλοῦν αὐτούς". πυρὸς δὲ ἐπὶ τῷ τοὺς ἐγγίζοντας βλάπτεσθαι μᾶλλον· εὐθέως γὰρ ἐν αὐτῇ τῇ περιοχῇ τοῦ προφήτου λέγει· "διότι ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ". τὸ ἅψασθαι ἐνταῦθα τὸ βλάψαι σημαίνει, ὡς τό· "μὴ ἅπτεσθε τῶν χριστῶν μου". 9 γεύσασθε καὶ ἴδετε ὅτι χρηστὸς ὁ κύριος. πολλάκις ἐλέχθη ἡμῖν ὅτι τὰ αἰσθητὰ καὶ σωματικὰ οὕτως εἰσίν· ἕκαστον ὅ ἐστιν αὐτὸ μόνον ἐστίν· οἷον ἡ ῥοιὰ οὐδὲν ἕτερόν ἐστιν ἢ ῥοιά, ὁ ἄρτος. ἡ δὲ τρέφουσα τὸν ἔσω ἄνθρωπον τροφὴ κατὰ διαφόρους ἐπινοίας λέγεται. λέγεται γοῦν καὶ φῶς, λέγεται καὶ πηγή, λέγεται καὶ ἄρτος καὶ σάρξ, ἀληθινὴ βρῶσις. λέγει γοῦν· "γεύσασθε" τῇ γεύσει τῇ ἀοράτῳ τῇ τοῦ ἔσω ἀνθρώπου, "καὶ ἴδετε ὅτι χρηστός ἐστιν ὁ κύριος", ὅτι ἀγαθός. γεύσασθε μόνον, γνῶτε ὅτι τρόφιμός ἐστιν, ὁρᾶτε πηγὴν ἀγαθότητος, πηγὴν χρηστότητος. 9 μακάριος ἀνήρ, ὃς ἐλπίζει ἐπ' αὐτόν. ὁ ἐπ' αὐτὸν τὸν χρηστὸν κύριον ἐλπίζων-γεύεται γὰρ αὐτοῦ-, καὶ τῆς γλυκύτητος αὐτοῦ πειραθήσεται καὶ ἐκ τῆς τροφῆς ταύτης πάντα ἕξει καὶ ἀθλητικῶς τρεφόμενος ἰσχυρὸς ἔσται, ὡς τὴν πάλην μηκέτι "πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς ἀρχὰς καὶ ἐξουσίας" ἔχειν. "γεύσασθε καὶ ἴδετε ὅτι χρηστός". εἴ τις κ̣άμ̣ν̣ει καὶ νοσεῖ κατὰ τὴν ψυχήν, γευσάσθω αὐτοῦ ὡς τροφίμου, ὡς παρασκευάζοντος ὑγίειαν, ὡς ἀπαλέξουντος βλάβην. η῾̣ δὲ τροφὴ αὕτη οὐ μόνον κορέννυσιν, ἀλλὰ καὶ ἀπαλέξει, τὰ βλαπτικὰ ἀποβάλλει. "μακάριος" οὖν οὐχ ἁπλῶς ὁ ἄνθρωπος, ἀλλ' ὁ "ἀνήρ", ὁ καταργήσας "τὰ τοῦ νηπίου", ὁ "ἐν βουλῇ ἀσεβῶν" μὴ πορευθεὶς μηδὲ στὰς "ἐν ὁδῷ ἁμαρτωλῶν" μηδὲ "ἐπὶ καθέδραν λοιμῶν" καθίσας, ἀλλ' ἔχων "τὸ θέλημα ἑαυτοῦ ἐν τῷ νόμῳ τοῦ κυρίου". οὗτ̣ο̣ς τὸ θέλημα ἑαυτοῦ ἔχει ἐν τῷ νόμῳ τοῦ κυρίου· πολλοὶ γὰρ τηροῦσιν τὸν νόμον, ἵνα μὴ κολασθῶσιν ἢ ἵνα δόξωσιν ἐπαινεῖσθαι. ὁ δὲ ἅγιος, ὁ τέλειος ἀνὴρ τὸ θέλημα ἑαυτοῦ ἐν τῷ νόμῳ ἔχει τοῦ κυρίου, ὡς μὴ εἶναι τὸ θέλημα αὐτοῦ ἄλλο τοῦ νομικοῦ θελήματος. τὸ νομικὸν δὲ θέλημα τοῦτό ἐστιν· ἀπαγορεύειν τὴν κακίαν καὶ προστάττειν τὴν ἀρετήν. ὅταν τοίνυν ἑαυτοῦ τις γένηται νόμος-