120
"οὗτοι" γὰρ "νόμον μὴ ἔχοντες ἑαυτοῖς εἰσιν νόμος"-, ὡς ἔχειν τὸν νόμον τὸν ἑαυτοῦ συνπεπλεγμένον τῷ νόμῳ τοῦ κυρίου. 10 φοβήθητε τὸν κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ. ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. πᾶσιν τοῖς ἁγίοις παρακελεύομαι φοβηθῆναι τὸν κύριον αὐτόν. εἰ´̣ρηται δὲ ε᾿̣ν Ἰσαίᾳ· "αὐτὸς ἔσται σου φόβος". αὐτὸς γενέσθω ὑμῶν φόβος. καὶ ὥσπερ γίνεται τροφή τισιν καὶ ἄλλοις σοφία σοφοὺς αὐτοὺς παρασκευάζουσα καὶ ἑτέροις δικαιοσύνη, καὶ γίνονται δίκαιοι οἷς γέγονεν δικαιοσύνη, οὕτω 196 καὶ τοῦ ἁγιασμοῦ μετέχουσιν· αὐτὸς γάρ ἐστιν καὶ ὁ ἁγιασμός, "ὃς ἐγενήθη ἡμῖν σοφία ἀπὸ θεοῦ, δικαιοσύνη καὶ ἁγιασμὸς καὶ ἀπολύτρωσις". "φοβήθητε" οὖν "τὸν θεόν, πάντες οἱ ἅγιοι αὐτοῦ". οἱ αὐτοῦ ἅγιοι· εἰσὶν γὰρ ἁπλῶς ἅγιοι λεγόμενοι, ἀλλ' οὐκ αὐτοῦ. ὅσοι ἐπιμορφάζονται ἁγιότητα, ἅγιοι μὲν δοκοῦσιν εἶναι, οὐ τοῦ θεοῦ δέ. καὶ λέγει τὴν αἰτίαν διὰ τί "πάντες"· "οὐκ ἔστιν" γὰρ "ὑστέρημα τοῖς φοβουμένοις αὐτόν". ἀκαθυστερήτους καὶ ἀνενλιπεῖς ποιεῖ ὁ τοῦ θεοῦ φόβος. "φοβήθητε τὸν κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ". ἐπείπερ "οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν", ἵνα ἀνενλιπεῖς γένησθε, φοβήθητε αὐτὸν τὸν θεόν. καὶ οὔκ ἐςτίν γε παθητικός, ὡς ε̣ἶπ̣ον, ὁ τοῦ θεοῦ φόβος, ἀλλὰ σεβασμῷ ἴσος, εὐλαβείᾳ ἴσος. ὅταν φαντασίαν θεοῦ λάβωμεν, εὐθέως φόβος ἐπαύξεται, εὐλάβεια παραγίνεται· οὐ γὰρ οὕτω φοβούμεθα ὡς δεδιττόμενοι αὐτόν, οὐχ ὡς μορμολυκεῖόν τι, ἀλλ' ὡς σεβάσμιον ὑπερβάλλον. καὶ ἐπεὶ ἡ ἐκκλησία ἁγία ἐστὶν ἔνδοξος παραστᾶσα ἐκ δεξι ῶν τοῦ σωτῆρος, οἱ συνπληροῦντες αὐτὴν πάντες ἅγιοί εἰσιν. δύναται οὖν περὶ τῆς κλήσεως τῶν ἐθνῶν λέγεσθαι τό· "φοβήθητε τὸν κύριον, πάντες οἱ ἅγιοι αὐτοῦ". ὅτι οὐκ ἔστιν ὑστέρημα τοῖς φοβουμένοις αὐτόν. 11 πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. οἱ πρότεροι οἱ συνπληροῦντες τὴν συναγωγὴν τὴν πρὸ τῆς ἐπιδημίας πλούσιοι ὄντες εἰς πτωχείαν ἔπεσαν. πλούσιοι ἐπτώχευσαν καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ. ὅτε ᾔρθη ἀπ' αὐτῶν ἡ βασιλεία τοῦ θεοῦ, ὅτε ἀπέβη ἀπ' αὐτῶν ἡ νόησις τῶν θείων γραφῶν, ὅτε ἀπεστράφησαν τὴν παλαιὰν γραφὴν καὶ αὐτὴ αὐτούς, ἐκ πλουσίων πένητες γέγοναν· ἐπεὶ γὰρ ὁ πλοῦτος οὗτος παντοίως ὠφελεῖ τὸν ἔχοντα-γίνεται γὰρ αὐτοῦ καὶ τροφή, γίνεται αὐτοῦ καὶ σκεπαστήριον καὶ ἀμφίον-, λέγει ὅτι οὗτοι οἱ πλούσιοι πτωχεύσαντες ἐπείνασαν. ἀπέβαλον τὴν πνευματικὴν τροφήν, ἀπεστράφησαν τὸν "ἄρτον τῆς ζωῆς". ἐπτώχευσαν οὖν, πλὴν εἰ καὶ αὐτοὶ ἐπτώχευσαν, οἱ ἐκζητοῦντες τὸν κύριον οὐκ ἐλάττω̣νται τῶν ἀγαθῶν, ἀλλὰ πλήρης αὐτῶν γίνονται, τελείως αὐτῶν μεθέξουσιν· ὥσπερ γὰρ ᾔρται ἀπ' ἐκείνων ἡ βασιλεία τῶν οὐρανῶν-τοῦτο καὶ ἡ μήτηρ τοῦ Ἰησοῦ λέγει· "πεινῶντας ἐνέπλησεν ἀγαθῶν καὶ πλουσίους ἐξαπέστειλεν κενούς". οἱ πάλαι πλουτοῦντες κενοὶ ἐξαπεστάλησαν· κἂν γὰρ ἔχωσιν τὰ βιβλία Μωσέως καὶ τῶν προφητῶν, ἀλλὰ κενοί εἰσιν τοῦ θείου πληρώματος αὐτῶν. πλήρωμα οὖν τῆς θείας γραφῆς οὐχ ἡ σκιά, ἀλλὰ ἡ ἀλ̣η´̣θεια καὶ τὸ πνεῦμα. "οἱ ἐκζητοῦντες" οὖν "τὸν κύριον"-ἐπίτασιν τὸ ἐκζητεῖν δηλοῖ-πληροῦνται πάντων ἀγαθῶν. περὶ τούτου καὶ ὁ ὑμ̣νῳδός που λέγει πρὸς τὴν ἑαυτοῦ ψυχὴν διαλεγόμενος· "εὐλόγει, ἡ ψυχή μου, τὸν κύριον τὸν ἐνπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου". καί· "κατατρύφησον τοῦ κυρίου, καὶ δώσει σοι τὰ αἰτήματα τῆς καρδίας σου". ἐπ' αὐτῆς εὑρίσκουσιν καλὰ πάντα̣ οἱ μεταβαίνοντες ἀπὸ τῆς σκιᾶς τοῦ νόμου καὶ τῆς ἐκ μέρους γνώσεως καὶ προφητείας. κυρίως δὲ ἀγαθὰ καὶ ἀκαθυστέρητα καὶ πληρέστατα τὰ τοῦ νόμου πνευματικά· ταῦτα γὰρ χειραγωγοῦσιν καὶ εἰς τὴν ἀλήθειαν τὴν πρόσωπον πρὸς πρόσωπον, τὴν τὸ τέλειον φέρουσαν, ἐν ᾗ οὐδεὶς ἀτελὴς ἔσται. 12 δεῦτε, τέκνα, ἀκούσατέ μου. φόβον κυρίου διδάξω ὑμᾶς εἰρηκὼς περὶ τοῦ δεῖν πρὸς τὸν θεὸν ἀναλαβεῖν φόβον, καὶ ὥς τινες ἀποπεσόντες ἀπ'