122
γραφῇ τοιαῦτα· "τίμα τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς γῆς τῆς ἀγαθῆς, ἧς κύριος ὁ θεὸς δίδωσίν σοι". ἐὰν περὶ τῆς γῆς ταύτης ἐκλάβῃς καὶ τούτων τῶν κατὰ τὸ πρόχειρον γονέων, διαψεύδεται. περὶ τῆς παρούσης οὐ λέγεται "ἧς δίδωσίν σοι". "παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ". καλῶ σε μαθεῖν φόβον κυρίου, ἵνα μαθὼν ἅγιος γένῃ, ἀκαθυσ198 τέρητος, οὐδεμιᾶς ἀρετῆς λειπόμενος. τοίνυν ἐλθέ, ἵνα παύσῃς τὴν γλῶσσάν σου ἀπὸ κακοῦ. μηκέτι ἡ γλῶσσα τοῦ ἔσω ἀνθρώπου ἐχέτω τὸ κακόν. τότε δὲ ἔξω παντὸς γίνεται, ὅταν τὸ ἀγαθὸν ἔχῃ καὶ προφέρῃ. ἕπεται δὲ τῷ παύσασθαι τὴν γλῶσσαν ἀπὸ κακοῦ καὶ τὸ τὰ χείλη μηκέτι δόλον λαλεῖν, ἠρεμᾷ δὲ καὶ τὸ ὑποκρίνασθαί τι· ἐστὶν μὲν γὰρ δολιευόμενος ἐπὶ τῷ κακὸν ποιῆσαι. "βολὶς τιτρώσκουσα ἡ γλῶσσα αὐτῶν, δόλια τὰ ῥήματα τοῦ στόματος αὐτῶν". οὗτοί εἰσιν οἱ ἀπὸ τῶν αἱρέσεων, οἱ προιστάμενοι τῆς ἀθεότητος. δύναταί τις οὖν εἰς τὸ ῥητὸν εἰπεῖν ὅτι· ἐπεὶ τότε μάλιστα ὅτε τοῦτ' ἔλεγομεν, πάντες ἐπὶ τὸ κακὸν ἦσαν δραμόντες, ὡς λοιπὸν θρήνους ἐπ' αὐτῶν ᾄδεσθαι, πρὸς τοὺς τοιούτους ἔλεγεν· οὐ γὰρ εἶπεν ὅτι "ἕκαστος τῶν ἀδελφῶν μου" ἢ "ἕκαστος τῶν ἀδελφῶν ἡμῶν", τουτέστιν τῶν ἁγίων, ἀλλὰ τῶν θελησάντων ἕνα πατέρα ἔχειν, τῶν ἐκ τοῦ διαβόλου γεγεννημένων διὰ τοῦ θέλειν αὐτοῦ τὰς ἐπιθυμίας ποιεῖν· "ὑμεῖς" γὰρ "ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστὲ καὶ τὰς ἐπιθυμίας τοῦ διαβόλου θέλετε ποιεῖν". περὶ τῶν τοιούτων οὖν ἀδελφῶν τῶν ὑπὲρ τοῦ πατρὸς καὶ πονηροῦ γεγεννημένων λέγει· "πᾶς ἀδελφὸς πτέρνᾳ πτερνιεῖ"· καὶ γὰρ ὁ πατὴρ αὐτῶν τοιοῦτός ἐστιν· δόλῳ πάντας ἐπήγαγεν ὑφ' ἑαυτὸν καὶ ὑπάγει τοὺς ἑπομένους αὐτοῦ τῇ πονηρίᾳ. "καὶ πᾶς φίλος" τοιοῦτος "καταπταίξεται". οὐ περὶ τῶν ὄντως φίλων λέγει. Ἰησοῦς λέγει τοῖς μαθηταῖς ὅτι· "ὑμεῖς φίλοι ἐστέ". καὶ τὴν αἰτίαν ἀποδέδωκεν· "ὅτι πάντα τὰ τοῦ πατρὸς ἐγνώρισα ὑμῖν". οὐδεὶς τῶν φίλων τούτων καταπταίξει. διὰ τοῦτο ἐλεύθεροί εἰσιν. πρὸς ἐκείνους οὖν ὁ λόγος ἐστὶν τοὺς ὄντας τοιούτους· "ἀλήθειαν οὐ μὴ λαλήσουσιν". περὶ τῶν μὴ λαλούντων ἀλήθειαν ὁ λόγος ὅτι· "ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν". ὁ μὴ στὰς ἐν τῇ ἀληθείᾳ γέγονεν ἐν αὐτῇ ποτε. οὐδέποτε δὲ περί τινος λέγομεν ὅτι οὐχ ἵσταται οὗτος ἐν τέχνῃ, ἐὰν μὴ πειραθεὶς ᾖν ἐν τέχνῃ ἢ τεχνῶν πολλῶν καὶ μεταβαίνῃ ἐξ ἑτέρων εἰς ἑτέρας. εἰ μὴ ἦν γενόμενος ἐν τῇ ἀληθείᾳ, οὐκ ἔφερεν αὐτῷ ψόγον τὸ μὴ ἑστάναι ἐν αὐτῇ. καὶ ὅρα γε τὸ δόγμα· πῶς "θέλει πάντας ἀνθρώπους σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν"; εἰ τῷ θελήματι αὐτοῦ οὐδεὶς ἀντιστήκει, πῶς θέλοντος αὐτοῦ σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν πάντας ὑστεροῦσίν τινες, ἵνα μὴ εἴπω, οἱ πλεῖστοι; θέλοντος αὐτοῦ ἐὰν θελήσωμεν καὶ συνδρομὴ τῶν δύο βουλημάτων γένηται, ἡ σωτηρία γίνεται· οὐδεὶς γὰρ ἄκων ἀγαθός ἐστιν, οὐδεὶς μὴ θέλων σῴζεται, οὐδεὶς μὴ σπεύδων πρὸς τὸ προσελθεῖν τῷ θεῷ καὶ τὸν νόμον αὐτοῦ τηρήσας οἷός τέ ἐστιν ἐπιγνῶναι τὴν ἀλήθειαν. διὰ τοῦτο καὶ ὁ σωτὴρ ἐν τῷ εὐαγγελίῳ λέγει· "εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι". "εἴ τις θέλει"· ὅσον ἧκεν εἰς τὸν σωτῆρα, βούλεται αὐτὸν τοῦτο ποιεῖν, ἀλλ' οὐκ ἀναγκάζει, προαίρεσιν κινεῖ, θέλησιν διεγείρει. "εἴ τις" οὖν "θέλει ὀπίσω μου ἐλθεῖν", "εἴ τις θέλει ἀκολουθῆσαί μοι" -τοῦτο γὰρ σημαίνει τὸ "ὀπίσω μου ἐλθεῖν"- , "ἀράτω τὸν σταυρὸν ἑαυτοῦ"· σταυρωθήτ̣ω̣ τῷ κόσμῳ, νεκρωσάτω "τὰ μέλη αὐτοῦ τὰ ἐπὶ τῆς γῆς", ἀνενέργητος γενέσθω πρὸς τὸν κόσμον. ὁ σταυρωθεὶς τοὺς πόδας ἔχει κωλυομένους βαδίζειν ὅποι βούλεται, τὰς χεῖρας πράττειν ὃ θέλει. ὅταν τοίνυν πρὸς τὸν κόσμον σταυρωθῇ τις οὐδὲ βαδίζῃ κατ' αὐτὸν ἔτι οὐδὲ ἐνεργῇ τὰ ἐκείνου, τούτῳ δὲ καὶ ὁ κόσμος σταυροῦται τῷ σταυρωθέντι αὐτῷ, ἵνα καὶ ὁ κόσμος ἀνενέργητος ᾖ κατ' αὐτοῦ μηδὲ βαδίζων κατ' αὐτοῦ μηδὲ ἐνεργῶν τὰ ἐκεῖνον βλάπτοντα. "εἴ τις" οὖν "θέλει ὀπίσω μου ἐλθεῖν"· μὴ ποτὲ μέν, ποτὲ δὲ μή· ἡ γὰρ