123
ἀρετὴ συνεχῶς λεγομένη ἀρετή ἐστιν καὶ τελειότης ἐστίν, οὐχ ὡς ἐπὶ τῶν ἄλλων πράξεων. οὕτω γοῦν καὶ ὁ ἀπόστολος γράφει· "πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε ἐν παντὶ εὐχαριστοῦντες". ὁ πάντοτε χαίρων πάντοτε ἔχει τὴν ἀρετήν· χαίρει γὰρ οὐκ ἐπ' ἄλλῳ τινὶ ἢ ἐπὶ τῷ εὐδοκιμεῖν ἐν τῷ ἀρεστεῖν θεῷ. "ἀγαπῶν ἡμέρας ἰδεῖν ἀγαθάς". τὸ "ἰδεῖν" ὧδε τὸ πειραθῆναι σημαίνει, καὶ "ἀγαθῶν πειραθῆναι ἡμερῶν", ἀπολαῦσαι. "παῦσον τὴν γλῶσσάν σου ἀπὸ κακοῦ". ἐπίστησον τῷ λόγῳ σου, δοκίμασον αὐτόν, λόγον ἀκατάγνωστον ἔχειν θέλησον· ὡς γράφει Τίτῳ ὁ ἀπόστολος "ὑγιῆν λόγον" ἔχειν "ἀκατάγνωστον". ὁ ἔχων ἀκατάγνωστον λόγον καὶ ἄλ199 λας πολλὰς ἐντολὰς τοῦ Ἰησοῦ πληροῖ. ἀδύνατόν ἐστιν τὸν ἀκατάγνωστον λόγον μὴ ἔχοντα τηρῆσαι τό· "ἔστω ὑμῶν τὸ ναὶ ναὶ καὶ τὸ οὒ οὔ"· μὴ πιστευόμενος γὰρ ἐνίοτε ἀπαιτεῖται ὅρκον. ἐὰν δὲ μηδέποτε κατεγνωσμένον σχῇ λόγον, μηδέποτε ἀμφιβάλῃ τις, πρότερον ἀληθεύει ἢ οὒ ἢ ὡς λέγει καὶ ποιεῖ, ὅταν ἀπαιτηθήσεται ὅρκον καὶ ἔστιν τὸ ναὶ ναὶ αὐτοῦ καὶ τὸ οὒ οὔ, ἀκατάγνωστος λόγος οὖν ἐστιν ὁ τοιοῦτος. καὶ πάλιν ὁ περὶ τῶν δογμάτων τῆς ἀληθείας διεξερχόμενος καὶ ἀποδεικνὺς αὐτὰ ἐπιστημονικῶς λόγον ἔχει καὶ περὶ αὐτὰ ἀκατάγνωστον. οὐδεὶς αὐτὸν ἐλέγξαι δύναται ὡς ψευσάμενον, ὡς φαύλως φρονοῦντα, ὡς ἐκτὸς τῆς ἀληθείας ὄντα. 15 ἔκκλινον ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν. τοῦτο λέγει ὅτι· ἐὰν ἐν τῷ κακῷ τυγχάνῃς, ἐὰν κατ' αὐτὸ πεποιωμένος ᾖς καὶ ἐνεργῶν κατ' αὐτό, ἐπεὶ καλῶ σε ἐπὶ ποίησιν τοῦ ἀγαθοῦ, ἔκκλινον ἀπὸ τοῦ κακοῦ. ἀδύνατόν ἐστιν ἐκτὸς εἶναι ἀμφοτέρων. ὑπεξῃρήσθω δὲ νῦν τὰ βρέφη. ὁ μὴ ὢν ἐν ἀγαθῷ ἐν κακῷ ἐστιν, ὁ ἐκτὸς τοῦ κακοῦ τυγχάνων μετέχει τοῦ ἀγαθοῦ. "ἔκκλινον" τοίνυν "ἀπὸ τοῦ κακοῦ". ἡ ἔκκλισις δὲ προαιρετική ἐστιν· προστάττει γὰρ καὶ συμβουλεύει. οὐδεὶς δὲ προστάττει ἢ συμβουλεύει τῷ προαίρεσιν μὴ ἔχοντι. καλῶ σε εἰς τὸ ποιῆσαι τὸ ἀγαθόν. οὐκ ἄλλως δὲ αὐτὸ ποιῆσαι καὶ κατ' αὐτὸ ἐνεργῆσαι δύνῃ, ἐὰν μὴ ἀποστῇς τοῦ κακοῦ. οὕτω γοῦν καὶ ἐν Ἰσαίᾳ λέγεται· "παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν, μάθετε καλὸν ποιεῖν"· ἐν ὅσῳ γάρ τις ἐν ταῖς πονηρίαις ἑαυτοῦ, τουτέστιν ταῖς κακίαις, ἐστὶν ἐνεργῶν, οὐδὲν οὗτος δύναται μαθεῖν καλὸν ποιεῖν. καὶ πάλιν ὁ θεσπέσιος ἀπόστολος γράφει· "πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε". "ἔκκλινον" τοιγαροῦν "ἀπὸ κακοῦ καὶ ποίησον ἀγαθόν". οὐκ ἀπαρκεῖ τὸ ἐκκλῖναι ἀπὸ τοῦ κακοῦ, εἰ μὴ καὶ τὸ ἀγαθόν τις ποιήσῃ· ἔστιν γὰρ ἐκκλῖναι ἀπὸ τοῦ κακοῦ κωλυόμενον φόβῳ κολάσεως εἰς τοῦτο ἀγούσης, ἀλλ' οὐ προαιρετικῶς οὗτος τὸ ἀγαθὸν ποιεῖ· ἐὰν γὰρ περιέλῃς τοῦ ἀγαθοῦ τὸ ἑκούσιον, οὐκέτι ὅλως ἀγαθόν ἐστιν. 15 ζήτησον εἰρήνην καὶ δίωξον αὐτήν. συνχυτικόν ἐστιν τὸ κακὸν καὶ τάραχον ἐργάζεται τῇ ψυχῇ· πο̣λ̣λὴν γὰρ ἔχει τὸ γένος τῆς κακίας διαφοράν. αἱ μὲν τῶν κακιῶν κατ' ἐλάττωσιν γίνονται, αἱ δὲ κατὰ πλεονασμόν, ὡς δειλία καὶ θρασύτης, ὡς δεισιδαιμονία καὶ ἀσέβεια. μεταδίωκε αὐτὴν τὴν εἰρήνην· τὸ γὰρ οὕτω διῶξαι οὐ τοῦτο σημαίνει ὅτι ἀπέλασον αὐτήν. ἔχεις δὲ καὶ ἐν ταῖς Παροιμίαις· "διώκοντας", φησίν, "δικαιοσύνην ἀγαπᾷ", ὁ θεὸς δηλονότι, τουτέστιν τοὺς μεταδιώκοντας. ἡ δικαιοσύνη δὲ ἡ μεταδιωκομένη πᾶσά ἐστιν ἡ ἀρετή. λέγει γοῦν ἡ Σοφία· "ζητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσουσιν". οἱ κακοὶ ζητοῦσιν τὴν σοφίαν, τὸ ὅσον ἧκεν εἰς αὐτούς, κρύψαι αὐτὴν καὶ ἀφανίσαι θέλοντες. οὐχ οὕτω δὲ ζητοῦσιν τὴν σοφίαν οἱ σπεύδοντες σοφοὶ γενέσθαι, ἀλλὰ μεταδιώκουσιν αὐτήν. καὶ λέγω, ἐπειδὴ τα`̣ ἐξηγητικὰ φιλεῖτε· Ἡρῴδης ἐζήτει τὸν Ἰησοῦν ἵνα φονεύσῃ. πολλάκις ἐζήτησαν αὐτὸν οἱ Ἰουδαῖοι, ἵνα ἀπκτείνωσιν. οἱ δὲ μαθηταὶ ἐζήτουν αὐτὸν ἵνα ὠφεληθῶσιν, ἵνα μετάσχωσιν αὐτοῦ. εἶπεν γοῦν τις αὐτῷ· "οἱ ὄχλοι ζητοῦσίν σε ἰδεῖν σε θέλοντες"· πιστεῦσαι γὰρ ἠβούλοντο καὶ ἔργα παράδοξα ἰδεῖν καὶ λόγους ἀκοῦσαι καὶ θεραπειῶν τυχεῖν. ὁμώνυμον οὖν τὸ διώκειν. 16 ὅτι οἱ