1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

125

ἐπαινετὸν δὲ τὸ τοὺς ὀφθαλμοὺς τοῦ κυρίου καὶ τὰ ὦτα εἰς τοὺς δικαίους εἶναι, κολαςτικὸν δὲ τὸ πρόσωπον κυρίου "τοῦ ἐξολεθρεῦσαι ἐκ τῆς γῆς τὸ μνημόσυνον"· εἰ γὰρ καὶ τέλος ἀμείνω ἐστίν, ἀλλὰ διὰ κακοῦ γινόμενον, ὡς διὰ καυστήρων καὶ χειρουργιῶν ὑγίεια καὶ προποτισμῶν δριμυτάτων. πρὸς τὸ ἕτερον οὖν τὸ προηγούμενον λέγει. ἐπεὶ τὰ ὦτα τοῦ θεοῦ εἰς τὴν δέησιν τῶν δικαίων ἐστὶν καὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἐφορῶσιν αὐτούς, κράξαντες οὐκ ἀπέτυχον· "εἰσήκουσεν" γὰρ "αὐτῶν". πρὸς δὲ τὸ ἄλλο τό· "πρόσωπον κυρίου ἐπὶ ποιοῦντας κακά", ἐν τοῖς ἑξῆς λέγει· "θάνατος δὲ ἁμαρτωλῶν πονηρός". οὐ πᾶς θάνατος πονηρός ἐστιν, ἀλλὰ ὁ τῶν ἁμαρτωλῶν. οὐ περὶ τοῦ κοινοῦ δὲ νῦν ὁ λόγος· ζῴου γάρ ἐστιν ἐκεῖνος, οὐ ποιοῦ, οὐχ ἁμαρτωλοῦ, οὐ δικαίου. κἂν τὸν κοινὸν οὖν λά201 βῃς, ὅταν ὡς ἁμαρτωλὸς ἀποθάνῃ, πονηρὸν ἔχει τὸν θάνατον -διαδέξεται γὰρ αὐτὸν κόλασις-, καὶ ἐὰν τὸν ἄλλον τὸν τῷ ὄντι κατάλληλον τῷ ἁμαρτωλῷ, "ἡ ἁμαρτία", φησίν, "ἀποτελεσθεῖσα ἀποκύει θάνατον". ἡ ἁμαρτία δὲ ἀποτελεῖται οὐκ ἔξωθεν τῶν ποιούντων, ἀλλὰ ἐν τοῖς ποιοῦσιν ἀνθρώποις. θάνατος οὖν ὁ ἑπόμενος αὐτοῖς πονηρός ἐστιν. καὶ ἐπὶ μὲν τοῦ προτέρου νοήματος πονηρὸν λέγομεν εἶναι τὸν θάνατον πονηροῦ ποιητικόν, κακωτικόν. ὧδε δὲ πονηρὸν λέγομεν κατὰ τὴν δευτέραν ἀπόδοσιν, ὅτι ἔξω ἀγαθότητός ἐστιν. οἱ γραμμα τικοὶ οὖν πονηρὸν ἀναγιγνώσκουσιν "3πονηρὸν τὸ κακωτικόν"3. "καὶ πάσας τὰς νόσους Αἰγύπτου τὰς πονηρὰς οὐκ ἐπαφῶ ἐπὶ σέ", τὰς ἐπιπόνους̣ ἃς ὑπέστησαν πληγὰς οἱ Αἰγύπτιοι κατὰ τὴν ἱστορίαν. ὅταν δὲ λέγῃ· "ἀπὸ παντὸς εἴδους πονηροῦ ἀπέχεσθε", οὐ λ̣έγομεν πονηροῦ τούτου τοῦ ἐπιπόνου· οὐδὲ γὰρ ἡμέτερόν ἐστιν ἀπέχεσθαι τούτων. θεήλατά εἰσιν, μὴ θελόντων ἡμῶν ἐπιγίνεται ταῦτα διὰ προλαβοῦσαν κακίαν. πρὸς τό· "πρόσωπον δὲ κυρίου ἐπὶ ποιοῦντας κακά", εἶτα ἐπενήνεκται· "θάνατος ἁμαρτωλῶν πονηρός"· ἢ πονηρὸς ἢ πονηρός· τἀμφότερα ἔχει· καὶ τὴν κόλασιν γὰρ ἔχουσιν καὶ τὴν κατασπῶσαν ἀπὸ τῆς μακαρίας ζωῆς πονηρίαν ἥτις ἴση κακίᾳς ἐστίν. "ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου". ὅρα γε τὴν ἀκρίβειαν· ἐπειδὴ ψυχῶν πονηρίας ὠνόμασεν, αὗται δὲ οὐκ ἄλλῳ ὁρῶνται ἢ τῷ θεῷ, λέγει ὅτι· μὴ ἐπιμορφάζεσθε ἀφαίρεσιν πονηριῶν τῶν ἀπὸ τῶν ψυχῶν ἀπέναντι τῶν ἐμῶν ὀφθαλμῶν ὡς ἐμοῦ ὁρῶν τος, εἰ καὶ μὴ ἐκ τοῦ ἐναντίου. ἴσον ἐστὶν τῷ λεγομένῳ ὑπὸ τοῦ σωτῆρος δεῖν τὴν ἐλεημοσύνην ἐν κρυπτῷ ποιεῖν, ἵν' "ὁ πατὴρ ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσῃ". 18 καὶ ἐκ πασῶν τῶν θλίψεων αὐτῶν ἐρύσατο αὐτούς. καὶ ἐν ἄλλοις στίχοις τοῦ ψαλμοῦ ἐλέχθη, ὅτι τὸ ῥυσθῆναι ἀπὸ θλίψεων πασῶν οὐ τὸ ἔξω τοῦ θλίβεσθαι ποιεῖν σημαίνει, ἐπεὶ οὐδέποτε ἐπηκούσθησαν οἱ ἅγιοι, ὡς τὸν Παῦλον λέγειν· "ἐν παντὶ θλιβόμενοι". 19 ἐγγὺς κύριος τοῖς συντετριμμένοις τὴν καρδίαν καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει. ὥσπερ οἱ διαλεκτικοὶ καὶ ἀποδεικτικοὶ λέγουσιν, ὅτι δεῖ ἐκ τῶν φανερῶν τὰ μὴ φανερὰ κατασκευάζειν καὶ ἀποδεικνύναι· τοῦτο γὰρ ἀληθές ἐστιν. ἀδύνατόν ἐστιν ἄγνωστα γνωσθῆναι ἐξ ὁμοίως ἀγνώστων καὶ πολλῷ γε πλέον ἐξ ἀγνωστοτέρων. ἐκ τῶν φανερῶν οὖν τὰ μὴ φανερὰ γνωρίζεται καὶ ἐκ̣ τῶν γιγνωσκομένων τὰ μὴ γιγνωσκόμενα. λοιπὸν ἄλλην γραφὴν σαφεστέραν νοήσωμεν, ἵνα καὶ τῆς προκειμένης ὀρθὴν γνώμην λάβωμεν καὶ γνῶσιν. λέγεται τοίνυν ἐν Παροιμίαις· "πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρὸς ἢ πρὸ δόξης ταπεινοῦται". τοῦτο λέγει· ὁ ὑπερήφανος οὐ συντριβεὶς ταπεινοῦται. συν̣τριβεὶς δὲ ὑπὸ πόνων τῶν ὑπὲρ ἀτυφίας ὑψοῦται. "πρὸ συντριβῆς ὑψοῦται καρδία ἀνδρός". ὁ ὑπερήφανος ἀκούει λόγους κατὰ τῆς ὑπερηφανίας, ἐνίοτε καὶ θλιβηρῶν πεῖραν λαμβάνει, ὅτι τετυφωμένος ἐστίν. ἐὰν ὑποπέσῃς τῇ συντριβῇ ταύτῃ τῇ βελτιόνως προσαγομένῃ διὰ τῶν πόνων τῶν ὑπὲρ ταπεινοφροσύνης, οὐχ ὑψοῦται ἡ καρδία. πρὸ τῆς ἐπιτιμίας, ἵν' οὕτως