1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

126

εἴπω, καὶ πρὸ τῶν μαστιγῶν ὑψουμένην ἔχει τὴν καρδίαν. ὅταν γοῦν ὑποπέσῃ θλιβηροῖς, γιγνώσκει ὅτι διὰ τὴν ὑπερηφανίαν ἑαυτοῦ ὑπέπεσεν τοῖς ἀβουλήτοις. οὕτως ἀκουστέον καὶ τοῦ· "Καφαρναού, ἣ ἕως οὐρανοῦ ὑψωθήσῃ, ἕως ᾅδου καταβιβασθήσῃ". συντριβὴ δέ ἐστιν τὸ καταβιβασθῆναι ἕως ᾅδου. πρὸ ταύτης τῆς συντριβῆς ὑπερηφανεύσατο. "πρὸ δόξης ταπεινοῦται". δεῖ πρῶτον ταπεινωθῆναι ἑκουσίως, ἵνα δόξης τύχῃ· δευτέρα γὰρ ἡ δόξα γίνεται μετὰ τὴν ἀτυφίαν. διὰ τοῦτο καὶ ὁ σωτὴρ ἔλεγεν ὅτι· "ὁ ταπεινῶν ἑαυτὸν ὑψωθήσεται". καὶ ὅρα γε, "πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται", συντριβήσεται ὧδε. πρὸ ταύτης τῆς συντριβῆς ὑψουμένην ἔχει τὴν καρδίαν, ἀλαζονευομένην, ὑπερηφανευομένην. πάλιν δόξαν φέρει τῷ ταπεινοῦντι ἑαυτόν, ἵν' ἀτυφωθῇ. πρὸ ταύτης τῆς δόξας δεῖ ταπεινωθῆναι, δεῖ ἐργάσασθαι, ἵνα μισθὸν λάβῃ. λαμβάνει δόξαν οὖν τῆς ἀτυφίας παρὰ θεοῦ. οὕτω γοῦν καὶ ὁ Πέτρος παραινεῖ λέγων· "ταπεινώθητε ὑπὸ 202 τὴν κραταιὰν χεῖραν τοῦ θεοῦ, ἵνα ὑψώθητε ἐν καιρῷ". καὶ ὁ Ἰὼβ γοῦν λέγει· "ποιῶν ταπεινοὺς εἰς ὕψος" ἐστὶν ὁ θεός. "συντετριμμένους" δὲ ὧδε "τὴν καρδίαν" λέγει οὐ τοὺς βλαβέντας τὴν καρδίαν. σημαίνει δέ ποτε τὸ τῆς συντριβῆς ὄνομα τοιοῦτό τι τὸ μὴ ὑγιεινοὺς ἔχειν λογισμούς, τὸ μὴ τὰς νοήσεις ἀδιαστρόφους ἔχειν. αὕτη ἡ συντριβὴ τῆς καρδίας ἰατροῦ δέεται, ἰατροῦ δὲ τοῦ τὸ κρυπτὸν θεραπεύοντος· εἴρηται γὰρ τό· "οἰκοδομῶν Ἰερουσαλὴμ ὁ κύριος καὶ τὰς διασπορὰς τοῦ Ἰσραὴλ ἐπισυνάξει, ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν". οὗτοι συνετρίβησαν οἷα τραυματίαι. οὕτω γοῦν καὶ ὁ καταβὰς ἀπὸ τῆς Ἰερουσαλὴμ τουτέστιν εἰς Ἰεριχώ, τουτέστιν εἰς τὸν περὶ γῆν τόπον καὶ τὴν πολιτέιαν αὐτοῦ Ἰεριχὼ καλούμενον διὰ τὴν ἑρμηνείαν τοῦ ὀνόματος- σε̣λήνη γὰρ ἑρμηνεύεται ἡ Ἰεριχών. λέγεται δὲ "ὁ ἄφρων ὡς σελήνη ἀλλοιοῦσθαι", ὡς σελήνη ἣ οὐκ αὐξάνον ἔχει τὸ φῶς, ἀλλὰ μειούμενον. ἡ δὲ νύμφη ἡ ὑμνουμένη ἐν τῷ ᾄσματι τῶν ᾀσμάτων "ἐκκύπτουσα ὡσεὶ ὄρθρος καλὴ" γίνεται, "ὡς σελήνη ἐκλεκτή". ἡ ἀλλοίωσις αὕτη ἐπὶ τὸ βέλτιον γίνεται, ἐπὶ τὸ τελειωθῆναι· ἑκατέρως γὰρ ἀλλοιοῦται ἡ σελήνη· ἐκ τοῦ μηνοειδοῦς μεταβαλοῦσα ἔρχεται ἐπὶ τὸ πλησιφαές. καὶ γίνονται μεταβάσεις τῶν προκοπῶν τῆς αὐξήσεως τέσσαρες, μηνοειδές, διχότομον, ἀμφίκυρτον, πλησιφαές. ἔνπαλιν δὲ ἀπὸ τοῦ πλησιφαοῦς ἔρχεται ἐπὶ τὸ ἀμφίκυρτον καὶ ἀπὸ τοῦ ἀμφικύρτου ἐπὶ τὸ διχότομον, ἀπὸ τοῦ διχοτόμου ἐπὶ τὸ μηνοειδές. οὕτω γοῦν ἐκκύπτει ὡσεὶ ὄρθρος ἡ νύμφη τοῦ λόγου, ἡ τελεία ψυχή, ἡ ἐκκλησία ἡ νυμφοστοληθεῖσα αὐτῷ. καὶ ἀλλοιοῦται ὥστε καλὴ γενέσθαι, ἐκλεκτὴ ὡς σελήνη πλησίφως. καὶ μετὰ τοῦτο λέγει· "ὡς ἥλιος θάμβος". καὶ ἀπὸ τοῦ σεληνιακοῦ φωτὸς ἔρχεται ἐπὶ τὸ ἡλιακὸν πληρουμένης τῆς προφητείας ἐκείνης τῆς λεγούσης ὅτι· "ἔσται ἡ σελήνη ὡς ὁ ἥλιος". συντριβήσεταί τις οὖν τὴν καρδίαν, ὅταν πληρωθῇ συντετριμμένων λογισμῶν, φρονημάτων ἀλλοτρίων τῆς ὑγιαι νούσης ἀληθείας. τούτων τῶν συντριβῶν ὁ σωτὴρ ἰατρὸς γίνεται· "ὁ ἰώμενος" γὰρ "τοὺς συντετριμμένους τὴν καρδίαν καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν", δεσμεύων τὰ τραύματα αὐτῶν. καὶ λαμβάνω ἐπὶ παραδείγματος· συντρίβεταί τις πολλάκις ἐν ἀγῶνι ἀγωνιζόμενος ὑπὸ τοῦ ἀντιπάλου καὶ τυγχάνει στεφάνου. μὴ τὰ συντρίμματα ταῦτα ψόγον αὐτῷ φέρει. ὅταν δὲ συντριβῇ ὑπὸ θηρίων ἢ λῃστῶν, αἰτιώμεθα αὐτόν-οὐ κατὰ τὴν ἱστορίαν λέγω· ἐνχωρεῖ γὰρ κατὰ ἄγνοιαν τοῦτο παθεῖν-, ὅτι· "3διὰ τί ἐγίνου ἔνθα τὰ θη̣ρ̣ία̣, ἢ δια`̣ τί ἐπλησίαζες τοῖς πνευματικοῖς τῆς πονηρίαις λῃσταῖς"3; "καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει". πνεῦμα ὧδε τὴν̣ γνώμην λέγει. ἰσοδυναμεῖ τοῦτο τῷ ἐν μακαρισμοῖς τοῦ εὐαγγελίου εἰρημένῳ· "μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι", οἱ πτωχοὶ τῇ γνώμῃ. οὗτοι δέ εἰσιν οἱ διὰ λόγον ὀρθὸν ἀτυφίαν κατορθοῦντες, οἱ ἀκούσαντες ὑπο`̣ τοῦ σωτῆρος λέγοντος· "μάθετε ἀπ' ἐμοῦ, ὅτι πραΰς εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ". ταὐτὸν δὲ γνώμη καὶ καρδία.