128
κολάσεως λυτρωθῆναι. 23 καὶ οὐ μὴ πλημμελήσωσιν πάντες οἱ ἐλπίζοντες ἐπ' αὐτόν. οἱ ἐλπίζοντες ἐπὶ τὸν θεὸν πάντες οὐ πλημμελήσουσιν ὡς οἱ ὡς πλημμελοῦσιν οἱ μισοῦντες τὸν δίκαιον· εἰ γὰρ ἐπὶ τῶν μισούντων τὸν δίκαιον ἡ πλημμέλεια τιμωρίαν καὶ κόλασιν σημαίνει, τὸ μὴ πλημμελῆσαι ἐπὶ τῶν ἐλπιζόντων ἐ πὶ κύριον τὸ μὴ κολασθῆναι, μὴ τιμωρηθῆναι, μὴ ὑποπεσεῖν τοῖς πόνον ποιοῦσιν.
1 Τῷ ∆αυίδ. δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς
πολεμοῦντάς με. οὐδεὶς δικαστὴν ἀπαιτεῖ τὸν θεὸν αὐτοῦ γενέσθαι ἔχων λογισμοὺς ὡς ἀδικοῦντος. μὴ ἀδικοῦντος, ἀλλὰ ἀδικουμένου ἐστὶν ἡ φωνὴ ἑλομένου μᾶλλον ἀδικεῖσθ̣αι ἢ ἀδικεῖν. καὶ οὐ καθάπαξ τις προκρίνει τὸ ἀδικεῖσθαι, ἀλλὰ προκειμένου τοῦ ἀδικεῖν καὶ ἀδικεῖσθαι, ἐὰν μὴ ἀμφότερα δυνηθῇ ὑπαρχθῆ204 ναι-οὐδὲ γὰρ δύναται-, αἱρεῖται μᾶλλον ἀδικηθῆναι ἢ ἀδικῆσαι· ὁ μὲν γὰρ ἀδικῶν τιμωρίαν ὑφίσταται, καὶ ἄδικοι βασιλείαν θεοῦ κληρονομῆσαι οὐ δύνανται. οὐκ ἔστιν δὲ κατὰ τὸν ἀδικούμενον τούτων πειραθῆναι· ἑκουσίως γὰρ ἀδικεῖται. δῶμεν δὲ ὅτι καὶ μὴ δυνάμενος ἐπαμῦναι ἑαυτῷ, ὅμως οὐ καταπονεῖ ἑαυτὸν ὅτι οὐ δύναται ἐκδικῆσαι, ἀλλὰ οὔτε τὸ προσπεσὸν σκοπήσας ὅτι μᾶλλον ὁ ἀδικούμενος συνγνωστός ἐστιν καὶ πολλοὺς ἔχει τοὺς ἐλεῶντας. ὁ δὲ ἄδικος κἂν μηδεὶς αὐτὸν κολάζῃ, κολαστέος ἐστίν. καὶ αὐτὸ ὅλως τοῦτο τὸ σκέπειν τὴν ἀδικίαν καὶ θε´̣λ̣ειν ἀπολογεῖσθαι ὡς οὐκ ἀδικῶν τιμωρία αὐτοῦ ἐστιν. ἡ συνείδησις αὐτοῦ καταδικάζει αὐτόν. παρρησία δὲ πολλή ἐστιν τοῦ τὸν ψαλμὸν λέγοντος· "δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με". οὐκ ἐγὼ αὐτοὺς πολεμῶ. καὶ "μετὰ τῶν μισούντων τὴν εἰρήνην εἰρηνικός" εἰμι. πείθομαι τῷ ἁγίῳ πνεύματι λέγοντι· "ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε "3ἀδελφοὶ ἡμῶν"3 τοῖς μισοῦσιν ὑμᾶς, ἵνα τὸ ὄνομα κυρίου δοξασθῇ, αὐτοὶ δὲ αἰσχυνθήσονται". "ἀκούσατε τὸ ῥῆμα κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε τοῖς μισοῦσιν ὑμᾶς "3ἀδελφοὶ ἡμῶν"3", ἵνα πραγματικῶς εἴπωμεν καὶ μὴ φωνῇ· οἱ γὰρ μόνῃ φωνῇ λέγοντες Κύριον Ἰησοῦν ἀκούουσιν· "τί με λέγετε· κύριε κύριε, καὶ οὐ ποιεῖτε ἃ λέγω"; ὁ δὲ "ἐν πνεύματι ἁγίῳ" λέγων Κύριον Ἰησοῦν, μετουσίᾳ τοῦ ἁγίου πνεύματος, διὰ τῶν ὧν πράττει καὶ νοεῖ, κατὰ τὸ πνεῦμα βοᾷ Κύριον Ἰησοῦν. "εἴπατε" οὖν ""3ἀδελφοὶ"3 τοῖς μισοῦσιν ὑμᾶς". ἐκεῖνοι μισείτωσαν, ἀλλ' ὑμεῖς ἐκείνους ἀδελφοὺς λέγετε πραγματικῶς, οὐ προφορᾷ μόνῃ, ἀλλὰ τὰ ὀφείλοντα εἰς ἀδελφοὺς πράττεσθαι ἐνεργεῖτε εἰς αὐτούς· οὕτω γὰρ τὸ ὄνομα τοῦ κυρίου δοξάζεται· γιγνώσκεται γάρ, ὅτι διὰ τὸν θεὸν ταῦτ' ἐνεργεῖ τις· ὅσον γὰρ ἧκεν εἰς τὸ μισεῖσθαι, οὐκ εἴρηκεν τοὺς μισοῦντας τοὺς ἀδελφούς. "καὶ αὐτοὶ αἰσχυνθήσονται"· αἰσχυνθέντες γὰρ οὐκ ἐπιτρίβονται. οὐδένα οὖν ὁ ἅγιος πολεμεῖ. πολεμούμενος δὲ σπουδάζει οὐκ ἀντιδιαθεῖναι, ἀλλὰ μηδὲν παθεῖν καί, ἵν' οὕτω φράσω, βίαιον ὂν καὶ διὰ τὴν ἐνάργειαν, ὅτι ὅπλῳ μόνῳ χρᾶται, οὐχὶ καὶ ξίφει σκεπαστηρίῳ χρᾶται, οὐκ ἀμυντηρίῳ τῷ δυναμένῳ ἀντιτρῶσαι καὶ ἀντιδιαθεῖναι. "πολέμησον τοὺς πολεμοῦντάς με". ἔτι ἐν τῷ ἀδικεῖν αὐτὸν ὑπῆρχον καὶ ἐν τῷ πολεμεῖν. ἵν' οὖν μηκέτι ἀδικῶσιν μηδὲ πολεμῶσιν, σύμμαχον αἰτεῖ τὸν θεόν, οὐχ ἵνα ἀδι̣κ̣ήσῃ αὐτούς, οὐχ ἵνα πολεμήσῃ, ἀλλ' ἵνα ἀβλαβὴς διαμείνῃ ἀδικούμενος καὶ πολεμούμενος. καὶ ἡ φύσις τοῦ λογικοῦ ἐὰν μὴ διαστροφὴν πάθῃ, τοῦτο ἔχει ἴδιον. "πολέμησον" οὖν, κώλυσον αὐτοὺς ὀλέθ̣ρῳ̣ με περιβαλε̣ῖν. 2 ἐπιλαβοῦ ὅπλου καὶ θυρεοῦ καὶ ἀνάστηθι εἰς τὴν βοήθειάν μου. ὁ θυρεὸς τοῦ θεοῦ σβέννυσ̣ιν τὰ πεπυρωμένα τοῦ ἐχθροῦ βέλη, τοῦ πονηροῦ. ἐπιλαβοῦ οὖν τούτου τοῦ θυρεοῦ, περίθες μοι αὐτόν. οὐ τοῦτο λέγω ὅτι· "3σὺ φράξον σεαυτὸν τῷ θυρεῷ"3. οὕτω ἐπιλαβοῦ πρὸς τὸ χαρίσασθαί μοι