131
πάντας ἐλεήσῃ". καὶ ὅρα γε τὴν ἀκολουθίαν τῆς λέξεως· κατεπέβαινον τῶν Ἰουδαίων τῶν πιστευσάντων τῷ σωτῆρι οἱ ἀπὸ Ἑλλήνων πεπιστευκότες. καὶ πρότερον πάλιν οἱ Ἰουδαῖοι ἐκώλυον κληθῆναι τὰ ἔθνη εἰς σωτηρίαν· ἔλεγον γὰρ ὅτι· "τοὺς ἀπο`̣ ἐπικαταράτων πατέρων, ἐξ εἰδωλολάτρων, ἐκ πολυθέων εἰς τὴν σωτηρίαν παραλαμβάνεις"; πεποίηκεν οὖν συνκλεισμόν, ἤλεγξεν ἀμφοτέρους. καὶ εἰκόνι τ̣οιαύτῃ ἔστιν χρήσασθαι· ἐχέτω τις υἱὸν παραμένοντα αὐτῷ καὶ ἄλλον ἐκβληθέντα διὰ προλαβοῦσαν κακίαν. ἐὰν μετανοήσαντος τοῦ ἐκβληθέντος θέλῃ εἰσδέξασθαι αὐτὸν ὁ πατήρ, ὁ υἱὸς ὁ ἀπομείνας ἐναντιοῦται λέγων ὅτι· "οὗτος συνκληρονόμος μου γίνεται; τάδε καὶ τάδε πεποίηκεν". ἐλέγχει κἀκεῖνον ἐπὶ ἁμαρτήμασιν ἄλλοις ὅτι· "οὐ διὰ τοῦτο οὗτος εἴργεται τοῦ κλήρου· καὶ σὺ ἔξω ἀποβάλλῃ· τάδε καὶ τάδε πεποίηκας". καὶ λοιπὸν οὐκέτι ἀντιλέγει· συνεκλείσθη γὰρ καὶ οὗτος, τουτέστιν τοῖς ἐλέγχοις συνεκλείσθη, κἀκεῖνος. "ἵνα τοὺς πάντας" οὖν "ἐλεήσῃ", τοῦτο πεποίηκεν· οὐδὲ γὰρ ἵνα ἀποδείξῃ αὐτοὺς τοιούτους, τ̣οὺς ἐλέγχους ἠγίοχεν, ἀλλ' ἵν' ἑκάτερον ἀπὸ τοῦ λοιποῦ κωλύσῃ· οὐδὲ γὰρ ὁ Ἕλλην ἔτι κατεπιβαίνει τῶν Ἰουδαίων δια`̣ τὸν σταυρὸν τὸν προσαχθέντα ὑπ' αὐτῶν τῷ σωτῆρι, οὐδὲ ἐκεῖνοι τούτοις· πάντες γὰρ ὑπὸ ἁμαρτίαν εὑρέθησαν. τοῦτο οὖν λέγει· "ὥσπερ γάρ ποτε ὑμεῖς ἠπειθήσατε τῷ 207 θεῷ", ὑμεῖς οἱ Ἕλληνες -εἰ καὶ νῦν προσήκασθε τὸ εὐαγγέλιον καὶ θεοσεβεῖν προτέθεισθε, ἀλλὰ ποτὲ καὶ ἐλιθάσατε-, "νῦν δὲ ἠλευθερώθητε τῇ τούτων ἀπειθείᾳ"-εἰ μὴ ἦν ἀπειθήσας ὁ Ἰσραήλ, οὐκ εἴχετε σωτηρίαν· ἀντέλεγον γὰρ καὶ ἐκώλυον-, "οὕτω", λέγει, "καὶ οὗτοι", οἱ Ἰουδαῖοι, "ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει, ἵνα καὶ αὐτοὶ ἐλευθερωθῶσιν". λοιπὸν ὥσπερ συνπέρασμα ἐπήγαγεν· "συνέκλεισεν γὰρ ὁ θεὸς τοὺς πάντας εἰς ἀπείθειαν, ἵνα τοὺς πάντας ἐλεήσῃ". τὸ βαθὺ τοῦ κρίματος· "ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ· τίς γὰρ ἔγνω νοῦν κυρίου; ἢ τίς σύμβουλος αὐτοῦ γέγονεν" τοῦ συνκλείσαντος πάντας εἰς τὴν ἀπείθειαν; ἐπὶ πολεμίων οὖν τὸ "σύνκλεισον" λαμβάνεται οὕτως, ὅταν πᾶσα ὁδὸς περιαιρεθῇ ἀπ' αὐτῶν τοῦ ἐπιβαίνειν καὶ δεινῶς βλάπτειν· συνκλείεται γάρ τις οὕτως. ὡσανεὶ συνλογιστικῶς συνελογίσατο τὸν Ἰουδαῖον ὅτι· "3μὴ μέμφου τὴν κλῆ σιν τῶν ἐθνῶν· καὶ σὺ γὰρ τὰ αὐτὰ πεποίκας"3. πάλιν τοὺς Ἕλληνας τοὺς κατεπιβαίνοντας τῶν Ἰουδαίων καὶ λέγοντας "3οἱ κυριοκτόνοι καὶ οἱ τοιοίδε"3. λέγει· "3"ποτὲ ὑμεῖς ἠπειθήσατε", εἰδωλολάτραι ἦτε"3. 3 εἰπὸν τῇ ψυχῇ μου Σωτηρία σου ἐγώ εἰμι. εἰπέ, ὦ θεέ, πραγματικῶς τῇ ψυχῇ ὅτι· "ἐγὼ ἡ σωτηρία σου". πότε δὲ λέγεις ὅτι· "ἐγώ εἰμι ἡ σωτηρία" ἢ ὅταν σῴζῃς ἢ ὅταν πάντα ἐπιφέρῃς τῇ ψυχῇ μου εἰς σωτηρίαν αὐτὴν ξεναγωγῶν; 4 αἰσχυνθείησαν καὶ ἐντραπείησαν οἱ ζητοῦντες τὴν ψυχήν μου. οὗτοί εἰσιν οἱ ἀδικοῦντες, οὗτοί εἰσιν οἱ πολεμοῦντες, περὶ ὧν εἶπεν· "δίκασον τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με". "αἰσχυνθείησαν", φησίν, "καὶ ἐντραπείησαν". οὐ χόλος αὐτοῖς ὑπαρχθῆναι δύναται, ἀλλ' αἰσχύνη ἐφ' οἷς πράττουσιν· οὕτω γὰρ παύσονται. ἀμέλει γοῦν οἱ τοῦτο ἐγνωκότες ὅτι ἐν αἰσχύνῃ γεγένηνται, λέγουσιν· "ἐκοιμήθημεν ἐν τῇ αἰσχύνῃ ἡμῶν, καὶ ἐπεκάλυψεν ἡμᾶς ἡ ἀτιμία ἡμῶν". ἐγνωκότων ἐστίν, ὅτι ὑπὸ αἰσχύνην γεγένηνται καὶ ὅτι ἐπεκρύβησαν ἀπὸ τῆς ἀτιμίας. αὕτη δὲ ἡ αἰσχύνη καὶ ἡ ἀτιμία ἐξ ἁμαρτίας ἐγεγόνει. τοιοῦτόν τι καὶ ἐν τῷ Ἰεζεκιὴλ πρὸς θρασυνόμενόν τινα καὶ ἀναιδευόμενον λέγει· "αἰσχύνθητι καὶ λαβὲ τὴν ἀτιμίαν σου". ὡς εἴ τις, φέρε, κατ' ὑπόθεσιν, καταδικασθείη δημοσίοις ἔργοις ὑπηρετεῖν, οἷον ἐν βαλανείῳ ἢ ἐν μετάλλῳ, καὶ μέγα φρονοίη ἐπὶ τούτῳ, λέγομεν αὐτῷ· "αἰσχύνθητι, γνῶθι ὅτι ἐν ἀτιμίᾳ εἶ". ἐπερ · τοῦ οὖν Ἀδὰμ ἡ αἰσχύνη; - μὴ γὰρ πᾶσα αἰσχύνη ὁμοειδής ἐστιν. αὐτὴ γοῦν ἡ γραφὴ λέγει· "ἔστιν αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰςχύνη