132
δόξα καὶ χαρά". καὶ θεώρει γε· πολλοὶ ἐφ' οἷς δεῖ καταδύεσθαι καὶ λανθάνειν καὶ δοκεῖν ἀσχημονεῖν, δοξάζονται. λέγει γοῦν ὁ ἀπόστολος· "ὧν ὁ θεὸς ἡ κοιλία καὶ ἡ δόξα ἐν τῇ αἰσχύνῃ αὐτῶν, οἱ τὰ ἐπίγεια φρονοῦντες". ἐν οἷς δεῖ αἰσχύνεσθαι, ἐν τούτοις παρρησιάζονται, καὶ ὁρῶμεν φύσει καὶ ἐν ἀνθρώποις τοιαῦτα. ὁ δὲ ἀπεκδεχόμενος σωτῆρα, τὸν θεὸν λόγον, εἰδὼς ὅτι πρὸς αὐτοῦ μετασχηματίζονται εἰς τὸ ἐνδοξότερον καὶ τὸ σύνμορφον̣ γενέσθ̣αι τ̣ῷ σώματι ᾧ αὐτὸς εἶχεν, οὐκέτι μέγα φρονεῖ ἐπὶ τοῖς αἰσχύνης ἔργοις. 4 ἀποστραφήτωσαν εἰς τὰ ὀπίσω καὶ καταισχυνθήτωσαν οἱ λογιζόμενοί μοι κακά. ἡ "ὀπίσω" λέξις διαφόρως ἐν ποικίλοις τόποις τῆς γραφῆς φέρεται. τὸ "ἀποστραφῆναι εἰς τὰ ὀπίσω" ψόγον φέρει. ἀμέλει γοῦν ἡ γυνὴ τοῦ Λὼθ ἐξιοῦσα ἀπὸ τῆς περιχώρου ἐκείνης τῆς ὀλεθρίου ἤκουσεν· "μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω", μὴ ἐφ' ἃ καταλέλοιπας τὸ νεῦμά σου θῇς. πάλιν ἐν ἄλλοις λέγεται ὅτι· "ἀποστραφείησαν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω". εἰς τὰ ὀπίσω ἑαυτῶν ἀποστραφείησαν, ἵνα μηκέτι τὴν αὐτὴν ἐλαύνωσιν ὁδὸν τὴν ἐχθρῶν. "οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα ἐπ' ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω". οὐκ ἐλέχθη "τινός", ἀλλὰ ἁπλῶς "εἰς τὰ ὀπίσω"· ὅταν γὰρ ὁ ἀροτριῶν στραφῇ, θλᾷ τὴν εὐθεῖαν. ἡ θλάσις δὲ τῆς εὐθείας ἐμποδίζει τὸ ἔργον. λέγεται δέ τις ἑαυτοῦ εἰς τὰ ὀπίσω ἀποστρέφεσθαι τοῦτο μὲν ἐπαινετῶς, τοῦτο δὲ ψεκτῶς. ἐὰν τὴν θείαν σπεύδῃ ἀνύσαι ὁδὸν καὶ στραφῇ, ψεκτή ἐστιν αὕτη ἡ στροφή, τὸ εἰς τὰ ὀπίσω γενέσθαι. ἐὰν δέ τις ἐπείγηται πρὸς τὴν κακίαν καὶ λόγοις μετανοίας ἀνακοπῇ καὶ ἀποστραφῇ, ἐπαινετή ἐστιν αὕτη ἡ στροφὴ ἡ ἐκ μετανοίας γινομένη. 208 λέγει γοῦν ὅτι· ἐπειδὴ ἐπὶ τὴν κακίαν ἐλαύνουσιν καὶ σπουδή ἐστιν αὐτοῖς κακῶσαί με, ἀποστραφείησαν εἰς τὰ ὀπίσω ταύτης τῆς προθέσεως. ἑκατέρως οὖν λογίζονταί μοι κακά· ὅταν περιβαλεῖν με θέλωσιν ἁμαρτίᾳ, λογίζονταί μοι κακά, ὅταν ἐπιβουλεύειν θέλοντες κακωτικόν τι ἐπενεγκεῖν μοι θέλωσιν, πάλιν λογίζονταί μοι κακόν. οἱ δύο πρεσβύτεροι οἱ μανέντες κατὰ Σωσάννης ἀμφότερα πεποιήκασιν· ἐλογίσαντο κακὸν εἰς μοιχείαν αὐτὴν θέλοντες ἀγαγεῖν. τούτου ἀποτυχόντες τὸ ἕτερον γένος τῶν κακῶν ἐλογίσαντο, ἀναιρῆσαι αὐτήν, λιθοβοληθῆναι αὐτήν. τὰ αὐτὰ καὶ περὶ τοῦ Ἰωσὴφ καὶ τῆς Αἰγυπτίας νόει· κἀκείνη ἐλογίσατο κακὸν τὸ τῆς πορνείας, εἰς ὃ κατασπάσαι αὐτὸν ἠβουλήθη. ὅμω̣ς τούτου ἀποτυχοῦσα τὸν ἕτερον τρόπον τῶν κακῶν ἐπεχείρησεν διαβολὴν αὐτοῦ κατειποῦσα, δι' ἧς ὡς κατὰ κολαστέου ὡρμήθη ὁ δοκῶν δεσπότης αὐτοῦ εἶναι. 5 γενηθήτωσαν ὡσεὶ χνοῦς κατὰ πρόσωπον ἀνέμου. εὐτελεῖς γενηθήτωσαν. τοῦτο καὶ ἐν πρώτῳ ψαλμῷ λέγεται· "οὐχ οὕτως οἱ ἀσεβεῖς, οὐχ οὕτως, ἀλλ' ἢ ὡς ὁ χνοῦς, ὃν ἐκριπτεῖ ὁ ἄνεμος ἀπὸ προσώπου τῆς γῆς". τὸ εὐτελὲς αὐτῶν δείκνυσιν οὐ τοσοῦτον τῆς οὐσίας, ὅσον τῆς γνώμης· "οἱ" γὰρ "τὰ ἐπίγεια φρονοῦντες" καὶ ὅλοι τῆς σαρκὸς καὶ τῶν μελῶν γεγενημένοι χνοῦς εἰσιν οὐκ ἔχοντες στίβον, οὐχ ἕδραν βεβαίαν. ἄνεμος οὖν βραχὺς κινεῖ αὐτούς. καὶ ὁ ἄνεμος οὗτος δύναται ἢ θλῖψις εἶναι ἢ ἀπατη̣λὸς λόγος. οὕτω γοῦν τινες φέρονται "παντὶ ἀνέμῳ διδασκαλίας" ἀπατηλῷ "ἐν τῇ κυβείᾳ" τῶν πρεσβευομένων ἐκείνην τὴν διδασκαλίαν τὴν πανοῦργον τῶν πραττόντων. 5 καὶ ἄγγελος κυρίου ἐκθλίβων αὐτούς. ἄγγελον κυρίου ἔχουσιν ἐκθλίβοντα. ἐν τῷ προλαβόντι ψαλμῷ "ἄγγελος κυρίου παρεμβάλλων κύκλῳ τῶν φοβουμένων αὐτὸν ἐρύσατο αὐτούς". ἐνταῦθα δὲ ἐκθλίβει αὐτοὺς ὁ ἄγγελος τοῦ κυρίου κολαστής τις ὢν καὶ καταπεμπόμενος τιμωρῆσαι αὐτούς. δυνατὸν δὲ καὶ ἐπαινετὸν τὸν ἄγγελον λαβεῖν τὸν "παρεμβάλλοντα κύκλῳ τῶν φοβουμένων"· ἐκθλίβει γὰρ τὸν ἁμαρτωλὸν ὁ ἐλέγχοις χρώμενος, ὁ πείθων αὐτὸν ἀποστῆναι ὧν νομίζει ἡδέων. 6 γενηθήτω ἡ ὁδὸς αὐτῶν σκότος καὶ ὀλίσθημα. ἡ αὐτῶν ὁδός, οὐχ ἡ τοῦ θεοῦ, οὐχ ἡ τῆς ἀρετῆς, οὐχ ἡ τῶν ἐντολῶν τοῦ θεοῦ, ὡς λέγεται· "ὁδὸν ἐντολῶν σου ἔδραμον", ἀλλ' ἡ αὐτῶν ὁδός, ἐν