133
ᾗ ἐναβρύνονται, ἐν ᾗ νομίζουσιν φωτεινῶς δρ̣αμεῖν. γνώτωσαν, οἵα ἐστὶν ἡ ὁδὸς αὐτῶν, ὀλισθησάτωσαν· τὸ πτῶμα γὰρ τοῦτο αἴσιόν ἐστιν. ὥσπερ̣ ὁ ἀποστὰς ἀπὸ τοῦ τρέχειν τὴν εὐθεῖαν ὁδὸν μεγάλῳ ὑποπίπτει κακῷ, οὕτως ὁ σπεύδων δραμεῖν ἐπὶ τὸ κ̣ακ̣όν, ὅταν ὀλισθήσας πέσῃ, ἀρχὴν λαμβάνει μετανοίας. 6 καὶ ἄγγελος κυρίου καταδιώκων αὐτούς. ὡς εἶπον, ἀμφοτέρως ἤτοι ἐλέγχων καὶ ἐπιπλήττων ἢ κολάζων αὐτούς. 7 ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν. ἡ κακία πολλάκις διαφθορὰ ὀνομάζεται· φθείρει γὰρ τὸ ἀληθές, τὸν ἔσω ἄνθρωπον ἐξ ἀγαθοῦ πονηρὸν ποιεῖ, ἐκ δικαίου ἄδικον, ἐκ θεοσεβοῦς ἀσεβῆν. καὶ ὅτι φθορὰ λέγεται ἡ κακία· "φθείρουσιν", φησίν, "ἤθη χρηστὰ ὁμιλίαι κακαί". ἡ φθορὰ αὕτη-μὴ γὰρ σωματική ἐστιν τῶν μελῶν-φθείρει τὰ ἤθη. ἡ φθορὰ δὲ τῶν ἠθικῶν κακία ἐστὶν ἠθική. "ὁμιλίαι κακαὶ" ἀπατηλαὶ ὁμιλίαι. καὶ ἵνα εἰκόνι συνχρήσωμαι τῇ ἐν ταῖς Παροιμίαις εἰσαγομένῃ πόρνῃ ἤτοι ψευδοδοξίᾳ ἢ ἀκολασίᾳ· ἡ πόρνη γυνὴ ἔφθειρεν τὰ χρηστὰ ἤθη τοῦ νεανίου ἐκείνου· σοφιστικὰ γάρ τινα αὐτῷ προσηγίοχεν· "θυσία μοι εἰρηνική ἐστιν, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου" -ὅπου θέλεις, τὸ "3σήμερον"3 στίξον-· "ἕνεκεν τούτου ἐξῆλθον εἰς ὑπάντησίν σοι". ψεύδεται δέ. οὐχ ἵνα τὰς εὐχὰς ἀποδῷ, ἐξῆλθεν, ἀλλὰ "ποθοῦσα". 209 "ὅτι δωρεὰν ἔκρυψάν μοι διαφθορὰν παγίδος αὐτῶν". πολλὰ σφάλματα καὶ ψευδῆ νοήματα ἀνακύπτει τοῖς τὰς ὁμωνυμίας διαστέλλειν μὴ δυναμένοις. τὸ τῆς διαφθορᾶς ὄνομα καὶ τῆς φθορᾶς πολλὰ κατὰ τὴν γραφὴν σημαίνει· "εἴ τις", φησίν, "τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός". ἐν τῇ αὐτῇ ταύτῃ λέξει δύο σημαινόμενα φθορᾶς κεῖται· "εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει" διὰ ἁμαρτίας, τὸ σῶμα λέγει· "τὰ σώματα" γὰρ "ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ἁγίου πνεύματος οὗ ἔχετε ἀπὸ θεοῦ". πᾶσα οὖν ἡ κακία φθορά ἐστιν. καὶ τὸ εἶδος δὲ τῆς κακίας κυριώτερον λέγεται φθορά, ἡ λύσις τῆς παρθενίας. οὕτω γοῦν ἐφθάρθαι τὴν παρθένον λέγομεν καὶ ἐφθάρθαι τὸν παῖδα τὸν ἄρτι ἀφροδισίων γευσάμενον. ὅμως κἂν τὸ γένο̣ς τῆς κακίας φθορὰ λέγηται, κἂν τὸ εἶδος, ἑνὶ σημαινομένῳ ὑπάγονται· φθείρει γὰρ καὶ κατασπᾷ καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα̣ ἡ τοιαύτη φθορά. ἐν τῷ προφήτῃ λέγεται· "ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ". ἀκαθαρσία δὲ ψυχῆς κακία ἐστίν. εἴρηται γοῦν ἐν Παροιμίαις περὶ φαύλου τινὸς ὅτι· "συντρίβεται διὰ ἀκαθαρσίαν ψυχῆς". καὶ ἐν τοῖς θρήνοις Ἰηρεμίου λέγεται· "ἀκαθαρσία αὐτῆς πρὸς ποδῶν αὐτῆς", ἀντὶ τοῦ· ἡ πορεία αὐτῆς ἀκαθαρσία ἐστίν· ἐπιβαίνει γὰρ αὐτῇ ἀπαγορευομένῃ τῇ ὁδῷ τοῦ θανάτου, τῇ ὁδῷ τῇ πονηρᾷ. "ἕνεκεν" οὖν "ἀκαθαρσίας διεφθάρητε φθορᾷ". ἀκαθαρσία δὲ ψυχῆς ἡ κακία ἐστίν, ὡς εἴρηται, κατὰ τὸν διττὸν τρόπον τῆς εἰρημένης φθορᾶς καὶ κατὰ τὸ γένος καὶ κατὰ τὸ εἶδος τῆς κακίας, τουτέστιν καὶ κατὰ ἀκολασίαν καὶ κατὰ ἄλλα εἴδη τῆς κακίας. "ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ" δυνατὸν δὲ καὶ τοῦτο ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ τὸ ἕτερον σημαινόμενον τῆς φθορᾶς λαβεῖν· "εἴ τις τὸν ναὸν τοῦ θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ θεός". φθείρει δὲ ὁ θεὸς δοκιμάζων. καὶ ὥσπερ τὸ τῆς ἀπωλείας ὄνομα κατὰ ψυχῆς λαμβανόμενον διττῶς λέγεται· λέγομεν γὰρ τὸν ἁμαρτάνοντα ἀπώλειαν λέγεσθαι καὶ τὸν κολαζόμενον ἀπώλειαν· "φοβήθητε" οὖν "τὸν δυνάμενον ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ". ἡ ἀπώλεια ὧδε κόλασίς ἐστιν, ἥτις καὶ δ̣ιαφθορὰ λέγεται. δύναται οὖν τό· "ἕνεκεν ἀκαθαρσίας διεφθάρητε φθορᾷ"· διὰ τοῦτο κολάσει ὑποπεπτώκατε ὅτι ἠγαπήσατε εἶναι ἀκάθαρτοι, ὅτι ἐσπεύσατε τὴν ψυχῆς ἀκαθαρσίαν ἔχειν. αὕτη δὲ ἡ ἀκαθαρσία ἐναντία ἐστὶν τῇ καθαρότητι, ἥτις ἐπιγινομένη τῇ καρδίᾳ θεοῦ φέρει παρουσίαν καὶ φαντασίαν· "μακάριοι" γὰρ "οἱ καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν θεὸν ὄψονται". περὶ ταύτης λέγεται· "καθαρίσατε χεῖρας, ἁμαρτωλοί"-τότε δὲ καθαραὶ γίνονται, ὅταν "τὸ δίκαιον δικαίως" διώκητε-, ἀλλὰ καὶ "τὰς καρδίας ἁγνίσατε", καὶ τὴν ὀρθὴν φρόνησιν τοῖς θεωρήμασιν τῆς