1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

134

ἀληθείας. "δωρεὰν" οὖν "ἔκρυψάν μοι", διαφθεῖραί με θέλοντες, εἰς κακίαν καταβιβάσαι, ἢ καὶ ἐπιβουλεῦσαι καὶ εἰς κάκωσιν ἀγαγεῖν. ἑκάτ̣ερα δὲ μάτην ποιοῦσιν -τὸ γὰρ "3δωρεὰν"3 ὧδε τὸ "3μάτην"3 σημαίνει-, ἤτοι ὅτι ἐμοῦ αἰτίαν μὴ παρεσχηκότος-ὁ π̣ρο̣τεθειμένος οὖν ἀδικεῖσθαι καὶ κακοπαθεῖν μᾶλλον ἢ τὰ ἐναντία πράττειν ἐρεῖ ὅτι· "3οἱ περιβάλλοντές μ̣ε διαφθορᾷ ματαίως τοῦτο ποιοῦσιν θεοῦ συνλήμπτορος γινομένου"3, ἢ ὅτι· "3δωρεὰν ποιοῦσιν ἐμοῦ αἰτίαν μὴ παρεσχηκότος"3. οἷον εἰ ἦν ἀναιρεθεῖσα ἡ Σωσάννα ὑπὸ τῶν πρεσβυτέρων συκοφαντηθεῖσα, εἶπεν ἂν ὅτι· "3δωρεὰν ἐβεβούλευσάν μοι ἐμοῦ τὴν αἰτίαν μὴ ἐνδούσης"3. ταῦτα καὶ ὁ Ἰωσὴφ ε̣ἶπεν ἄν, εἴποιεν ἂν καὶ οἱ Χριστοῦ μαθηταὶ διωκόμενοι, ἀναιρούμενοι, ὀνειδιζόμενοι ἕνεκεν τοῦ ὀνόματος τοῦ Χριστοῦ· ἐὰν γάρ τις τῶν Χριστιανῶν ἐπιβουλεύηται μὴ ἄλλου χάριν ἢ ὅτι Χριςτιανός ἐστιν, οἱ ἐπιβουλεύοντες δωρεὰν αὐτῷ ἐπιβουλεύουσιν· ἐνίοτε γάρ τινες κατὰ Χριστιανῶν γίνονται καὶ βλάψαι αὐτοὺς θέλοντες αἰτίαν εὑρίσκουσιν ἐξ αὐτῶν. 7 μάτην ὠνείδισαν τὴν ψυχήν μου. οὐδὲ γὰρ ἐγὼ ὀνειδισμοῦ τι αἴτιον ἐποίησα. ἐλέχθη δὲ καὶ καθ' ἕτερον σημαινόμενον τὸ δωρεὰν ἐμοῦ αἰτίαν μὴ παρεσχηκότος τὸ παθεῖν ὑπὲρ τοῦ ὀνόματος τοῦ Χριστοῦ καὶ μὴ δι' ἄλλο τι. καὶ 210 πάλιν· "μὴ κτήσῃ κακῶν ἀνδρῶν ὀνείδη". "μὴ κτήσῃ", ἐπεὶ ἐφ' ἡμῖν ἐστιν τὸ κτήσασθαι. ἐὰν δὲ μὴ κτησαμένων ἡμῶν περιβάλωσιν ἡμᾶς τινες ὀνειδισμοῖς, "μάτην ὀνειδίζουσιν τὴν ψυχὴν" ἡμῶν. οὐκ ἐρεῖς τὴν Ἰεζάβελ καὶ τοὺς συνπνεύσαντας αὐτῇ μάτην ὠνειδικέναι τὸν Ναβουθαί, δωρεὰν κεκρυφέναι αὐτῷ διαφθορὰν παγίδος αὐτῶν; ἐπερ · τὸ "παγίδος αὐτῶν"; -αὐτῶν λέγει παγίδας οὐκ ἐν αἷς παγιδεύονται, ἀλλ' ἐν αἷς παγιδεύειν θέλουσιν. ἡ σκευασθεῖσα δραματοποιία κατὰ τῆς Σωσάννης ὑπὸ τῶν πρεσβυτέρων παγὶς ἦν αὐτῶν οὐχ ᾗ πα̣γ̣ιδεύονται αὐτοί, ἀλλ' ᾗ ἤθελον ἐκείνην παγιδεῦσαι καὶ τιμωρίᾳ ὑποβαλεῖν καὶ αἰσχύνῃ. 8 ἐλθάτω αὐτοῖς παγίς, ἣν οὐ γιγνώσκουσιν. τοῦτ̣ο λέγει· οἱ ἰσχύοντες κατά τινων μηχανὰς συντιθέναι καὶ ἐπιβουλεύοντες αὐτοῖς μάτην οὐδέποτε πρὸ ὀφθαλμῶν τίθενται, ὅτι δύνανται ἁλῶναι οἷς αὐτοὶ ἐσκεύασαν· οἷον "ὁ ὀρύσσων βόθρον" τῷ πλησίον "εἰς αὐτὸν ἐνπεσεῖται". οὐ πάνυ τι λογίζονται, ὅτι αὐτοὶ εἰς τὸν βόθρον καταπίπτουσιν, ἐπεὶ οὐκ ὤρυττον αὐτόν. οὐκ ἐγίγνωςκον οὖν ὅτι ἐπ' αὐτοὺς ἤρχετο ἡ παγίς, ἣν ἄλλῳ εὐτρέπιζον ἵνα περιβάλωσιν αὐτὸν καὶ ἀγρεύσωσιν. "ἣν οὐ γιγνώσκουσιν" οὖν, ἣν οὐκ εἶχον πρὸ ὀφθαλμῶν, ἐπεὶ οὐδὲ ἐσκεύαζον αὐτήν. 8 καὶ ἡ θήρα, ἣν ἔκρυψαν, συλλαβέτω αὐτούς. ἵνα λάθωσιν ἄλλους καὶ ἀπροοράτως ἐκείνους θηρεύσωσιν. "συνλαβέτω αὐτούς". "ὤρυξαν πρὸ προσώπου μου βόθρον καὶ ἐνέπεσαν εἰς αὐτόν". 8 καὶ ἐν τῇ παγίδι πεσοῦνται ἐν αὐτῇ. ἐν ταύτῃ ᾗ ἐσκεύασαν ἄλλοις, πεσοῦνται. ἐπὶ πτώματι ἄλλων αὐτοὶ κατέπεσαν ἐν τοῖς τοιούτοις μηχανήμασιν οἷς ποιοῦσίν τινες, καὶ ἔρχονται κατ' αὐτῶν. ἐν πλοκῇ τινι τῆς προνοίας γίνεται. μεγάλην πλοκὴν ἔχει ὁ περὶ τῆς προνοίας λόγος, εἰ καὶ ἀγνοεῖται ὑπὸ πολλῶν, ἵνα μὴ εἴπω, ὑπὸ πάντων. 9 ἡ δὲ ψυχή μου ἀγαλλιάσεται ἐπὶ τῷ κυρίῳ. λέγει Μωυσῆς· "ποιήσατε αὐτῷ ὃν τρόπον ἐπονηρεύσατο ποιῆσαι τῷ πλησίον αὐτοῦ". τούτων γεγενημένων ἀγαλλιάσεται γνοῦσα ὅτι οὐδὲν πέπονθεν. ἐπερ · ἐπιχαίρων αὐτοῖς; -οὔ, ἀλλὰ θαυμάζων τὴν πρόνοιαν καὶ ἀγαλλιώμενος ὅτι οὐκ ἐπαγιδεύθη. οἷον ἠγαλλιάσατο ἡ ψυχὴ τῆς Σωσάννης οὐχ ὅτι κατεδικάσθησαν οἱ πρεσβύτεροι, ἀλλ' ὅτι αὐτὴ ἀπελύθη τοῦ ἐνκλήματος. κατὰ συμβεβηκὸς δὲ ἐκεῖνο γέγονεν. καὶ εὐχόμενοι γοῦν οἱ ἅγιοι ὅτε εἰσὶν ἐν θλίψει, αὐτὸ τοῦτο μόνον εὔχονται· "3μὴ ἁλῶμεν ὑπὸ τῆς θλίψεως"3, οὐ μὴν κατὰ τῶν περιβαλόντων τῇ θλίψει· ὡς̣ ἀγώνισμα γὰρ δέχονται, οὐχ ὡς κόλασιν. ὁ δὲ ὡς ἀγώνισμα δεχόμενος οὐχ οὕτως ἐστὶν κατὰ τῶν ἀντιπάλων, ὥστε μηκέτι αὐτοὺς ὑπάρχειν. "μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν"· μὴ γὰρ εἴρηκεν ὅτι·