1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

135

"3πάταξον τοὺς πειράζοντας ἡμᾶς"3. ἠρωτώμην ποτέ, πῶς τῶν ἁγίων ὁ γάμος ἐγίνετο ἄνευ ἡδονῆς -οὐχ ὅτι "ὁ τίμιος ὁ γάμος καὶ ἡ ἀμίαντος ἡ κοίτη"; -, καὶ ἔλεγον ὅτι οἱ ἅγιοι τότε μόνον συνίασιν ταῖς γαμεταῖς, ὅταν και ρὸς ᾖν συνλήμψεως. μετὰ σύνλημψιν οὐχ ἅπτονται. ἔλεγον οὖν ὅτι ἡ πρόθεσις α̣ὐτῶν οὐκ ἦν ἡδονη`̣ ἣν θηρεῦσαι ἠβούλοντο, ἀλλὰ διακονῆσαι τῇ παιδοποιίᾳ. ἀναγκαίως δὲ συνήρτηται καὶ ἡ ἡδον̣ή, οὐ μ̣έντοι αὐτῆς ἕνεκα συνέρχονται. καὶ ἐπὶ τροφῆς δὲ τὸ αὐτὸ συμβαίνει· ἐστὶν τρεφόμενος οὐκ ἄλλου χάριν ἢ τὴν ὄρ̣εξιν ἀποπληρῶσαι, τοῦ χορτασθῆναι χάριν. ἐὰν δὲ παρέπηται καὶ ἡδέα εἶναι τὰ ἐσθιόμενα, οὐ διὰ τοῦτο αὐτὰ αἱρεῖται ὅτι ἡδέα. καὶ μάλιστα ἐπὶ τῶν ἰατρικῶν βοη̣θημάτων τοῦτο συμβαίνει· πολλάκις ἡδύ ἐστιν τὸ βοήθημα, ἀλλ' οὐ διὰ τὴν ἡδονὴν προσήνεγκεν αὐτά. ἀμέλει γοῦν καὶ ἐὰν ἀηδὲς ᾖ, προσάγει αὐτό, ἐπεὶ ὑγιείας καὶ τοῦ συμφέροντος χάριν αὐτὸ ποιεῖ. κἄν ποτε οὖν οἱ ἐπιτιθέμε̣νοι κατὰ δικαίου τὰ αὐτὰ πάθωσιν, χαίρει ὅτι οὐχ ἑάλωκεν αὐτοῖς. λοιπὸν ἑπέσθω τὸ εἰ καὶ ὅ τι πεπόνθασιν. θαυμάζω δὲ εἰ κατὰ ἅγιον τέλειόν ἐστιν τοῦτο. κατὰ προκόπτοντά ἐστιν ἡσθῆναι ὅτι πεπόνθασίν τι κακῶς αὐτὸν διαθεῖναι σπουδάσαντες, οὐ κατὰ τέλειον δέ. ἐπερ · τί διαφέρει τὸ "3ἐπὶ τῷ κυρίῳ"3 καὶ τὸ "3ἐν τῷ κυρίῳ"3; -ὁ ἀπεριέργως μὲν τὰς προθέσεις ἐκλαμβάνων ἐρεῖ μηδὲν διαφέρειν. δύναται δὲ οὕτως· οἷον εὐφραίνεταί τις, φέρε, ἐπὶ τῷ τέκνῳ ἑαυτοῦ ἐὰν ὑγιαίνῃ. εὐφραίνεται ἐν πόσει οἴνου. ἄλλην καὶ ἄλλη̣ν ἔχει τὴν αἰτίαν. ἐξ ἄλλου ῥητοῦ λάβωμεν τὴν ἀπόδειξιν· "πᾶς", φησίν, "ὃς ἐὰν ὁμολογήσῃ ἐν ἐμοὶ ἔνπροσθεν τῶν ἀνθρώπων"-οὐκ εἶπεν 211 "3ἐπ' ἐμοί"3-, "κἀγὼ ὁμολογήσω αὐτόν". εἰ δὲ ἁπλῶς ἦν ἡ πρόθεσις τεθειμένη, ἡ "3ἐν"3 ἐτίθετο ἂν καὶ ἐπὶ τῆς ἀρνήσεως· "3καὶ πᾶς ὁ ἀρνούμενος ἐν ἐμοί, ἀρνήσομαι κἀγὼ ἐν αὐτῷ"3. ἀδύνατον δὲ ἦν "3ἀρνούμενον εἶναι ἐν Χριστῷ"3 τὸν ἀρνούμενον αὐτὸν ἢ τὸν Χριστὸν ἀρνεῖσθαι τὸν ὄντα ἐν αὐτῷ. ἀπέζευκται οὖν ὁ ἀρνούμενος οὗ ἀρνεῖται. ἀπέζευκται ὁ ἀρνησίθεος τοῦ θεοῦ καὶ ὁ θεὸς αὐτοῦ ἀπεσχοίνισται. ὁ δὲ ὁμολογῶν αὐτὸν ἐν αὐτῷ ἐστιν, ἵνα μὴ φωνῇ μόνῃ τὴν ὁμολογίαν λάβῃς· οἱ γὰρ τοῖς χείλεσιν τιμῶντες, ὁμολογοῦσιν μέν, οὐκ ἐν αὐτῷ δέ εἰσιν. ἐπεὶ τοίνυν καὶ ἡ πρὸς θεὸν ἡμῶν συνάφεια διάφορός ἐστιν, ὁτὲ μὲν λεγόμεθα ἐπ' αὐτῷ εὐφραίνεσθαι ὡς ἐπὶ σωτῆρι, ὡς ἐπὶ εὐεργέτῃ, ὡς ἐπὶ στρατηγῷ τὴν νίκην ἡμῖν περιποιήσαντι, ὁτὲ δὲ ἐν αὐτῷ ὡς ἐν σοφίᾳ, ὡς ἐν ἁγιασμῷ, ὡς ἐν δικαιοσύνῃ. ὁ ὁμολογῶν οὖν τὸν Χριστὸν ἐν αὐτῷ ἐστιν. καὶ λάβε ἀπὸ ἄλλου παραδ̣είγματος· ὁ ὁμολογῶν ἐπιστήμην οὐκ ἄλλως δύναται ὁμολογεῖν αὐτήν, εἰ μὴ εἰδείη αὐτήν. ἐπερ · ἵνα ὡς ἐν οὐσίᾳ ἢ κ̣αὶ ποιότητι; -τέως ἀφιέσθω ταῦτα· νῦν περὶ γὰρ τῆς διαφορᾶς τῶν προθέσεων ἡ ζήτησίς ἐστιν. πότερον οὐσίᾳ μετέχει τις ἢ ποιότητι, ἄλλου καιροῦ ἔστω. καὶ τὸ αὐτὸ δέ· μὴ γὰρ ἕτερός ἐστιν ὁ θεὸς πατὴρ γινόμενος τῶν δικαίων, ἕτερος δημιουργὸς αὐτῶν ὤν, ἄλλος βασιλεὺς ὢν αὐτῶν, τῇ ἐπινοίᾳ δέ. ἐξ ὧν ἴσμεν λαμβάνομεν τὰς ἐπινοίας, ἐ πεὶ οὐκ ἔνι ἐκεῖ διαστεῖλαι ἐπίνοιαν ἀπὸ ἐπινοίας. ὁ θεὸς φῶς ἐστιν, ἐστὶν καὶ ἁγιασμὸς καὶ δικαιοσύνη καὶ σοφία, καὶ οὐκ ἔστιν χωρίσαι ὕπαρξιν ἀπὸ ὑπάρξεως. σχέσιν δὲ ἀπὸ σχέσεως χωρίζομεν. ἔστω ἄνθρωπος πατὴρ καὶ δεσπότης καὶ διδάσκαλος καὶ ἄρχων· μὴ γὰρ διαφέρεται πρὸς ἑαυτόν. ἐὰν δὲ ἀκούσῃς ὅτι ἄρχων ἐστὶν ὡς πρὸς τοὺς ἀρχομένους καὶ βασιλεὺς πρὸς τοὺς βασιλευομένους καὶ πατὴρ πρὸς τὸν γεννηθέντα καὶ δεσπότης πρὸς τὸν δοῦλον καὶ ἰατρὸς πρὸς τὸν θεραπευόμενον καὶ διδάσκαλος πρὸς τὸν μανθάνοντα, οὐκ αὐτὸς πρὸς ἑαυτὸν διαφέρεται, ἀλλ' ἡ σχέσις ἡ πρὸς ἄλλους καὶ ἄλλους ἀναφερομένη ποιεῖν τὴν διαφοράν. ὥσπερ οὖν τὸν αὐτὸν συμβαίνει καὶ πατέρα εἶναι καὶ διδάσκαλον καὶ τὰ ἄλλα, συμβαίνει καὶ τὸν μαθητὴν τὸν αὐτὸν εἶναι τῷ ἀρχομένῳ καὶ τῷ μανθάνοντι. πάλιν δὲ ἐπειδὴ μὴ ἀεὶ ἕνα πρὸς ἕνα λέγεται -συμβαίνει γὰρ εὑρεῖν υἱὸν ἄλλου καὶ τὸν αὐτὸν τοῦτον ἄλλου μαθητὴν καὶ ἄλλου