1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

136

φίλον. 9 τερφθήσεται ἐπὶ τῷ σωτηρίῳ αὐτοῦ. σωτήριον ἐνταῦθα τὴν σωτηρίαν λέγει· πολλαχοῦ γὰρ τὸ σωτήριον τὴν σωτηρίαν σημαίνει. ἔστιν δὲ ὅτε καὶ τὸ ποιητικὸν τῆς σωτηρίας οὕτω καλεῖται, ὡς ἐὰν λέγῃ· "εἴδοσαν τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ θεοῦ ἡμῶν", ἀντὶ τοῦ "3τὸν σωτῆρα"3. "τέρπεται" οὖν ἡ ψυχὴ "ἐπὶ τῷ σωτηρίῳ". οὐ ζητεῖ ἄλλοθεν σωτηρίαν ἢ παρ' αὐτοῦ τοῦ θεοῦ, παρ' αὐτοῦ τοῦ σῴζοντος σωτηρίαν αἰώνιον· "Ἰσραὴλ" γὰρ "σῴζεται ὑπὸ κυρίου σωτηρίαν αἰώνιον". 10 πάντα τὰ ὀστᾶ μου ἐροῦσιν Κύριε, κύριε, τίς ὅμοιός σοι; πρώτη θε̣ολογι´̣α ε᾿̣σ̣τὶν τὸ γνῶναι, τίς ἐστιν ἡ θεοῦ ἁγιότης καὶ τίς δύναται ἢ ὁμοιωθῆναι ἢ οὐ δύναται. προσάπτει οὖν ταύτην τη`̣ν θεολογίαν καὶ τὴν θεογνωσίαν τοῖς ὀστοῖς ἑαυτοῦ, ἐξ οὗ παρίσταται ὅτι οὐ περὶ τῶν ὀστέων ἑαυτοῦ λε´̣γει τούτων τῶν διακρατούντων τὰ μέλη τὰ ἄλλα τοῦ σώματος καὶ τὰς σάρκας καὶ τὰ νεῦρα, ἀλλὰ τῶν εὐτόνων δυν̣άμεων, ὧν πολλάκις εἰρήκαμεν ὅτι αὐτοῦ ὀστᾶ τοῦ ἔσω ἀνθρώπου εἰσίν. "πάντα" οὖν "τὰ ὀστᾶ μου ἐροῦσιν"· τὰ εὔτονα δόγματα, αἱ εὔτονοί μου κινήσεις, καθ' ὃ γιγνώσκω καὶ ἐπίσταμαι, ὁμολογοῦσιν τὸν θεὸν ὅτι οὐδεὶς τῶν γενητῶν ὅμοιος αὐτῷ τυγχάνει. ἐπερ · τὸ "3τίς"3 πῶς; -ἐπὶ ἀδυνάτου, ω῾̣ς τό· "ὁ θεός, τίς ὁμοιωθήσεταί σοι"; ἐπὶ τοῦ υἱοῦ οὐ λαμβάνομεν τοῦτο· οὐδὲ γὰρ ἐπὶ μέλλοντι ἔχει τὴν ὁμοίωσιν, ἀλλὰ "χαρακτὴρ τῆς ὑποστάσεως" ὢν ἀιδίως ὅμοιός ἐστιν. ἑκάτερα οὖν δύναται λημφθῆναι· ἐὰν περὶ τῆς ὁμοιώσεως τῆς οὐσιώδους, οὐδεὶς ὁμοιοῦται αὐτῷ. ἐὰν δὲ ἐπὶ τῆς κατὰ ἀρετὴν καὶ ἁγιότητα, σπάνιος ὁ ὁμοιούμενος αὐτῷ. 10 ῥυόμενος πτωχὸν ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. ἐὰν ἐπὶ ταύτης λαμβάνηται τῆς πράξεως ἡ ὁμοιότης, τ̣ὸ σπάνιον σημαίνει. θεὸς ῥύεται πτωχὸν καὶ πένητα ἐκ χειρὸς στερεωτέρων αὐτοῦ. καὶ ἐπὶ ἀνθρώπων, οἷον ἀρχόντων, πλουσι 212 δυνάμεων καὶ αὐτοῦ τοῦ διαβόλου. μόνος οὖν θεὸς ῥύεται ἐκ τούτων. ἐὰν δέ, ὡς εἶπον, ἀπὸ πρακτικῶν ῥύηται, καὶ ὁ σπάνιος δύναται τοῦτο ποιεῖν· ἐξ ἐλαττόνων γὰρ ῥύσασθαι οὐ μέγα ἐστίν. οἱ κατὰ Σωσάννης μανέντες ἐδόκουν εἶναι στερεώτεροι αὐτῆς· ἄρχοντες γὰρ ἦσαν καὶ κριταί, ἐκείνη δὲ γυνὴ θαλαμευομένη καὶ ἰδιῶτις. καὶ ἐρύσατο ἐκ τῶν στερεωτέρων ὁ θεός. καὶ τοῦτο δὲ ἰστέον· πᾶς ὁ ἀσθενέστερός τινος κατὰ τοῦτο πτωχός ἐστιν, ὁ μὴ δυνάμενος ἑαυτῷ ἀρήγειν, ὁ μὴ οἷός τε ἑαυτῷ βοηθεῖν καὶ ποιεῖν ἑαυτὸν ἔξω τῆς περιεστώσης περιστάσεως. 10 καὶ πτωχὸν καὶ πένητα ἀπὸ τῶν διαρπαζόντων αὐτόν. συμβαίνει δὲ μάλιστα κατ' ὑποκείμενον τὸν αυ᾿̣τὸν καὶ πτωχὸν καὶ πένητα εἶναι. εἰ μὲν ἔξω πλούτου ἐστίν, πτωχός, εἰ δὲ ἐκ τοῦ πονεῖν ἐπαρκεῖ ἑαυτῷ, πένης· "πλούσιοι" γὰρ "ἐπτώχευσαν". ἐὰν οὖν ἀνάγῃς ταῦτα, λαμβάνεις τὸν ἄνθρωπον τὸν ἐξ Ἰουδαίων πιστεύσαντα τὸν πτωχόν, πένητα δὲ τὸν ἐλπίδα μὴ ἔχοντα, ἀλλὰ καὶ ἄθεον ὄντα. 11 ἀναστάντες μάρτυρες ἄδικοι ἃ οὐκ ἐγίγνωσκον ἠρώτων με. οἱ ἄδικοι μάρτυρες ἃ οὐ γιγνώσκει ὁ ᾧ θέλουσιν μαρτυρῆσαι ἐπερωτῶσιν αὐτόν. ὧδε δὲ "ἃ οὐκ ἐγίγνωσκον", "3ἃ οὐκ ἐπειράθην"3. τὸ ὄνομα τοῦ μὴ γιγνώσκειν σημαίνει ποτὲ τὴν ἄγνοιαν· "ἀλλὰ τότε μὲν οὐκ εἰδότες θεόν", τὴν ἄγνοιαν δηλοῖ. σημαίνει δὲ καὶ τὸ μὴ πεπειρᾶσθαι, ὡς ἐὰν λέγω· "τὸν μὴ γνόντα ἁμαρτίαν", τὸν μὴ πειραθέντα ἁμαρτίας. κατά τι οὖν γιγνώσκει αὐτήν· τὴν φύσιν αὐτῆς ἐπίσταται. οὐ γιγνώςκει δὲ αὐτὴν μὴ χρησάμενος αὐτῇ. οὕτω γοῦν καὶ ἐπὶ γαμετῶν καὶ ἁπαξαπλῶς γυναικῶν λέγεται ὅτι· "3οὐκ ἔγνω αὐτήν"3, "3ἔγνω αὐτήν"3. τὴν πεῖραν ὧδε σημαίνει. "ἔγνω δὲ Ἀδὰμ Εὕαν τὴν γυναῖκα αὐτοῦ". τότε ἐλέχθη τοῦτο ὅτε συνελήλυθεν· ἐπήγαγεν γάρ· "καὶ συνλαβοῦσα ἔτεκεν". ἄδικοι οὖν μάρτυρές εἰσιν οἱ λέγοντες κατά τινος ἃ μὴ πρόσεστιν ἐκείνῳ. τοιοῦτόν ἐστιν καὶ τό· "ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίγνωσκον". 12 ἀνταπέδοσάν μοι πονηρὰ ἀντὶ καλῶν καὶ ἀτεκνίαν τῇ ψυχῇ μου. ἔδει αὐτοὺς γνῶναι ὅτι πρὸς καλοῦ αὐτοῖς οὐκ ἐπείσθην οὐδὲ ἔγνων ἃ ἐρωτῶσιν· ἔμελλον γὰρ κολάζεσθαι, καὶ διὰ τοῦτο ἐπ'