1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

137

ἐμοὶ οὖν οὐ κολασθήσονται, ὅσον ἧκεν εἰς ἐμέ. οὕτως ἐξηγησάμεθα καὶ τὸ τοῦ εὐαγγελίου· "ἴσθι εὐνοῶν τῷ ἀντιδίκῳ σου ἕως ὅτου εἶ μετ' αὐτοῦ ἐν τῇ ὁδῷ". καὶ ἐπειδὴ ὁ λόγος τῆς εὐνοίας οὗτός ἐστιν· "3εὔνοιά ἐστιν βούλησις ἀγαθῶν τῷ πλησίον χάριν ἐκείνου"3-πολλάκις γὰρ θέλω ἀγαθὰ αὐτῷ παρασχεθῆναι, ἵνα σχῶ τι παρ' αὐτοῦ. ἐμὲ οὖν θέλοντες κολάζειν τὸν μηδὲν αὐτοὺς ἠδικηκότα, ἀλλὰ καὶ ἀφορμὴν αὐτοῖς σωτηρίας παρεσχηκότα. τοιοῦτο̣ν οὖν ἐστιν καὶ τὸ λεγόμενον παρὰ τοῦ Ἰακὼβ πρὸς τὸν Λαβά· "ἐπίγνωθι, εἴ τί ἐστιν τῶν σῶν παρ' ἐμοί, καὶ λάβε". ου᾿̣δὲν θέλ̣ω τῶν σω῀̣ν, εὐνοῶ σοι, ἀποδίδωμί σοι τὰ σά. ἀντὶ τῶν καλῶν ὧν ἐποίησα αὐτοῖς. πεποίηκα δὲ αὐτοῖς καλὰ μ̣ὴ κατασταθήσεσθαι αὐτοὺς εἰς τὸ τιμωρηθῆναι χάριν ἐμοῦ, ἐπεὶ οὐκ εἶξα αὐτοῖς. οὐκ ἂν εἶπεν καὶ ἡ Σωσάννα περὶ τῶν πρεσβυτέρων ὅτι· "3εἰς μοιχείαν με ἠθέλησαν κατασπάσαι· οὐκ ἐπείσθην αὐτοῖς· καλὸν αὐτοῖς τι πεποίηκα· τὸ ὅσον εἰς ἐμέ, οὐ γεγόνασιν ἐν ἁμαρτίᾳ ἀτεκνῶσαί με"3; κατὰ κοινοῦ τὸ "ἀνταπεδίδοσάν μοι"· ὥσπερ πονηρὰ ἀνταπέδωκάν μοι ἀντὶ καλῶν, οὕτω καὶ ἀτεκνίαν τῇ ψυχῇ μου ἀνταπέδωκαν. ἐπερ · τὰ γεννήματα τῆς ψυχῆς; -λογισμοὶ ὀρθοί, πράξεις ἄρισται. "ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ ἐτέκομεν". 13 ἐγὼ δὲ ἐν τῷ αὐτοὺς παρενοχλεῖν μοι ἐνεδυόμην σάκκον. θεώρει· τὰ πονηρὰ αὐτῶν καὶ τὴν αἰτίαν τοῦ θέλειν αὐτὸν ἀτεκνῶσαι παρενοχλῆσαι ὠνόμασεν, ὡς ὁ εἰρηκὼς σοφιστικὰς ἐνοχλήσεις. παρενοχλοῦσίν μοι μᾶλλον ἢ βλάπτουσίν με. ὅμως ἐγὼ ἐνεδιδυσκόμην σάκκον καὶ ἵνα μὴ ἐνκαταλειφθεὶς ἁλῶ αὐτοῖς, καὶ ὑπὲρ αὐτῶν ἵνα παύσωνται τῆς θρασύτητος τῆς κατ' ἐμοῦ· ἐνεδιδυσκόμην αὐστηρὸν βίον τινά, μετανοία̣ς σημεῖον ἔφερον πῇ μέν, ἵνα μὴ βλαβῶ ἐκ τῆς παρενοχλήσεως, πῇ δέ, ἵνα ἐκεῖνοι μὴ ἐπιτρίβωνται. πολλῷ πλέον δὲ πρὸς καλοῦ, ἐὰν καὶ παύσωνται. 13 καὶ ἐταπείνουν ἐν νηστείᾳ τὴν ψυχήν μου. 213 οὐ μόνον σάκκον ἐνεδυόμην, τουτέστιν αὐστηρότητα βίου, ἀλλὰ καὶ "ἐν νηστείᾳ ἐταπείνουν τὴν ψυχήν μου", καὶ τῇ κατὰ τὸ ῥητὸν καὶ τῇ κατὰ τὸ πρωτότυπον, οὐκέτι ἐκείνων τῶν ὀδυνηρῶν τι τρεφόμενος. καὶ τὸ τῆς ἱστορίας δὲ γίνεται πρὸς βοήθειαν πολλάκις· πολλὰ γὰρ εἴδομεν ἐκ νηστείας κατορθωθέντα, τὸ μὴ ὑποπεσεῖν καταστροφῇν τὴν Νινευιτῶν πόλιν, τὸ σωθῆναι τὸ Ἰουδαίων ἔθνος ἀπὸ τοῦ Ἀμάν. 13 καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται. τῷ ὀνόματι τοῦ κόλπου ἐν πολλαῖς γραφαῖς τὸ ἡγεμονικὸν καὶ ὁ νοῦς σημαίνεται, ὡς ἐὰν λέγῃ· "εἰς κόλπον στραφήσεται πάντα τοῖς ἀδίκοις". ἴσον ἐστὶν τῷ· "τὰς ὁδοὺς αὐτῶν ἔδωκα εἰς κεφαλὰς αὐτῶν"· πάλιν γὰρ αἱ κεφαλαὶ τὸ ἡγεμονικὸν σημαίνουσιν· "ἐπιστρέψει ὁ πόνος αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ". ὁ ἅγιος εὔχεται ὑπαρχθῆναι ἀγαθά. οὐδὲν δὲ ἕτερόν ἐστιν προσευχὴ ἢ "3αἴτησις ἀγαθῶν παρὰ θεοῦ"3. ὅταν τύχῃ τις τῶν ἀγαθῶν ὑπὲρ ὧν ηὔχετο, εἰς τὸν κόλπον αὐτοῦ ἀπεστράφη ἡ προσευχὴ αὐτοῦ. οὐκ ἐρίφη καὶ ἔξω ἔμεινεν, οὗ φωνὴ ἀν επέμφθη καὶ εἰς τὸν ἀέρα ἐσκεδάσθη, ἀλλ' ἤγαγεν ἃ ᾐτήσατο. καὶ τουτέστιν τὸ τὴν προσευχὴν αὐτοῦ μὴ μάτην αν ἀναπεπέμφθαι, ἀλλὰ ἠγιοχέναι εἰς τὴν καρδίαν τοῦ εὐξαμένου ἃ ᾐτήσατο "τὸν ἐνπιμπλῶντα ἐν ἀγαθοῖς τὴν ἐπιθυμίαν σου". ὁ ἐπιθυμῶν αὐτὰ ἐμπίμπλαται αὐτῶν. "οὗτος ὁ φαυλισμὸς ἐν γῇ Αἰγύπτῳ ἐν κόλπῳ αὐτῶν". καί· "ἡ γυνὴ ἡ ἐν τῷ κόλπῳ σου", ἣν στέργεις, ἡ ὁμόφρων σοι, ἡ ὁμονοοῦσά σοι. 217 "καὶ ἡ προσευχή μου εἰς κόλπον μου ἀποστραφήσεται". ὁ αἰτούμενος παρὰ θεοῦ ἀγαθὰ προσεύχεται. ὅταν τύχῃ ὧν αἰτεῖται, ἡ προσευχὴ αὐτοῦ εἰς κόλπον ἐπεστράφη, εἰς τὸ ἡγεμονικὸν αὐτοῦ. καὶ παρεθέμην ἐκ ῥητῶν πλειόνων, ὅτι τὸ ἡγεμονικὸν πολλάκις τῷ ὀνόματι τοῦ κόλπου σημαίνεται· "οὗτος ὁ φαυλισμὸς αὐτῶν ἐν γῇ Αἰγύπτῳ εἰς κόλπον αὐτῶν". καὶ πάλιν· "εἰς κόλπον ἐπέρχεται πάντα τοῖς ἀδίκοις". οἰκειότητα δὲ δηλοῖ ὁ κόλπος. οὕτω γοῦν καὶ ἐν τοῖς κόλποις Ἀβραὰμ ἀνεπαύετο τὴν αὐτὴν αὐτῷ ἔχων ἀνδρείαν καὶ ὑπομονήν, καὶ τό· "ἡ γυνὴ ἡ ἐν τῷ κόλπῳ σου", ἡ οἰκεία σου, ἡ