138
συνβιοῦσα μετὰ σοῦ. 14 ὡς πλησίον, ὡς ἀδελφὸν ἡμέτερον, οὕτως εὐηρέστουν. τοῦτο λέγει ὅτι· οὐδεὶς ἔχει πρόφασιν τοῦ ὀργίζεσθαί μοι, οὐδεὶς ἀπ' ἐμοῦ αἰτίαν λαμβάνει τοῦ ε᾿̣χ̣θραίνειν μοι· πρὸς ἕκαστον γὰρ οὕτως ἤμην ὡς πλησίον, ὡς ἀδελφός, καὶ οὕτως εὐηρέστουν διὰ φιλαλληλίας, φιλεταιρίας, φιλαδελφίας. 14 ὡς πενθῶν καὶ σκυθρωπάζων, οὕτως ἐταπεινούμην. "οὕτως ἐταπεινούμην" δι' ἐκείνους. οὓς ἐδόκουν πλησίον καὶ ἀδελφοὺς εἶναι, κατ' ἐμοῦ συνήγοντο, ἐπολέμουν με, ὡς ἐν ἀρχῇ τοῦ ψαλμοῦ τόυ· "δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με". ἑξῆς λέγει· "ἐμοὶ μὲν εἰρηνικὰ ἐλάλουν καὶ ἐπ' ὀργῇ δόλους διελογίζοντο". διὰ τοῦτο ὡς πενθῶν αὐτοὺς καὶ ὡς σκυθρωπάζων ἐπ' αὐτοῖς, οὕτως ἐταπεινούμην· εἰ μὲν γὰρ παρεῖχόν μοι τὰ εὐφραίνοντα, ὑψούμην, ἔχαιρον, ἐγανούμην ἀπὸ ἱλαρότητος. ἐπερ · τὸ "οὕτως ἐταπεινούμην"; -ἐὰν ἔχῃ τις υἱὸν στεργόμενον καὶ ποθούμενον καὶ ἴδῃ αὐτὸν πυρέττοντα, ταπεινοῦται, ἐπεὶ οὐχ ὃν ἤθελεν οὕτω διάγειν, οὕτως ὁρᾷ κακούμενον. ἐπεὶ τοίνυν ἐγὼ παρεῖχον ἀρετῆς ἀφορμὰς ὡς πρὸς πλησίον καὶ ἀδελφοὺς ἔχων, αὐτοὶ δὲ ἐχθροὶ καὶ πολέμιοι ἀνεδείκνυντο, ἐταπεινούμην ἐπ' αὐτοῖς δέον χαίρειν με ἐπ' αὐτοῖς. τί νομίζεις τὸν Παῦλον περὶ Ὑμεναίου καὶ Ἀλεξάνδρου, οὐκ ἐταπεινοῦτο ὁρῶν αὐτοὺς περὶ τὴν πίστιν ναυαγοῦντας; μὴ πρότερον οὕτως ἦν πρὸς αὐτούς, οὐκ ἠγάπα, οὐκ ἀφορμὰς ἐδίδου πρὸς μακαριότητα; ἐὰν δὲ ἐκ προσώπου τοῦ σωτῆρος ᾖν τὰ λεγόμενα, δύναται περὶ τοῦ Ἰούδα ταῦτα λέγειν καὶ περὶ ὅλου τοῦ λαοῦ τῶν Ἑβραίων. 15 καὶ κατ' ἐμοῦ εὐφράνθησαν καὶ συνήχθησαν. θέλεις δὲ γνῶναι, ὅτι τὸ ἐπὶ ἁμαρτ̣ωλῶν κατηφεῖν ταπείνωσίς ἐστιν; Παῦλος γράφει Κορινθίοις· διεγείρων αὐτοὺς εἰς μετάνοιαν λέγει· "μή πως ἐλθὼν εὕρω ὑμᾶς καὶ ταπεινώσῃ με ὁ θεός μου". ὑψοῦται ὁ ἅγιος, ὅταν ἴδῃ τοὺς ὠφελουμένους παρ' αὐτοῦ βελτιουμένους. καὶ πατὴρ ἐπὶ τέκνοις γηθῶν καὶ εὐφραινόμενος ὑψοῦται. εἰ ἔσῳζον τ̣ὴν ἀγάπην ἣν ἔσῳζον πρὸς αὐτούς, πρὸς ἐμέ, οὐκ ἐταπεινούμην, ἀλλὰ καὶ ὑψούμην ἔχων ὁμοίους, ἔχων μετόχους. "καὶ κατ' ἐμοῦ εὐφράνθησαν καὶ συνήχθησαν". ἐγὼ δὲ οὕτω πρὸς αὐτοὺς διεκείμην ἀπὸ σπλάγχνων ἰδ̣ι̣ω´̣τ̣ατος· αὐτοὶ δὲ ἐκ τοῦ ἐναντίου κατ' ἐμοῦ συναχθέντες εὐφραίνοντο ἢ εὐφρανθέντες κατ' ἐμοῦ συνήχθησαν, ἵνα πλέον τι κακὸν καὶ ἀνιαρὸν ἐπαγάγωσίν μοι. 15 συνήχθησαν ἐπ' ἐμὲ μάστιγες, καὶ οὐκ ἔγνων. ἐπιχαιρεκάκων ἡ σπουδή. εἶπον ἐν τοῖς προλαβοῦσιν ἀναγνώσμασιν ἀφ' ἑνὸς τῶν ψαλμῶν, ὅτι αἱ αὐταὶ κακώσεις τοῖς μὲν μάστιγές εἰσιν, τοῖς δὲ ἀγῶνες, ὅτε προέκειτο τό· "πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ". δύνανται μάστιγες ἐνταῦθα καὶ πονηραὶ δυνάμεις λέγεσθαι. "συνήχθησαν, καὶ οὐκ ἔγνων"· ὁμοιότροπον δέ ἐστιν τοῦτο τὸ λεχθὲν τῷ· "ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίγνωσκον". ἠ´̣ν̣γγιζεν ὁ πονηρός· τόπον αὐτῷ οὐ παρεῖχον πεισθεὶς τῇ γνώμῃ τῇ ἀποστολικῇ τῇ λεγούσῃ· "μὴ δίδοτε τόπον τῷ διαβόλῳ". οὐ πεπείραμαι αὐτοῦ. εἷς τῶν ἀρχαίων φιλοσόφων λέγεται ὅτι ἐμαστίζετο, ἵνα 218 κατείπῃ τῆς πόλεως ἑαυτοῦ, ἵνα κατηγορήσῃ τῶν συνπολιτῶν. εὐλαβούμενος μὴ κἂν ἄκων ἐκλαλήσῃ τι, ἔδακεν τὴν γλῶσσαν ἑαυτοῦ καὶ ἔτεμεν καὶ ἔριψεν τῷ βιαζομένῳ. ἐκεῖνος οὐκ ἠδύνατο εἰπεῖν "οὐκ ἔγνων"· μικροῦ δεῖν γὰρ ἔγνω, εἰ μὴ ἄλλοθεν τὴν ἀσφάλειαν ἐπορίσατο. ὁ δὲ ἅγιος οὐχί. ὁ Ἰσαίας πρίονι ξυλίνῳ ἐπρίσθη. καὶ ὅρα γε τὸ κακόηθες τοῦ Μανασὴ τοῦ ἀποστάτου, τοῦ εἰδωλολατρήσαντος. καὶ ἐπεὶ τὸ εἴδωλον κατέπεσεν ὃ ἔστησεν αὐτὸς τοῦ Ἰσαία βλέψαντος εἰς αὐτὸ καὶ ἄλλα τινά, προεστήσατο κατηγόρους καὶ δύο ἐνκλήματα αὐτῷ προσηγίοχαν· ἓν μὲν τοῦτο, ὅτι· "3Μωυσέως λέγοντος ὅτι "οὐδεὶς εἶδεν τὸ πρόσωπόν μου καὶ ζήσεται", οὗτος λέγει ὅτι "εἶδεν τὸν κύριον σαβαὼθ καθήμενον ἐπὶ θρόνου""3. εἰ δὲ ἀκριβῶς ἐπέστανον, ἐγίγνωσκον τὴν συκοφαντίαν αὐτοῦ. οὐκ εἶπεν ὅλως οὐδὲ εἶδεν αὐτοῦ τὸ πρόσωπον. συνκεκαλυμμένον αὐτὸ