1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

139

εἶδεν, ἵνα ὡς πρὸς τὴν λέξιν δείξωμεν αὐτοὺς συκοφάντας. τοῦτο οὖν τὸ ἔνκλημα προσηγίοχαν αὐτῷ καὶ δεύτερον ὅτι· "3τοὺς ἄρχοντας τοῦ διορατικοῦ γένους, τοῦ ἱερατεύματος τοῦ ἁγίου, τοῦ βασιλικοῦ λαοῦ, εἶπεν "Σοδόμων ἄρχοντας", καὶ τὸν λαὸν ὃν ἠγάπα ὁ θεός, ὃν ἐτίμα ὁ θεός, "λαὸν Γομόρρων" εἶπεν"3. διὰ ταῦτα τὰ δύο ἐνκλήματα ἐσυκοφάντησαν αὐτὸν καίτοι πρότερον εἰδότες ὅτι οὐχ οὕτως ἐλέγοντο παρ' αὐτοῦ, ἀλλ' ὅτε κατέπεσεν τὸ εἴδωλον, ἵνα μὴ φανῶσιν ὡς ἐκδικοῦντες τὸ μὴ φανὲν θεόν, ἀλλὰ αὐτῷ προσῆψαν ἔνκλημά τι. εἴποιεν ἂν καὶ ὁ Ἰσαίας· "συνήχθησαν κατ' ἐμοῦ μάστιγες, καὶ οὐκ ἔγνων". καὶ τὴν κακοήθειαν τοῦ Μανασὴ σκόπει· ἵνα ἐπὶ πολλὴν ὥραν μείνῃ βασανιζόμενος, ξυλίνῳ πρίονι αὐτὸν ἔπρισεν, ἵνα ξεόμεναι αἱ σάρκες ὑπὸ τῶν μυλῶν ἐκείνων πλείονα ἀλγηδόνα καὶ πολυχρονιωτέραν κατασκευάσωσιν. ἐπερ · ὅτι προσάγουσιν κολάσεις ὡς κακούργῳ, καὶ κατὰ τοῦτο μάστιγές εἰσιν; -ἀλλ' ἐγὼ οὐκ ἔγνων αὐτὰς μάστιγας· ἠγωνισάμην γὰρ καὶ ἐστέφθην δι' αὐτῶν. τότε δὲ ἐπειρώμην αὐτῶν, εἰ τοιοῦτος ἤμην, οἷον ἐδόκουν ἐκεῖνοι κολάζειν. καθ' ὑπόθεσιν· ἠρέμα δέ πως καὶ ἐμάστιξαν τὴν Σωσάννην οἱ κατ' αὐτῆς διαβολὴν ἐργασάμενοι· εἰς τοσοῦτον γὰρ δέος ἦν ἐκπεσοῦσα ὡς εἰπεῖν· "στενά μοι πάντοθεν". εἰ ὡς κατὰ μοιχευθείσης προσέφερον τὰ κακουργήματα, μάστιγες ἦσαν. οὐκ ἔγνω δὲ αὐτά· οὐδὲ γὰρ ἦν ἀκόλαστος. ἡ ἀρετὴ οὖν ἔστω τοῖς ἁγίοις ἰχθυόκολλον. προσφερέσθω πῦρ οἷον αἱ πυρώσεις τῆς αἰσχροπαθείας. οὐκ ἔγνω ὅτι πύρωσίς ἐστιν ἡ παροῦσα, τουτέστιν οὐκ ἐπειράθη, ἀλλὰ τὸ μὲν ἰχθυόκολλον σωματικὸν ὂν ἀναλίσκεται ὑπὸ τοῦ πυρός, καὶ τότε καθάπτεται τὸ πῦρ ἐκείνου τοῦ χρισθέντος καὶ μὴ βλαβέντος πρότερον. τῷ δὲ τὴν ἀρετὴν πυράμονον εἶναι τὸ ὡσανεὶ ἰχθυόκολλον ἀεὶ μένει καὶ οὐδέποτε τὸ πῦρ ἰσχύει κατὰ τοῦ ἔχοντος τὴν ἀρετήν. ἐπερ · "τὸν ὕψιστον ἔθετο καταφυγὴν αὐτοῦ καὶ μάστιξ οὐκ ἐνγιεῖ τῷ σκηνώματι αὐτοῦ"; -εὕρομεν πολλοὺς μαστιχθέντας καὶ τεθνηκότας ἐν τῷ μαστίζεσθαι. ἐὰν οὖν λέγωμεν ὅτι ὁ ταῖς αἰσθηταῖς μάστιξιν μαστιζόμενος οὐκ αἴσθεται τὰς ἀλγηδ̣όνας αὐτῶν, οὔκ ἐστιν ἀγώνισμα. οὐ μέγα τοῦτο καὶ πᾶς τις ἠδύνατο τοῦτο ὑποστῆναι. ἀλλ' οὐκ ἔγνωσαν, καὶ τοῦτο βιαζομένων τῶν μαστίγων εἰς τὸ πειραθῆναι αὐτῶν καὶ ἀβούλητόν τι ποιῆσαι. ἰδοὺ φανερὰ γέγονεν τὰ παραδείγματα τῆς Σωσάννης, ληφθήτω καὶ τὸ τοῦ Ἰωσήφ· ὡς κατὰ ἀκολάστου μάςτιγες προσηνέχθησαν, καὶ οὐκ ἔγνω οὐδέτερος οὐδέν. ὁ Ναβουθαὶν ἐπεβουλεύθη καὶ ἐμαστίχθη ὡς θεὸν εὐλογήσας, ὡς ὁ διάβολος εἶπεν ἀντὶ τοῦ βλασφημήσας, καὶ οὐκ ἔγνω· μὴ γὰρ ἐξωμόσατο τὴν θεοσέβειαν. ἐπερ · οὐ λέγεται καταχρηστικῶς· "ἀπὸ μαστίγων γλώσσης σε κρύψει"; τί ἐστιν ἡ "3μάστιξ τῆς γλώττης"3; -μὴ αἰσθητικῶς αὐτὸ λαμβάνεις. λόγος ψευδής ἐστιν, συκοφαντία. οὕτω καὶ αἱ πονηραὶ δυνάμεις ἐπεὶ καθάπτονται μᾶλλον τῶν μαςτίγων τοῦ ἡγεμονικοῦ τοῦ ἀφυλάκτως πρὸς αὐτὰς ἐσχηκότος, "3μάστιγες"3 λέγονται. καὶ ὅτι τοιοῦτο αὗται αἱ μάστιγες, "3συνήχθησαν"3. τὸ δὲ συναχθῆναι κατά τινος λογικοῦ ἐστιν. 15 διεσχίσθησαν καὶ οὐ κατηνύγησαν. ἡ ἐπὶ κακοῖς ὁμοφροσύνη φαῦλον μέγα ἐστίν, βλαβερόν 219 ἐστιν. συνεφώνησαν οὖν ποτε οἱ ἐλθόντες ἀπὸ ἀνατολῶν καὶ ἐλθόντες εἰς τὸ πεδίον Σενναά, ὅπου καὶ Ναβουχοδονοσσὸρ ἤγειρεν τὴν εἰκόνα αὐτοῦ. καὶ ὅρα ὅτι φαῦλόν ἐστιν τοῦτο. ἑρμηνεύεται δὲ "3ὀδόντων ἐκτιναγμός"3. πολλάκις δὲ οἱ ὀδόντες ἀντὶ λόγων λαμβάνονται· "ὀδόντας" γοῦν "ἁμαρτωλῶν συνέτριψεν", καὶ οὐ δήπου λέγομεν ὅτι ταύτας τὰς αἰσθητὰς μύλας· οὐδὲ γὰρ τοῦτό ποτε ἱστορήθη. καί· "τὰς μύλας τῶν λεόντων συνέθλασεν κύριος". οὐ περὶ τῶν αἰσθητῶν τῶν τετραπόδων καὶ ἀγρίων λέγει θηρῶν ταῦτα λέγει, ἀλλὰ ἀνθρώπων τοιούτων. ἡ ἐπὶ κακοῖς οὖν ὁμοφροσύνη φαυλότατόν ἐστιν. ὁ δὲ τούτων σκορπισμὸς καὶ ἡ διαίρεσις ἀγαθόν τί ἐστιν. ἐὰν αἰσθηθῶσιν ἐκεῖνοι ὅτι διὰ κακίαν ἰδίαν ἐξ