140
ὁμοφρονούντων καὶ φειδῷ θεοῦ ἐσκορπίσθησαν -οἷον συνεφρόνησάν ποτε Σαδδουκαῖοι καὶ Φαρισαῖοι κατὰ Παύλου, ὅτε καὶ εἰς τὴν παρεμβολὴν αὐτὸν ἤγαγον, καὶ δέδωκεν αὐτοῖς αὐτὸν ὁ χιλίαρχος ἵνα δῆθεν διαγνῶσίν τι περὶ αὐτοῦ. σπουδὴν δὲ εἶχαν λαβόντες αὐτὸν ἀναιρῆσαι. αὐτοὶ δὲ τοῦτο ἠξιώκεισαν ἐνεχθῆναι αὐτὸν καὶ στῆναι ἐπὶ τῶν ἀναβαθμῶν. "γνοὺς ὅτι τὸ ἕτερον μέρος Σαδδουκαίων ἐστίν, τὸ δὲ ἕτερον Φαρισαίων", εἶπέν τι τὸ διαλύον καὶ διασχίζον τὴν ὁμοφροσύνην αὐτῶν· εἶπεν γὰρ ὅτι· "περὶ ἀναστάσεως νεκρῶν ἐγὼ κρίνομαι σήμερον", καὶ ἐσχίσθησαν ὡς τοὺς μὲν λέγειν· "3οὐδὲν ἄτοπον λέγει"3, τὸ δὲ ἐπικεῖσθαι. εἰ ἦσαν κατανυγέντες ἐκ τῆς διασχίσεως ταύτης, οὐκέτι ἐπεβούλευον τῷ Παύλῳ. οὐ κατηνύγησαν οὖν, οὐκ ἔγνωσαν τὸ αἴτιον τῆς διαιρέσεως. καὶ ὁ ∆αυὶδ γοῦν εὔχεταί που καὶ λέγει· "καὶ καταδίελε τὰς γλώσσας αὐτῶν"· τότε γὰρ καταδιαιροῦνται αἱ γλῶσσαι αὐτῶν, ἐὰν ἄρξωνται μαχόμενα λέγειν. τοῦτο γοῦν καὶ τοῖς κατὰ Σωσάννης πρεσβυτέροις ὑπῆρκται· διῃρέθησαν αἱ γλῶσσαι αὐτῶν, ἄλλα εἶπεν ὁ πρῶτος καὶ ἄλλα ὁ δεύτερος. εἰ ἦσαν κατανυγέντες, ἐπαύοντο τῆς κατηγορίας καὶ οὐχ ὑπέμενον ἃ ὑπέστησαν. "διεσχίσθησαν" οὖν "καὶ οὐ κατηνύγησαν". ὁ διασχίσας αὐτοὺς ἐπὶ τῷ κατανυγῆναι αὐτοὺς καὶ μετανοῆσαι τοῦτο πεποίηκεν. αὐτοὶ δὲ οὐκ ἔγνωσαν τὸ αἴτιον τῆς διασχίσεως καὶ τῆς διαιρέσεως αὐτῶν. ἐπερ · τὸ "οὐ κατενύγησαν"; -οὐ μετενόησαν. κατανυγῆναί ἐστιν τὸ ἀθετῆσαι πρότερον ἑαυτοῦ λογισμὸν καὶ διάθεσιν πρώτην. ἀμέλει γοῦν ὅτε ἐν συναισθήσει γέγονεν τῶν παρελθόντων ὁ Ἀχαάμ, λέγει ὁ θεὸς τῷ Ἠλίᾳ· "εἶδες πῶς κατενύγη ὁ Ἀχαάμ"; κλαίων γὰρ ἐπέστρεψεν. καὶ ταύτην τὴν μεταβολὴν αὐτοῦ κατάνυξιν αὐτοῦ εἴρηκεν. ὁ δὲ ἅγιος ἐὰν λέγῃ· "ὅπως ἂν ψάλῃ σοι ἡ δόξα μου καὶ οὐ μὴ κατανυγῶ", "3οὐ μὴ μεταμεληθῶ"3. ἐπὶ δὲ τῶν ἄλλων συμβαίνει κατανυγῆναι τῶν μὴ ὀρθῶς γινομένων. 16 ἐπείρασάν με, ἐξεμυκτήρισάν με μυκτηρισμόν. δέον αὐτοὺς κατανυγέντας ἀποβαλεῖν τὴν κατ' ἐμοῦ ὀργήν, ἀλλὰ καὶ ἐπ̣έβαλ̣ον, ἐπέθεντο, ἐπείρασάν με, ἐξεμυκτήρισάν με. πλὴν εἰ καὶ ἐπείρασάν με, οὐχ εὗρόν με οἷον ἐβούλοντο, οὐκ εἰσῆλθον εἰς πειρασμόν, εἰς τὰς πάγας τοῦ πειρασμοῦ αὐτῶν οὐκ ἐλήμφθην· τούτῳ γὰρ ἑρμηνεύεται καὶ τό· "μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειραςμόν". "ἐξεμυκτήρισάν με", εὐτέλισάν με. καὶ πάλιν ἀνδρείως ἐγὼ στὰς τὸν μυκτηρισμὸν αὐτῶν τὸ οὐδὲν ἔδειξα. 16 ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν. βρύχει τις τοὺς ὀδόντας ὁτὲ μὲν κατ' ἄλλου, ὁτὲ δὲ καθ' ἑαυτοῦ, ὅταν μεταμεληθῇ περιπεσὼν ἀνιαροῖς ἐξ ὧν ἔπραξεν· "ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων"· ἐπεὶ γὰρ γνόντες ὅτι παρὰ τὰς ἑαυτῶν ἀσεβείας καὶ ἁμαρτίας κολάζονται, ἐν μεταμελείᾳ γινόμενοι κλαίουσιν καὶ βρύχουσιν τοὺς ὀδόντας. ἄλλος δὲ βρύχει· διὸ "ἔβρυξεν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτοῦ", περὶ τοῦ διαβόλου λέγεται, καὶ περὶ τῶν φαύλων ὧδε· "ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν". ἀποτυχόντες τοῦ σπουδαζομένου ἔβρυξαν ὡς μάτην κακοποιήσαντες ἢ πείρᾳ περιπεσόντες τῶν προς ἃ ἐβουλήθησαν ποιῆσαι, παθόντες ἃ δια θεῖναι ἠθέλησαν ἄλλον. ἐπερ · τοὺς λόγους οὖν δεῖ λαβεῖν τοὺς ὀδόντας; -ἐὰν μεταμέλειαν σημαίνῃ καὶ ὀργὴν τῶν μὴ ἀνυσάντων ὃ προέθεν̣το ποιῆσαι, λαμβάνομεν τοῦτο, ὅτι "ἔβρυξαν τοὺς ὀδόντας", ἵνα ἡ βρῦξις τῶν ὀδόντων μεταμέλειαν αὐτῶν σημαίνει, ἢ μεταμέλειαν ἢ ὀδύνην ἐπελθοῦσαν αὐτοῖς διὰ τοῦ το ἀποτετευχέναι. ἐὰν δὲ ἄλλως θέλῃς τοὺς ὀδόντας λαβεῖν, οὐκ ἀπὸ το̣ῦ 220 ῥητοῦ τούτου· ὅτι πολλάκις ἔνεστιν ἀληθὲς θεώρημα λαβεῖν, οὐ μὴν ἀπὸ τοῦδε τοῦ ῥητοῦ. καὶ διὰ τὸ ἀληθὲς εἶναι, παραδέχονται αὐτὸ οἱ μὴ δυνάμενοι ἐξομαλίζειν πρὸς τὰς λέξεις τὰ νοήματα. οἱ ὀδόντες πολλάκις τῆς ψυχῆς λέγονται αἱ μασητικαὶ αὐτῆς δυνάμεις. ταύταις δὲ ταῖς μασητικαῖς δυνάμεσιν ταῖς λεπτυνούσαις τὰς τροφάς, εἰ δεόντως χρήσοιτο, ἐσθίει τὸν "ἄρτον τῆς ζωῆς", τὸν καρπὸν τοῦ "ξύλου τῆς ζωῆς", τὰς σάρκας Ἰησοῦ. εἰ δὲ