141
κακῶς αὐταῖς χρήσοιτο, ἐσθίει τὰς σάρκας τοῦ δράκοντος. αἱ σάρκες δὲ τοῦ δράκοντος δόγματα ἄθεά εἰσιν, ἁμαρτίαι μεγάλαι εἰσίν· ὡς γὰρ συνπληροῦται Ἰησοῦ σῶμα ἐκ τῶν δογμάτων, ὡς λέγει ὅτι· "εἰκῆ φυσιούμενος" σπουδῇ "νοὸς σαρκὸς καὶ μὴ κρατῶν τὴν κεφαλήν, ἐξ οὗ πᾶν τὸ σῶμα συναρμολογούμενον αὔξει τὴν αὔξησιν τοῦ θεοῦ". τοῦτο λέγει· ὁ σάρκινον ἔχων νοῦν, τουτέστιν ὁ σαρκίνως καὶ αἰσθητῶς προσιέμενος, εἰκῆ φυσιούμενον ἔχει τὸν νοῦν σάρκα ὄντα, καὶ οὐ κρατεῖ τὴν κεφαλὴν τῶν δογμάτων, οὐ κρατεῖ αὐτοῦ τοῦ σωτῆρος, ὅς ἐστιν τῶν δογμάτων κεφαλή. καὶ τὰ μεγάλα δὲ τῶν θεολογουμένων κεφαλὴ τοῦ τοιούτου σώματός ἐστιν, "ἐξ οὗ συναρμολογούμενον τὸ σῶμα διὰ πάσης ἁφῆς καὶ συνδέσμων αὔξει τὴν αὔξησιν τοῦ θεοῦ". οὕτω γοῦν καὶ ἡμεῖς, ὅταν πλείονες λόγοι καὶ κεφάλαια πολλὰ εἰς ἓν ἔχωσιν τὴν ἀναφοράν, λέγομεν σεσωματοποιῆσθαι τὸν λόγον. ἐὰν λάβωμεν ὅτι αἱ μασητικαὶ τῆς ψυχῆς δυνάμεις, ἀληθὲς μέν τι λέγομεν, οὐ πρὸς τὸ προκείμενον δέ. ἐὰν δὲ καὶ τοῦτο λάβῃς, ὅτι χρῶνταί ποτε ταῖς μασητικαῖς ταύταις δυνάμεσίν τινες ἐπιβουλευτικῶς κατὰ τό· "εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε", καί· "τοὺς κατεσθίοντας τὸν Ἰσραὴλ ὅλῳ τῷ στόματι", καὶ αὗται ἀναφέρουσιν κόλασιν, καὶ δύναται καὶ οὕτω νοηθῆναι ὅτι· "ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας"· τούτους τοὺς ὀδόντας ἔβρυξαν, καὶ διὰ τοῦτο συντριβὴν αὐτῶν ὑποστήσονται· "ὀδόντας" γὰρ "ἁμαρτωλῶν συνέτριψας". 17 κύριε, πότε ἐφόψῃ; πότε ἐπισκέψῃ ὥστε ἐκείνους μὲν κωλῦσαι, ἐμὲ δὲ ἔξω ποιῆσαι τῶν βλαβῶν; τὸ γὰρ "3ἐφόψῃ"3 καὶ "3ὄψῃ"3 πολλάκις εἰρήκαμεν ὅτι τὴν μακροθυμίαν σημαίνει τὸ παρασιωπῆσαι. "κύριε, πότε ἐφίδοις"; ἐὰν γὰρ ἐφίδοις, καὶ ἐμὲ εὐεργετήσεις ἐπιβλέψας ἐπ' ἐμὲ καὶ ἐλεήσας με, κἀκείνους ἐκτὸς ποιήσεις τῆς σπουδῆς τῆς εἰς τὸ κακόν, ὥστε μηδὲ ἐμὲ βλαβῆναι ὑπ' αὐτῶν μηδὲ αὐτοὺς ἐνμεῖναι ἔτι τῇ κακίᾳ τῇ θηριώδει ἣν ἐπιτηδεύουσιν ἔτι. 17 ἀποκατάστησον τὴν ψυχήν μου ἀπὸ τῆς κακουργίας αὐτῶν. εἶπεν ἐπικειμένους πολεμίους πολλοὺς καὶ πολλὰ αὐτὸν κακωτικῶς διαθέντας. καὶ ἀπὸ τῆς ἀρχῆς τοῦ ψαλμοῦ τοῦτο παρίσταται· "δίκασον, κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντάς με", καὶ τὰ ἑξῆς· "καὶ ἕως οὗ εἶδες, κύριε"; "ἔβρυξαν ἐπ' ἐμὲ τοὺς ὀδόντας αὐτῶν". "συνήχθησαν κ̣ατ' ἐμοῦ μάστιγες, καὶ οὐκ ἔγνων". λέγει οὖν ὅτι· ἔξω αὐτῶν ποίησόν μου τὴν ψυχήν· καὶ γὰρ ἔξω ἦν αὐτῶν· τοῦτο γὰρ τὸ τῆς ἀποκαταστάσεως ὄνομα μνημονεύει. οὐδεὶς ὑπάγων εἰς τόπον, ἔνθα οὐδέποτε γέγονεν, λέγεται ἀποκαθίστασθαι, ἀλλὰ ὁ ἐλθὼν ἔκ τινος πατρίδος ἐπ' ἄλλην πατρίδα ἢ ἐκ τόπου εἰς ἕτερον τόπον. λέγει οὖν ὅτι· τὴν ψυχήν μου ἁγίαν οὖσαν ἠθέλησαν παγιδεῦσαι, διαφθορᾷ αὐτὴν ὑποβαλεῖν. τότε δὲ ἀπὸ τῆς κακουργίας τῶν πονηρῶν ἀποκαθίσταται, ὅταν μηδὲν ὑπ' αὐτῶν πάθῃ, ὅταν μὴ ποιωθῇ κατ' αὐτούς. ἡ Σωσάννα ἐπὶ σωφροσύνῃ ἀνετράφη καὶ ἄγαν ἦν σώφρων παιδευθεῖσα κατὰ τὸν νόμον Μωσέως. τὸ ὅσον ἧκεν εἰς τοὺς ἐπιθεμένους αὐτῇ πρεσβυτέρους ἑάλω μοιχείᾳ. παρεκάλεσεν κἀκείνη λέγουσα· "3ἀποκατάστησον τὴν ψυχήν μου"3, εἰς τὴν αὐτὴν σωφροσύνην ἄγαγε ἀπὸ τῆς τούτων κακουργίας. ταῦτα ἐρεῖ καὶ πᾶς τις ἐπιβουλευόμενος. καὶ ἡ τῶν μαρτύρων δὲ ψυχὴ ἀπεκατέστη ἐν μηδενὶ πειρασθεῖσα. ὅτι δὲ τὸ ἀποκαταστῆναι τοῦτο σημαίνει, ἐν ἑνὶ τῶν ψαλμῶν λέγει· "σὺ εἶ ὁ ἀποκαθιστῶν τὴν κληρονομίαν μου ἐμοί". κατὰ τοῦτο τὸ σημαινόμενον λέγομεν τὸν ἄνθρωπον ἀποκατεστάσθαι 221 εἰς τὸν παράδεισον, ὅτι γέγονεν αὐτῷ εἴσοδος ἐκεῖ, ὅτε ἤκουσεν ὁ μετανοήσας· "σήμερον μετ' ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ". "ἀποκατάστησον" οὖν "τὴν ψυχήν μου". εἰς τοσοῦτόν εἰσιν κακουργήσαντες ὡς θῆρες ἄγριοι κατ' ἐμοῦ γεγενῆσθαι. 17 ἀπὸ λεόντων τὴν μονογενῆν μου. "ἀποκατάστησον ἀπὸ λεόντων τὴν μονογενῆν μου". τὴν ψυχὴν ἑαυτοῦ μονογενῆ λέγει. μονογενῆν αὐτὴν ἔσχεν, μόνην αὐτὴν ἔσχεν. οὐχ οἷόν τέ ἐστιν πλειόνων