1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

143

μου, καὶ ἵνα τί συνταράσσεις με; ἔλπισον ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ"· μὴ γὰρ ἄλλῳ εἶπεν· τῇ ἑαυτοῦ διανοίᾳ διελέχθη· "ἵνα τί περίλυπος εἶ καὶ ἵνα τί συνταράσσεις με"; ἔχεις ἐγ γὺς τὸν παύοντα τὴν ταραχήν. ὡς εἰ ἔλεγέν τις καὶ πυρέττοντι καὶ ἀνειμένῳ· "3ἵνα τί οὕτω ὀλοφύρῃ; πάρεστιν ἰατρὸς δυνάμενός σε ἀπαλλάξαι τοῦ π̣υ̣ρ̣ετοῦ"3. "ἔλπισον" οὖν "ἐπὶ τὸν θεόν, ὅτι ἐξομολογήσομαι αὐτῷ". ὅτε ἔπεισεν ἑαυτὴν ἐλπίσαι ἐπὶ τὸν θεόν, ἀπεκατέστη ἀπὸ τοῦ δέους καὶ τῆς ταραχῆς, ὅπερ δέος καὶ ἥπερ ταραχὴ ἀπὸ κακουργίας πονηρῶν δυνάμεων καὶ αὐτοῦ τοῦ διαβόλου γεγένηται. "ἀπὸ λεόντων τὴν μονογενῆν μου". αὐτοὺς τούτους τοὺς κακούργους καὶ λέοντας ὠνόμασεν τ̣οὺς πολεμεῖν θέλοντας, τοὺς ἐπιτιθεμένους καὶ οἷα μάστιγες ἐπερχομένους κατ' αὐτοῦ. ἐπερ · -ἐπεὶ "πεπείρασται κατὰ πάντα χωρὶς ἁμαρτίας καθ' ὁμοιότητα", δίδομεν αὐτῇ προπάθειαν. οὔκ ἐστιν δὲ ἡ προπάθεια ἁμαρτία· ἐὰν γὰρ μὴ δῷς τοῦτο, ἄλλην οὐσίαν εἰσάγεις ψυχῆς, καὶ οὐδὲ κλέος ἔχει οὐδὲ ἀξία ἐστὶν ἐπαίνων καὶ στεφάνων μὴ κλονηθεῖσα. ἔχεις γοῦν ἐν τῷ εὐαγγελίῳ ὅτι· "ἤρξατο θαμβεῖσθαι καὶ ἀδημονεῖν"· μὴ γὰρ ἕτερόν τί ἐστιν τῆς προπαθείας τὸ "3ἄρξασθαι"3. ἡ ἀρχὴ αὕτη αὐτὸ τοῦτο ἀρχὴ μόνον ἐστίν, οὐκ ἔχει τι μετ' αὐτήν. μόνη αὕτη πρὸ τῆς αἱρέσεως τῶν κακῶν τὸ ἀγαθὸν εἵλατο. ἐπερ · -πολλάκις ἐλέχθη τοῦτο. ἡ οὐσία τῆς λογικῆς δεκτική ἐστιν ὧν πέφυκεν δέχεσθαι. δεκτική ἐστιν θυμοῦ, ἐπιθυμίας, λύπης, ταραχῆς, φόβου. ὅταν παραστῇ τι τὸ κινοῦν φόβον, πάντως ταράττεται ἡ λογικὴ οὐσία. ἐνίοτε δὲ ἵστησιν εὐθέως τὴν ταραχὴν ὡς μηδὲν μετ' αὐτὴν γενέσθαι. ταύτην προπάθειαν λέγουσιν. ἐπερ · ταὐτὸν εἶναι λέγεις ἄνθρωπον καὶ ποιόν; -ἐὰν λέγω τεθνηκέναι ἄνθρωπον , μὴ τὸν ποιὸν λέγω, οἷον τὸν δίκαιον. θάνατος τοῦ δικαίου ἐστὶν οὐ πάντως τὸ διαλυθῆναι τὴν ψυχὴν ἀπὸ τοῦ σώματος, ἀλλὰ τὸ παύσασθαι τοῦ εἶναι δίκαιος. φθορὰ δικαίου αὕτη ἐστίν. πολλάκις ἀγνοοῦντες τὰς ψευδεῖς δόξας τῶν ἀσεβῶν περιπίπτομεν αὐταῖς. ἐκείναις δὲ περιπεσόντες ἀπόλλυμεν τὴν ὀρθὴν δόξαν. ἐπερ · πῶς λέγεις ὅτι οὐ νενόηκα; οὐ δίδωμι αὐτὸν δίκαιον. -ἐὰν δὲ ἄλλος νοήσῃ ὡς εἴρηται καὶ δῷ αὐτὸν δίκαιον, ὁ αὐτὸς καὶ δίκαιος καὶ ἄδικός ἐστιν. ἄκουε δέ, διὰ τί εἶπον εἰς δόξαν ἑτέραν οἱ Πρωταγόρου-σοφιστὴς δὲ ἦν ὁ Πρωταγόρας-· λέγει, ὅτι τὸ εἶναι τοῖς οὖσιν ἐν τῷ φαίνεσθαι ἔστιν. λε´̣γει ὅτι· "φαίνομαι σοὶ τῷ παρόντι καθήμενος· τῷ δὲ ἀπόντι οὐ φαίνομαι καθήμενος· ἄδηλον εἰ κάθημαι ἢ οὐ κάθημαι". καὶ λέγουσιν ὅτι πάντα τὰ ὄντα ἐν τῷ φαίνεσθαι ἔστιν· οἷον ὁρῶ τὴν σελήνην, ἄλλος δὲ οὐχ ὁρᾷ· ἄδηλον εἰ ἔστιν ἢ οὐκ ἔστιν. ἐμοὶ τῷ ὑγιαίνοντι ἀντίλημψις γίνεται τοῦ μέλιτος ὅτι γλυκύ, ἄλλῳ δὲ ὅτι πικρόν, ἐὰν πυρέττῃ· ἄδηλον οὖν εἰ πικρὸν ἢ γλυκύ ἐστιν̣. καὶ οὕτω τὴν ἀκαταλημψίαν θέλουσιν δογματίζειν. ἐὰν οὖν καὶ ἡμεῖς λέγωμεν ὅτι· "3ἐπεὶ οὐ φαίνεταί μοι, ποίῳ λογισμῷ εἴρηκεν, ἄδικον καὶ ἀσεβῆν αὐτὸν ἡγοῦμαι"3. ἐὰν ἄλλῳ φαίνηται, οἵῳ λογισμῷ εἴρηκεν, δίκαιος καὶ εὐσεβὴς ἐκείνῳ φαίνεται. καὶ ἄλλος πάλιν οὐδὲ ἐπιστάνει τοῖς εἰρημένοις ὑπ' αὐτοῦ· οὐδὲ εὐσεβὴς οὐδὲ ἀσεβής ἐστιν, καὶ εἰς τὴν Πρωταγόρειαν ἐνπίπτομεν δόξαν. ἴδωμεν οὖν· δεῖ πρῶτον νοεῖν τὰ πράγματα καὶ οὕτως ἢ κρίνεσθαι ἢ μὴ κρίνεσθαι. ὁ μὴ λέγειν αὐτὸν ὀρθῶς μηδὲ ὑγιαίνειν εἰρηκώς, ποίαν λέγει διάνοιαν τῶν λέξεων; ἐπερ · πῶς οὖν λέγει ὁ Ἰώβ; -ἐὰν λέγω· "ἀπόληται ἡ ἡμέρα, ἐν ᾗ ἐγεννήθην", ἡ γένεσις ἀπολέσθω· ἐκ κρειττόνων γὰρ εἰς χεῖρον ἐλήλυθα· ἐπωφελὲς γάρ τῳ τὸ κακὸν ἀπόλλυσθαι. ὡς ἐὰν λέγῃ ὁ Ἰηρεμίας περὶ τοῦ λαοῦ τῶν Ἑβραίων-καὶ ἕκαστος δὲ τῶν αἰχμαλωτισθέντων Ἑβραίων λέξει- · "ἀπόλοιτο ἡ ἡμέρα τῆς αἰχμαλωσίας", οὐ τοῦτο λέγει ὅτι· "3μὴ ἔστω ἔτι αἰχμαλωσία"3. "3μὴ ἔστω"3, φησίν, "3ἡ ἡμέρα ἐκείνη, ἀπέλθῃ"3· ἔτι γὰρ ὑφέστηκεν; εἶχεν ἔτη ἑκατὸν τεσσαράκοντα ὀκτώ, ὅτε ταῦτα ἔλεγεν. πῶς ἡ ἡμέρα ἐκείνη, ἐν ᾗ ἐγεννήθη, ἔμενεν; παρέρχεται γὰρ καὶ οὐκ ἔστιν ἀνακα´̣μ̣ψαι αὐτήν. καὶ 225 λέγει·