144
"μὴ ἔστω ἐπευκτή"· εὔχεται γάρ τις ἐκείνην τὴν ἡμέραν τὴν ἐν τοσούτοις ἔτεσιν γενομένην πάλιν ἀνακάμψαι; τὴν γένεσιν οὖν καταρᾶται τῆς σαρκός, τὴν γένεσιν τῆς ζωῆς τῆς ἐπικήρου. ἐπερ · οὐχ ἁμαρτάνει οὖν; -οὐχ ἁμαρτάνει ὁ ὑβρίζων τὸν σατανᾶν. μὴ ὁ ἀσεβὴς "ἐν τῷ καταρᾶσθαι" τὸν ἀσεβῆν, "τὸν σατανᾶν, καταρᾶται τὴν ἑαυτοῦ ψυχήν"; καταρᾶται τὸν σατανᾶν οὐχ ὅτι ποίημα θεοῦ ἐστιν, ἀλλ' ὅτι κακὸς καὶ ἀσεβής ἐστιν. ἐστὶν δὲ καὶ αὐτὸς ἀσεβής. ἑαυτὸν οὖν καταρᾶται, καὶ ἡ κατάρα αὕτη οὔκ ἐστιν ψεκτή. ἐάν τις καταρήσηται αὐτὸν ὅτι ἀσεβής ἐστιν, μισεῖ τὸ αἴτιον τοῦ ἐπινοητὸν αὐτὸν σατανιᾶν . ἡ ἀσέβεια δέ ἐστιν ἡ αἰτία. καὶ ἴσως πεπαύσεται ἢ μὴ παυόμενος κολασθήσεται. ἐὰν ἄρτι καταρῶνται οἱ αἰχμάλωτοι τη`̣ν ἡμέραν τῆς αἰχμαλωσίας ἑαυτῶν, οὐχ, ἵνα μηκέτι ὑποκέοιντο τῇ αἰχμαλωσίᾳ τοῦτο λέγουσιν-μή τί ποτ' ἔχ̣ουσιν̣ τὴν αἰχμαλωσίαν αἰτίαν τινά-καὶ ἐπαρῶνται αὐτῇ. ἐπερ · καταρᾶται οὖν αὐτὸς "τὴν ἡμέραν ἐκείνην"; διὰ τί δὲ καὶ προσέθηκεν "τὴν ἐκείνην"; μὴ γὰρ διαφέρει ἡμέρα ἡμέρας. ἔπειτα λέγει· "καταράσοιτο αὐτὴν ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι". διὰ τί οὐκ εἶπεν· "3ὁ ποιήσας τὸν ἥλιον, ὁ κατασκευάσας τὸν κόσμον"3, ἀλλ' "ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι"; ἐληλυθὼς γὰρ ὁ σωτὴρ καὶ "χειρωσάμενος τὸ μέγα κῆτος" τὴν γένεσιν τῶν ἀνθρώπων περιέγραψεν, ὥστε ἄλλην αὐτοῖς δοῦναι γένεσιν τὴν "ἐξ ὕδατος καὶ πνεύματος", ἥτις κυρίως παλινγενεσία λέγεται. παλινγενεσία δέ ἐστιν γένεσις ἐπὶ γενέσει, ὡς τὸ "3παλινῳδία"3 ᾠδὴ ἐπ' ᾠδῇ. καὶ τὴν ἀνάστασιν τῶν νεκρῶν παλινγενεσίαν εἶπεν· λέγει γὰρ τοῖς μαθηταῖς ὅτι· "καθίσεσθε καὶ ὑμεῖς ἐν τῇ παλινγενεσίᾳ ἐπὶ θρόνους δώδεκα", ἀντὶ τοῦ "3ἐν τῇ ἀναστάσει, ἐν τῷ μέλλοντι αἰῶνι"3. ἐὰν λέγω ὅτι· "3μὴ ἴδοιμι τὴν ἡμέραν ταύτην"3 ἐν θλίψει ἢ νόσῳ ὤν, μὴ τὸν χρόνον λέγω "3μὴ ἴδοιμι"3, ἐπεὶ ἀπῆλθεν· μὴ γὰρ χρόνος ἀνακάμπτει. ἐπερ · τὴν αἰτίαν ἐκείνην τῆς γενέσεως αὐτοῦ ἁμαρτίαν εἴρηκεν; -οὐ τοῦτο πάλιν λέγω, ἀλλ' ὅτι ὁ καταρώμενος ἡμέραν ἢ εὐλογῶν ἡμέραν οὐχ εἰς τὸν χρόνον ἀφορῶν εὐλογεῖ ἢ καταρᾶται, ἀλλ' εἰς τὰ ἐν τῷ χρόνῳ γεγενημένα. λέγω· οὐ λέγει "κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι"; τὸ ἀπαλλαγῆναι τῆς ζωῆς ταύτης οὐ λέγει κρεῖττον εἶναι. ἐπερ · τὸ συνπλακῆναι αὐτῇ κρεῖττον ἐρεῖ ἢ χεῖρον; -οὐδὲ χεῖρον οὐδὲ κρεῖττον. ἐπερ · ἀλλὰ ἀδιάφορον; -εἰ ἀδιάφορον τοῦτο, καὶ τὸ ἀντικείμενον αὐτῷ ἀδιάφορόν ἐστιν. ἐπερ · οὐχ ὡς κακὸν ἀλλ' ὡς πρὸς κρεῖττον; -τὰ ἐναντία ἀσυνύπαρκτά ἐστιν. ἐὰν τούτων τὸ ἕτερον ἀγαθὸν ᾖν, τὸ ἕτερον κακόν ἐστιν, καὶ θατέρου κακοῦ ὄντος τὸ ἕτερον ἀγαθὸν θε̣τ̣έον̣, ὡς ἔχει ἐπὶ ἀρετῆς καὶ κακίας, ἐπὶ ἀδικι´̣ας καὶ δικαιοσύνης, ἐπὶ εὐσεβείας καὶ ἀσεβείας. τοῦ ἑτέρου φαύλου ὄντος, καὶ τὸ λοιπὸν ἀγαθόν ἐστιν. ὅταν δὲ μηδέτερον τῶν ἐναντίων φαῦλον ᾖ, οὐδὲ τὸ λοιπόν. τὸ λευκὸν καὶ τὸ μέλαν ἐναντία εἰσίν· καὶ ἐπεὶ τὸ λευκὸν ἀδιάφορόν ἐστιν οὔτε ἀγαθὸν ὂν οὔτε κακόν, οὕτω καὶ τὸ μέλαν τοῦ λευκοῦ. ἐπερ · οὐ λέγεις σὺ τὸ ἔξω γενέσθαι τοῦ σώματος ἀγαθὸν εἶναι κατὰ τὸν λέγοντα "κάλλιον ἀναλῦσαι̣"; -ε᾿̣κ τοῦ τέλους σκόπει· ὁ ἀναλύσας ἐν Χριστῷ γίνεται. ἐπερ · συνκριτικόν ἐστιν τοῦτο; -πρόσεχε τί λέγεις. τὰ συνκρίσει λεγόμενα οὕτω λέγεται ὡς ὁμογενῆ, οὐχ ὡς ἀντικείμενα· ὡς̣ ὅταν λέγω ὅτι· "ἐδικαιώθη Σόδομα ἐκ σοῦ", μὴ Σόδομα δεδικαίωται. "ἔκ γε τῶν σῶν ἁμαρτημάτων, ὦ Ἰερουσαλήμ", ὅτι προφήτας ἀπέκτεινεν καὶ τοῦ σωτῆρος προδότις γέγονεν. ἐκείνη ἡ Σόδομα ἕνα ἄνθρωπον ἐπόρθησεν τὸν Λώθ. "ἐδικαιώθη ἐκείνη ἐκ σοῦ". οὐχ ἁπλῶς ἐδικαιώθη-οὐδὲ γὰρ δεδικαίωται-, ἀλλ' "ἐκ σοῦ". καὶ ἐὰν λέγῃ πάλιν· "ἠγάπησεν κακίαν ὑπὲρ ἀγαθωσύνην καὶ χείλη δόλια ὑπὲρ τὸ λαλῆσαι δικαιοσύνην", ταῦτα συνκριτικῶς λέγεται, μὴ ἀντικειμένως· λέγεται γὰρ τοῦτο, ὅτι ἀποφασκομένου ἑνὸς εὐθὺς τὸ ἕτερον τίθεται. τὸ "ἀναλῦσαι" οὖν "καὶ ἐν Χριστῷ εἶναι"-εἰ ἀδιάφορον λέγεις εἶναι τὸ "ἐπιμένειν τῇ σαρκί", καὶ τοῦτο ἀδιάφορον· δέδεικται γὰρ ἡμῖν, ὅτι